Dataset Viewer
Auto-converted to Parquet Duplicate
text
stringlengths
6
56
register
stringclasses
2 values
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
narrative
οὐλομένην ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε
narrative
πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
narrative
ἡρώων αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
narrative
οἰωνοῖσί τε πᾶσι Διὸς δ’ ἐτελείετο βουλή
narrative
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
narrative
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς
narrative
τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι
narrative
Λητοῦς καὶ Διὸς υἱός ὃ γὰρ βασιλῆϊ χολωθεὶς
narrative
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν ὀλέκοντο δὲ λαοί
narrative
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
narrative
Ἀτρεΐδης ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
narrative
λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα
narrative
στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
narrative
χρυσέῳ ἀνὰ σκήπτρῳ καὶ λίσσετο πάντας Ἀχαιούς
narrative
Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν
narrative
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί
speech
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες
speech
ἐκπέρσαι Πριάμοιο πόλιν εὖ δ’ οἴκαδ’ ἱκέσθαι
speech
παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην τὰ δ’ ἄποινα δέχεσθαι
speech
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα
speech
ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
narrative
αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα
narrative
ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ
narrative
ἀλλὰ κακῶς ἀφίει κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε
narrative
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
speech
ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα
speech
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο
speech
τὴν δ’ ἐγὼ οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν
speech
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
speech
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν
speech
ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε σαώτερος ὥς κε νέηαι
speech
ὣς ἔφατ’ ἔδεισεν δ’ ὃ γέρων καὶ ἐπείθετο μύθῳ
narrative
βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
narrative
πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὃ γεραιὸς
narrative
Ἀπόλλωνι ἄνακτι τὸν ἠΰκομος τέκε Λητώ
narrative
κλῦθί μευ ἀργυρότοξ’ ὃς Χρύσην ἀμφιβέβηκας
speech
Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις
speech
Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα
speech
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα
speech
ταύρων ἠδ’ αἰγῶν τὸ δέ μοι κρήηνον ἐέλδωρ
speech
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν
speech
ὣς ἔφατ’ εὐχόμενος τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων
narrative
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενος κῆρ
narrative
τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην
narrative
ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο
narrative
αὐτοῦ κινηθέντος ὃ δ’ ἤϊε νυκτὶ ἐοικώς
narrative
ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν μετὰ δ’ ἰὸν ἕηκε
narrative
δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο
narrative
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς
narrative
αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
narrative
βάλλ’ αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί
narrative
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο
narrative
τῇ δεκάτῃ δ’ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς
narrative
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη
narrative
κήδετο γὰρ Δαναῶν ὅτι ῥα θνήσκοντας ὁρᾶτο
narrative
οἳ δ’ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο
narrative
τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς
narrative
Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
speech
ἂψ ἀπονοστήσειν εἴ κεν θάνατόν γε φύγοιμεν
speech
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς
speech
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
speech
ἢ καὶ ὀνειροπόλον καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν
speech
ὅς κ’ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων
speech
εἴτ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται ἠδ’ ἑκατόμβης
speech
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
speech
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι
speech
ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο τοῖσι δ’ ἀνέστη
narrative
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ ἄριστος
narrative
ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα
narrative
καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω
narrative
ἣν διὰ μαντοσύνην τήν οἱ πόρε Φοῖβος Ἀπόλλων
narrative
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν
narrative
ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
speech
μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος
speech
τοὶ γὰρ ἐγὼν ἐρέω σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
speech
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν
speech
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν ὃς μέγα πάντων
speech
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί
speech
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ
speech
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ
speech
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ
speech
ἐν στήθεσσιν ἑοῖσι σὺ δὲ φράσαι εἴ με σαώσεις
speech
τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
narrative
θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα
speech
οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον ᾧ τε σὺ Κάλχαν
speech
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις
speech
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
speech
σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
speech
συμπάντων Δαναῶν οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς
speech
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι
speech
καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων
narrative
οὔτ’ ἄρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης
speech
ἀλλ’ ἕνεκ’ ἀρητῆρος ὃν ἠτίμησ’ Ἀγαμέμνων
speech
οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα
speech
τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει
speech
οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
speech
πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
speech
ἀπριάτην ἀνάποινον ἄγειν θ’ ἱερὴν ἑκατόμβην
speech
ἐς Χρύσην τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν
speech
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
11