Dataset Viewer
Auto-converted to Parquet Duplicate
text
stringlengths
32
2.17k
corpus_id
stringclasses
1 value
file_id
stringclasses
240 values
block_index
int64
1
9.29k
id
stringlengths
20
23
title
stringclasses
236 values
material
stringclasses
1 value
language
stringclasses
1 value
Ἀρτοξέρξης ὁ Περσῶν βασιλεύς, ὦ μέγιστε αὐτόκρατορ Τραϊανὲ Καῖσαρ, οὐχ ἧττον οἰόμενος βασιλικὸν καὶ φιλάνθρωπον εἶναι τοῦ μεγάλα διδόναι τὸ μικρὰ λαμβάνειν εὐμενῶς καὶ προθύμως, ἐπεὶ παρελαύνοντος αὐτοῦ καθ' ὁδὸν αὐτουργὸς ἄνθρωπος καὶ ἰδιώτης οὐδὲν ἔχων ἕτερον ἐκ τοῦ ποταμοῦ ταῖς χερσὶν ἀμφοτέραις ὕδωρ ὑπολαβὼν προσήν...
tlg
tlg0007081.xml
1
tlg/tlg0007081.xml/1
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
τὰς θυσίας, ἵνα ἀεὶ τοὺς θεοὺς τιμᾶν ἑτοίμως δύνωνται καὶ ῥᾳδίως ἀπὸ τῶν παρόντων.
tlg
tlg0007081.xml
2
tlg/tlg0007081.xml/2
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
τοιαύτῃ δή τινι γνώμῃ κἀμοῦ λιτά σοι δῶρα καὶ ξένια καὶ κοινὰς ἀπαρχὰς προσφέροντος ἀπὸ φιλοσοφίας ἅμα τῇ προθυμίᾳ καὶ τὴν χρείαν ἀπόδεξαι τῶν ἀπομνημονευμάτων, εἰ πρόσφορον ἔχει τι πρὸς κατανόησιν ἠθῶν καὶ προαιρέσεων ἡγεμονικῶν, ἐμφαινομένων τοῖς λόγοις μᾶλλον ἢ ταῖς πράξεσιν αὐτῶν.
tlg
tlg0007081.xml
2
tlg/tlg0007081.xml/2
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
καίτοι καὶ βίους ἔχεις, τὸ σύνταγμα τῶν ἐπιφανεστάτων παρά τε Ῥωμαίοις καὶ παρ' Ἕλλησιν ἡγεμόνων καὶ νομοθετῶν καὶ αὐτοκρατόρων· ἀλλὰ τῶν μὲν πράξεων αἱ πολλαὶ τύχην ἀναμεμιγμένην ἔχουσιν, αἱ
tlg
tlg0007081.xml
2
tlg/tlg0007081.xml/2
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
δὲ γινόμεναι παρὰ τὰ ἔργα καὶ τὰ πάθη καὶ τὰς τύχας ἀποφάσεις καὶ ἀναφωνήσεις ὥσπερ ἐν κατόπτροις καθαρῶς παρέχουσι τὴν ἑκάστου διάνοιαν ἀποθεωρεῖν.
tlg
tlg0007081.xml
3
tlg/tlg0007081.xml/3
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
ᾗ καὶ Σειράμνης ὁ Πέρσης πρὸς τοὺς θαυμάζοντας, ὅτι τῶν λόγων αὐτοῦ νοῦν ἐχόντων αἱ πράξεις οὐ κατορθοῦνται, τῶν μὲν λόγων ἔφη κύριος αὐτὸς εἶναι, τῶν δὲ πράξεων τὴν τύχην μετὰ τοῦ βασιλέως.
tlg
tlg0007081.xml
3
tlg/tlg0007081.xml/3
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
ἐκεῖ μὲν οὖν ἅμα αἱ ἀποφάσεις τῶν ἀνδρῶν τὰς πράξεις παρακειμένας ἔχουσαι σχολάζουσαν φιληκοΐαν περιμένουσιν· ἐνταῦθα δὲ καὶ τοὺς λόγους αὐτοὺς καθ' αὑτοὺς ὥσπερ δείγματα τῶν βίων καὶ σπέρματα συνειλεγμένους οὐδὲν
tlg
tlg0007081.xml
3
tlg/tlg0007081.xml/3
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
οἴομαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι
tlg
tlg0007081.xml
4
tlg/tlg0007081.xml/4
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πέρσαι τῶν γρυπῶν ἐρῶσι καὶ καλλίστους ὑπολαμβάνουσι διὰ τὸ Κῦρον ἀγαπηθέντα μάλιστα τῶν βασιλέων γεγονέναι γρυπὸν τὸ εἶδος.
tlg
tlg0007081.xml
5
tlg/tlg0007081.xml/5
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἔλεγε δὲ Κῦρος ἑτέροις δεῖν ἀναγκάζεσθαι τἀγαθὰ πορίζειν τοὺς αὑτοῖς μὴ θέλοντας· ἄρχειν δὲ μηδενὶ προσήκειν, ὃς οὐ κρείττων ἐστὶ τῶν ἀρχομένων
tlg
tlg0007081.xml
6
tlg/tlg0007081.xml/6
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Βουλομένους δὲ τοὺς Πέρσας ἀντὶ τῆς ἑαυτῶν οὔσης ὀρεινῆς καὶ τραχείας πεδιάδα καὶ μαλακὴν χώραν
tlg
tlg0007081.xml
7
tlg/tlg0007081.xml/7
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
λαβεῖν οὐκ εἴασεν, εἰπὼν ὅτι καὶ τῶν φυτῶν τὰ σπέρματα καὶ τῶν ἀνθρώπων οἱ βίοι ταῖς χώραις συνεξομοιοῦνται
tlg
tlg0007081.xml
8
tlg/tlg0007081.xml/8
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Δαρεῖος ὁ Ξέρξου πατὴρ ἑαυτὸν ἐγκωμιάζων ἔλεγεν ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινὰ γίνεσθαι φρονιμώτερος
tlg
tlg0007081.xml
9
tlg/tlg0007081.xml/9
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τοὺς δὲ φόρους τοῖς ὑπηκόοις τάξας μετεπέμψατο τοὺς πρώτους τῶν ἐπαρχιῶν καὶ περὶ τῶν φόρων ἠρώτησε, μὴ βαρεῖς εἰσι· φησάντων δὲ μετρίως ἔχειν ἐκέλευσε
tlg
tlg0007081.xml
10
tlg/tlg0007081.xml/10
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ῥοιὰν δὲ μεγάλην ἀνοίξας, πυθομένου τινὸς τί ἂν ἔχειν ἐβούλετο τοσοῦτον ὅσον ἐστὶ τῶν κόκκων τὸ πλῆθος, εἶπε Ζωπύρους· ἦν δ' ἀνὴρ ἀγαθὸς καὶ φίλος ὁ Ζώπυρος.
tlg
tlg0007081.xml
12
tlg/tlg0007081.xml/12
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐπεὶ δ' αὐτὸς αἰκισάμενος ἑαυτὸν ὁ Ζώπυρος καὶ τὴν ῥῖνα καὶ τὰ ὦτα περικόψας ἐξηπάτησε Βαβυλωνίους καὶ πιστευθεὶς ὑπ' αὐτῶν παρέδωκε Δαρείῳ τὴν πόλιν, πολλάκις ὁ Δαρεῖος εἶπεν οὐκ ἂν ἐθελῆσαι λαβεῖν ἑκατὸν Βαβυλῶνας ἐπὶ τῷ μὴ Ζώπυρον ἔχειν ὁλόκληρον.
tlg
tlg0007081.xml
13
tlg/tlg0007081.xml/13
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
’ὅστις ἂν χρημάτων δεηθῇ βασιλεύς, διελόντα τὸ μνημεῖον ὅσα βούλεται λαβεῖν.’ Δαρεῖος οὖν διελὼν χρήματα μὲν οὐχ εὗρε, γράμμασι δὲ ἑτέροις ἐνέτυχε τάδε φράζουσιν· ‘εἰ μὴ κακὸς ἦσθ' ἀνὴρ καὶ χρημάτων ἄπληστος, οὐκ ἂν νεκρῶν θήκας ἐκίνεις.’
tlg
tlg0007081.xml
15
tlg/tlg0007081.xml/15
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ξέρξῃ τῷ Δαρείου περὶ τῆς βασιλείας ἀμφισβητῶν ὁ ἀδελφὸς Ἀριαμένης κατέβαινεν ἐκ τῆς Βακτριανῆς· ἔπεμψεν οὖν αὐτῷ δῶρα, φράσαι κελεύσας τοὺς διδόντας ‘τούτοις σε τιμᾷ νῦν Ξέρξης ὁ ἀδελφός· ἐὰν δὲ βασιλεὺς ἀναγορευθῇ, πάντων ἔσῃ παρ' αὐτῷ μέγιστος.’ ἀποδειχθέντος
tlg
tlg0007081.xml
16
tlg/tlg0007081.xml/16
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
δὲ τοῦ Ξέρξου βασιλέως ὁ μὲν Ἀριαμένης εὐθὺς προσεκύνησε καὶ τὸ διάδημα περιέθηκεν, ὁ δὲ Ξέρξης ἐκείνῳ τὴν δευτέραν μεθ' ἑαυτὸν ἔδωκε τάξιν.
tlg
tlg0007081.xml
17
tlg/tlg0007081.xml/17
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ὀργισθεὶς δὲ Βαβυλωνίοις ἀποστᾶσι καὶ κρατήσας προσέταξεν ὅπλα μὴ φέρειν, ἀλλὰ ψάλλειν καὶ αὐλεῖν καὶ πορνοβοσκεῖν καὶ καπηλεύειν καὶ φορεῖν κολπωτοὺς χιτῶνας.
tlg
tlg0007081.xml
18
tlg/tlg0007081.xml/18
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἀττικὰς δ' ἰσχάδας οὐκ ἂν ἔφη φαγεῖν ὠνίους κομισθείσας, ἀλλ' ὅταν τὴν φέρουσαν κτήσηται χώραν.
tlg
tlg0007081.xml
19
tlg/tlg0007081.xml/19
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἕλληνας δὲ κατασκόπους ἐν τῷ στρατοπέδῳ λαβὼν οὐδὲν ἠδίκησεν, ἀλλὰ τὴν στρατιὰν ἀδεῶς ἐπιδεῖν κελεύσας ἀφῆκεν.
tlg
tlg0007081.xml
20
tlg/tlg0007081.xml/20
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἀρτοξέρξης ὁ Ξέρξου, ὁ μακρόχειρ προσαγορευθεὶς διὰ τὸ τὴν ἑτέραν χεῖρα μακροτέραν ἔχειν, ἔλεγεν ὅτι τὸ προσθεῖναι τοῦ ἀφελεῖν βασιλικώτερόν ἐστι.
tlg
tlg0007081.xml
21
tlg/tlg0007081.xml/21
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πρῶτος δὲ πρωτοβολεῖν ἐκέλευσε τῶν συγκυνηγετούντων τοὺς δυναμένους καὶ βουλομένους.
tlg
tlg0007081.xml
22
tlg/tlg0007081.xml/22
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πρῶτος δὲ τοῖς ἁμαρτάνουσι τῶν ἡγεμονικῶν τιμωρίαν ἔταξεν, ἀντὶ τοῦ τὸ σῶμα μαστιγοῦσθαι καὶ τὴν κεφαλὴν ἀποτίλλεσθαι μαστιγοῦσθαι μὲν ἀποδυσαμένων τὰ ἱμάτια, τίλλεσθαι δὲ τὴν τιάραν ἀποθεμένων
tlg
tlg0007081.xml
23
tlg/tlg0007081.xml/23
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Σατιβαρζάνην δὲ τὸν κατακοιμιστὴν αἰτούμενόν τι παρ' αὐτοῦ τῶν μὴ δικαίων αἰσθόμενος ἐπὶ τρισμυρίοις
tlg
tlg0007081.xml
24
tlg/tlg0007081.xml/24
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
δαρεικοῖς τοῦτο ποιοῦντα, προσέταξε τῷ ταμίᾳ τρισμυρίους δαρεικοὺς κομίσαι· καὶ διδοὺς αὐτῷ ‘λάβε’ εἶπεν ‘ὦ Σατιβαρζάνη· ταῦτα μὲν γὰρ δοὺς οὐκ ἔσομαι πενέστερος, ἐκεῖνα δὲ πράξας ἀδικώτερος.’
tlg
tlg0007081.xml
25
tlg/tlg0007081.xml/25
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Κῦρος ὁ νεώτερος τοὺς Λακεδαιμονίους συμμαχεῖν αὑτῷ παρακαλῶν ἔλεγε τοῦ ἀδελφοῦ καρδίαν ἔχειν βαρυτέραν καὶ πλείονα πίνειν ἄκρατον αὐτοῦ καὶ φέρειν βέλτιον· ἐκεῖνον δὲ μόλις ἐν ταῖς θήραις ἐπὶ τῶν ἵππων μένειν, ἐν δὲ τοῖς δεινοῖς μηδ' ἐπὶ τοῦ θρόνου.
tlg
tlg0007081.xml
26
tlg/tlg0007081.xml/26
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
δ' ἀποστέλλειν ἄνδρας πρὸς αὑτόν, ἐπαγγελλόμενος τοῖς μὲν πεζοῖς ἵππους δώσειν, τοῖς δὲ ἵππους ἔχουσιν ἅρματα, τοῖς δὲ χωρία κεκτημένοις κώμας, τοὺς δὲ κώμας ἔχοντας πόλεων κυρίους ποιήσειν· ἀργυρίου δὲ καὶ χρυσίου οὐκ ἀριθμὸν ἀλλὰ σταθμὸν ἔσεσθαι.
tlg
tlg0007081.xml
27
tlg/tlg0007081.xml/27
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἀρτοξέρξης ὁ τούτου μὲν ἀδελφὸς Μνήμων δὲ καλούμενος οὐ μόνον τοῖς ἐντυγχάνουσιν ἑαυτὸν ἀνέδην παρεῖχεν, ἀλλὰ καὶ τὴν γυναῖκα τὴν γνησίαν ἐκέλευσε τῆς ἁρμαμάξης τὰς αὐλαίας περιελεῖν, ὅπως οἱ δεόμενοι κατὰ τὴν ὁδὸν ἐντυγχάνωσι.
tlg
tlg0007081.xml
28
tlg/tlg0007081.xml/28
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πένητος δ' ἀνθρώπου μῆλον ὑπερφυὲς μεγέθει προσενέγκαντος αὐτῷ δεξάμενος ἡδέως ‘νὴ τὸν Μίθραν’ εἶπεν ‘οὗτός μοι δοκεῖ καὶ πόλιν ἂν ἐκ μικρᾶς μεγάλην πιστευθεὶς ἀπεργάσασθαι.’
tlg
tlg0007081.xml
29
tlg/tlg0007081.xml/29
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐν δὲ φυγῇ τινι τῆς ἀποσκευῆς αὐτοῦ διαρπαγείσης ξηρὰ σῦκα φαγὼν καὶ κρίθινον ἄρτον ‘οἵας’ εἶπεν ‘ἡδονῆς ἄπειρος ἤμην.’
tlg
tlg0007081.xml
30
tlg/tlg0007081.xml/30
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Παρύσατις ἡ Κύρου καὶ Ἀρτοξέρξου μήτηρ ἐκέλευε τὸν βασιλεῖ μέλλοντα μετὰ παρρησίας διαλέγεσθαι βυσσίνοις χρῆσθαι ῥήμασιν.
tlg
tlg0007081.xml
31
tlg/tlg0007081.xml/31
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ὀρόντης, ὁ βασιλέως Ἀρτοξέρξου γαμβρός, ἀτιμίᾳ περιπεσὼν δι' ὀργὴν καὶ καταγνωσθεὶς ἔφη, καθάπερ οἱ τῶν ἀριθμητικῶν δάκτυλοι νῦν μὲν μυριάδας νῦν δὲ μονάδα τιθέναι δύνανται, τὸ αὐτὸ καὶ τοὺς τῶν βασιλέων φίλους, νῦν μὲν τὸ πᾶν δύνασθαι νῦν δὲ τοὐλάχιστον
tlg
tlg0007081.xml
32
tlg/tlg0007081.xml/32
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Μέμνων, ὁ Ἀλεξάνδρῳ πολεμῶν ὑπὲρ Δαρείου τοῦ βασιλέως, μισθοφόρον τινὰ πολλὰ βλάσφημα καὶ ἀσελγῆ περὶ Ἀλεξάνδρου λέγοντα τῇ λόγχῃ πατάξας ‘ἐγώ σε’ εἶπε ‘τρέφω μαχούμενον, ἀλλ' οὐ λοιδορησόμενον Ἀλεξάνδρῳ.’
tlg
tlg0007081.xml
33
tlg/tlg0007081.xml/33
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Οἱ Αἰγυπτίων βασιλεῖς κατὰ νόμον ἑαυτῶν τοὺς δικαστὰς ἐξώρκιζον ὅτι, κἂν βασιλεύς τι προστάξῃ κρῖναι τῶν μὴ δικαίων, οὐ κρινοῦσι.
tlg
tlg0007081.xml
34
tlg/tlg0007081.xml/34
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πόλτυς ὁ Θρᾳκῶν βασιλεὺς ἐν τῷ Τρωϊκῷ πολέμῳ πρεσβευσαμένων πρὸς αὐτὸν ἅμα τῶν Τρώων καὶ τῶν Ἀχαιῶν ἐκέλευσε τὸν Ἀλέξανδρον ἀποδόντα τὴν Ἑλένην δύο παρ' αὐτοῦ λαβεῖν καλὰς γυναῖκας.
tlg
tlg0007081.xml
35
tlg/tlg0007081.xml/35
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τήρης ὁ Σιτάλκου πατὴρ ἔλεγεν, ὁπότε σχολάζοι καὶ μὴ στρατεύοιτο, τῶν ἱπποκόμων οἴεσθαι μηδὲν διαφέρειν.
tlg
tlg0007081.xml
36
tlg/tlg0007081.xml/36
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Φύσει δ' ὢν ὀξὺς εἰς ὀργὴν καὶ πικρὸς τῶν ἁμαρτανόντων ἐν ταῖς διακονίαις κολαστής, σκεύη ποτὲ κεραμεᾶ ξένου κομίσαντος εὔθραυστα καὶ λεπτά, πιθανῶς δὲ καὶ περιττῶς εἰργασμένα γλυφαῖς τισι καὶ τορείαις, τῷ μὲν ξένῳ ἔδωκε δῶρα, τὰ δὲ σκεύη πάντα συνέτριψεν, ‘ὅπως’ εἰπὼν ‘μὴ δι' ὀργὴν πικρότερον κολάζω τοὺς συντρίβοντας....
tlg
tlg0007081.xml
38
tlg/tlg0007081.xml/38
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἰδάνθυρσος ὁ Σκυθῶν βασιλεύς, ἐφ' ὃν διέβη Δαρεῖος, ἔπειθε τοὺς Ἰώνων τυράννους τὸ τοῦ Ἴστρου ζεῦγμα λύσαντας ἀπαλλάττεσθαι· μὴ βουληθέντας δὲ διὰ τὴν πρὸς Δαρεῖον πίστιν ἀνδράποδα χρηστὰ καὶ ἄδραστα ἐκάλει.
tlg
tlg0007081.xml
39
tlg/tlg0007081.xml/39
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἀντέας ἔγραφε πρὸς τὸν Φίλιππον ‘σὺ μὲν ἄρχεις Μακεδόνων ἀνθρώποις μεμαθηκότων πολεμεῖν· ἐγὼ δὲ Σκυθῶν, οἳ καὶ λιμῷ καὶ δίψει μάχεσθαι δύνανται.’
tlg
tlg0007081.xml
40
tlg/tlg0007081.xml/40
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τοὺς δὲ πρέσβεις τοῦ Φιλίππου ψήχων τὸν ἵππον ἠρώτησεν, εἰ τοῦτο ποιεῖ Φίλιππος· τῶν δ' εἰπόντων ‘οὔ’ ‘καὶ πῶς δύναταί’ φησι ‘πόλεμον ἄρασθαι κατ' ἐμοῦ;’
tlg
tlg0007081.xml
41
tlg/tlg0007081.xml/41
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
θαυμαζόντων δὲ τῶν ἄλλων αὐτὸς ὤμοσεν ἥδιον ἀκούειν τοῦ ἵππου χρεμετίζοντος.
tlg
tlg0007081.xml
43
tlg/tlg0007081.xml/43
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Σκιλοῦρος ὁ ὀγδοήκοντα παῖδας ἄρρενας ἀπολιπὼν ἐπεὶ τελευτᾶν ἔμελλε, δέσμην ἀκοντίων ἑκάστῳ προτείνων ἐκέλευσε καταθραῦσαι· πάντων δ' ἀπαγορευσάντων, ἓν καθ' ἓν αὐτὸς ἐξελὼν ἀκόντιον ἅπαντα ῥᾳδίως συνέκλασε, διδάσκων ἐκείνους ὅτι συνεστῶτες ἰσχυροὶ διαμενοῦσιν, ἀσθενεῖς δ' ἔσονται διαλυθέντες καὶ στασιάσαντες.
tlg
tlg0007081.xml
44
tlg/tlg0007081.xml/44
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Γέλων ὁ τύραννος, ὅτε Καρχηδονίους πρὸς Ἱμέρᾳ κατεπολέμησεν, εἰρήνην ποιούμενος πρὸς αὐτοὺς ἠνάγκασεν ἐγγράψαι ταῖς ὁμολογίαις ὅτι καὶ τὰ τέκνα παύσονται τῷ Κρόνῳ καταθύοντες.
tlg
tlg0007081.xml
45
tlg/tlg0007081.xml/45
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐξῆγε δὲ πολλάκις τοὺς Συρακοσίους ὡς ἐπὶ στρατείαν κατὰ φυτείαν, ὅπως ἥ τε χώρα βελτίων γένηται γεωργουμένη καὶ μὴ χείρονες αὐτοὶ σχολάζοντες.
tlg
tlg0007081.xml
46
tlg/tlg0007081.xml/46
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Αἰτῶν δὲ χρήματα τοὺς πολίτας, ἐπεὶ ἐθορύβησαν, αἰτεῖν εἶπεν ὡς ἀποδώσων, καὶ ἀπέδωκε μετὰ τὸν πόλεμον.
tlg
tlg0007081.xml
47
tlg/tlg0007081.xml/47
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
τῶν ἄλλων ἐφεξῆς καὶ ᾀδόντων, αὐτὸς τὸν ἵππον εἰσαγαγεῖν κελεύσας ἐλαφρῶς καὶ ῥᾳδίως ἀνεπήδησεν ἐπ' αὐτόν.
tlg
tlg0007081.xml
49
tlg/tlg0007081.xml/49
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἱέρων ὁ μετὰ Γέλωνα τύραννος ἔλεγε μηδένα τῶν παρρησιαζομένων πρὸς αὐτὸν ἄκαιρον εἶναι.
tlg
tlg0007081.xml
50
tlg/tlg0007081.xml/50
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τοὺς δ' ἀπόρρητον λόγον ἐκφέροντας ἀδικεῖν ᾤετο καὶ πρὸς οὓς ἐκφέρουσι· μισοῦμεν γὰρ οὐ μόνον τοὺς ἐκφέροντας ἀλλὰ καὶ τοὺς ἀκούσαντας ἃ μὴ βουλόμεθα.
tlg
tlg0007081.xml
51
tlg/tlg0007081.xml/51
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Λοιδορηθεὶς δὲ ὑπό τινος εἰς τὴν δυσωδίαν τοῦ στόματος ᾐτιᾶτο τὴν γυναῖκα μηδέποτε περὶ τούτου φράσασαν· ἡ δ' εἶπεν ‘ᾤμην γὰρ τοιοῦτον ἅπαντας τοὺς ἄνδρας ὄζειν.’
tlg
tlg0007081.xml
52
tlg/tlg0007081.xml/52
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πρὸς δὲ Ξενοφάνην τὸν Κολοφώνιον εἰπόντα μόλις οἰκέτας δύο τρέφειν ‘ἀλλ' Ὅμηρος’ εἶπεν, ‘ὃν σὺ διασύρεις, πλείονας ἢ μυρίους τρέφει τεθνηκώς.’
tlg
tlg0007081.xml
53
tlg/tlg0007081.xml/53
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐπίχαρμον δὲ τὸν κωμῳδοποιόν, ὅτι τῆς γυναικὸς αὐτοῦ παρούσης εἶπέ τι τῶν ἀπορρήτων, ἐζημίωσε.
tlg
tlg0007081.xml
54
tlg/tlg0007081.xml/54
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Διονύσιος ὁ πρεσβύτερος, κληρουμένων κατὰ γράμμα τῶν δημηγορούντων, ὡς ἔλαχε τὸ Μ, πρὸς τὸν εἰπόντα ‘μωρολογήσεις, Διονύσιε’ ‘μοναρχήσω μὲν οὖν’ εἶπε, καὶ δημηγορήσας εὐθὺς ᾑρέθη στρατηγὸς ὑπὸ τῶν Συρακοσίων.
tlg
tlg0007081.xml
55
tlg/tlg0007081.xml/55
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐπεὶ δ' ἐν ἀρχῇ τῆς τυραννίδος ἐπολιορκεῖτο συστάντων ἐπ' αὐτὸν τῶν πολιτῶν, οἱ μὲν φίλοι συνεβούλευον ἀπαλλαγῆναι τῆς ἀρχῆς, εἰ μὴ βούλεται κρατηθεὶς ἀποθανεῖν· ὁ δὲ βοῦν ἰδὼν σφαττόμενον ὑπὸ μαγείρου καὶ πίπτοντα ταχέως ‘εἶτα οὐκ ἀεικές ἐστιν’ εἶπεν ‘οὕτω βραχὺν ὄντα τὸν θάνατον φοβηθέντας ἡμᾶς ἀρχὴν ἐγκαταλιπεῖν τηλ...
tlg
tlg0007081.xml
56
tlg/tlg0007081.xml/56
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τὸν δὲ υἱὸν αἰσθόμενος, ᾧ τὴν ἀρχὴν ἀπολείπειν ἔμελλεν, ἀνδρὸς ἐλευθέρου διαφθείραντα γύναιον, ἠρώτησε μετ' ὀργῆς, τί τοιοῦτον αὐτῷ σύνοιδεν.
tlg
tlg0007081.xml
57
tlg/tlg0007081.xml/57
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
εἰπόντος δὲ τοῦ νεανίσκου ‘σὺ γὰρ οὐκ εἶχες πατέρα τύραννον’
tlg
tlg0007081.xml
57
tlg/tlg0007081.xml/57
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
’οὐδὲ σύ’ εἶπεν ‘υἱὸν ἕξεις, ἐὰν μὴ παύσῃ ταῦτα ποιῶν.’
tlg
tlg0007081.xml
58
tlg/tlg0007081.xml/58
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πάλιν δὲ πρὸς αὐτὸν εἰσελθὼν καὶ θεασάμενος ἐκπωμάτων χρυσῶν καὶ ἀργυρῶν πλῆθος ἀνεβόησεν ‘οὐκ ἔστιν ἐν σοὶ τύραννος, ὃς ἀφ' ὧν λαμβάνεις ἀπ' ἐμοῦ ποτηρίων τοσούτων φίλον οὐδένα σεαυτῷ πεποίηκας.’
tlg
tlg0007081.xml
59
tlg/tlg0007081.xml/59
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Χρήματα δ' εἰσπράσσων τοὺς Συρακοσίους, εἶτα ὁρῶν ὀδυρομένους καὶ δεομένους καὶ λέγοντας ὡς οὐκ ἔχουσιν, ἐκέλευσεν ἕτερα πράττειν, καὶ δὶς ἢ τρὶς τοῦτο ἐποίησεν· ἐπεὶ δὲ προστάξας πλείονα γελᾶν ἤκουσεν αὐτοὺς καὶ σκώπτειν ἐν ἀγορᾷ περιιόντας, ἐκέλευσε παύσασθαι ‘νῦν γὰρ οὐδὲν ἔχουσιν’ εἶπεν, ‘ὅτε καταφρονοῦσιν ἡμῶν.’
tlg
tlg0007081.xml
60
tlg/tlg0007081.xml/60
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τῆς δὲ μητρὸς αὐτοῦ παρήλικος μὲν οὔσης δοθῆναι δ' ἀνδρὶ βουλομένης ἔφη τοὺς μὲν τῆς πόλεως βιάσασθαι νόμους δύνασθαι τοὺς δὲ τῆς φύσεως μὴ δύνασθαι.
tlg
tlg0007081.xml
61
tlg/tlg0007081.xml/61
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πικρῶς δὲ τοὺς ἄλλους κακούργους κολάζων ἐφείδετο τῶν λωποδυτῶν, ὅπως παύσωνται οἱ Συρακόσιοι τοῦ δειπνεῖν καὶ μεθύσκεσθαι μετ' ἀλλήλων.
tlg
tlg0007081.xml
62
tlg/tlg0007081.xml/62
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ξένου δέ τινος ἰδίᾳ φράσειν φάσκοντος αὐτῷ καὶ διδάξειν, ὅπως προειδῇ τοὺς ἐπιβουλεύοντας, ἐκέλευσεν εἰπεῖν· ἐπεὶ δὲ προσελθών ‘
tlg
tlg0007081.xml
63
tlg/tlg0007081.xml/63
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
δός’ εἶπε ‘μοι τάλαντον, ἵνα δόξῃς ἀκηκοέναι τὰ σημεῖα τῶν ἐπιβουλευόντων’, ἔδωκε προσποιούμενος ἀκηκοέναι καὶ ἐθαύμαζε τὴν μέθοδον τοῦ ἀνθρώπου.
tlg
tlg0007081.xml
64
tlg/tlg0007081.xml/64
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πρὸς δὲ τὸν πυθόμενον, εἰ σχολάζοι, ‘μηδέποτε’ εἶπεν ‘ἐμοὶ τοῦτο συμβαίη.’
tlg
tlg0007081.xml
65
tlg/tlg0007081.xml/65
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Δύο δ' ἀκούσας νεανίσκους πολλὰ βλάσφημα περὶ αὐτοῦ καὶ τῆς τυρρανίδος εἰρηκέναι παρὰ πότον, ἀμφοτέρους ἐκάλεσεν ἐπὶ δεῖπνον· ὁρῶν δὲ τὸν μὲν παροινοῦντα καὶ ληροῦντα πολλά, τὸν δὲ σπανίως καὶ μετ' εὐλαβείας ταῖς πόσεσι χρώμενον, ἐκεῖνον μὲν ἀπέλυσεν ὡς φύσει παροινήσαντα καὶ διὰ μέθην κακολογήσαντα,
tlg
tlg0007081.xml
66
tlg/tlg0007081.xml/66
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Αἰτιωμένων δέ τινων ὅτι τιμᾷ καὶ προάγεται πονηρὸν ἄνθρωπον καὶ δυσχεραινόμενον ὑπὸ τῶν πολιτῶν ‘ἀλλὰ καὶ βούλομαι’ εἶπεν ‘εἶναι τὸν ἐμοῦ μᾶλλον μισούμενον.’
tlg
tlg0007081.xml
68
tlg/tlg0007081.xml/68
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐπεὶ δὲ Κορινθίων πρέσβεις δῶρα διδόντος αὐτοῦ παρῃτοῦντο διὰ τὸν νόμον, ὃς οὐκ εἴα δῶρα λαμβάνειν παρὰ δυνάστου πρεσβεύοντας, δεινόν ἔφη πρᾶγμα ποιεῖν αὐτούς, ὃ μόνον αἱ τυρρανίδες ἔχουσιν ἀγαθὸν ἀναιροῦντας καὶ διδάσκοντας, ὅτι καὶ τὸ εὖ παθεῖν ὑπὸ τυράννου φοβερόν ἐστιν.
tlg
tlg0007081.xml
69
tlg/tlg0007081.xml/69
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἀκούσας δέ τινα τῶν πολιτῶν χρυσίον ἔχειν οἴκοι κατορωρυγμένον ἐκέλευσεν ἀνενεγκεῖν πρὸς αὐτόν·
tlg
tlg0007081.xml
70
tlg/tlg0007081.xml/70
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
ἐπεὶ δὲ παρακλέψας ὀλίγον ὁ ἄνθρωπος καὶ μεταστὰς εἰς ἑτέραν πόλιν ἐωνήσατο χωρίον, μεταπεμψάμενος αὐτὸν ἐκέλευσε πᾶν ἀπολαβεῖν, ἠργμένον χρῆσθαι τῷ πλούτῳ καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον.
tlg
tlg0007081.xml
71
tlg/tlg0007081.xml/71
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ὁ δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ δι' ἐκείνων θαυμάζεσθαι βουλόμενος.
tlg
tlg0007081.xml
72
tlg/tlg0007081.xml/72
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν ἐξελέγχειν ‘ἀμέλει τοῖς λόγοις’ εἶπεν ‘ἐγὼ δέ σε τοῖς ἔργοις ἐλέγχω·
tlg
tlg0007081.xml
73
tlg/tlg0007081.xml/73
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐκπεσὼν δὲ τῆς ἀρχῆς πρὸς μὲν τὸν εἰπόντα ‘τί σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε;’ ‘τὸ τηλικαύτην’ ἔφη ‘τύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν.’
tlg
tlg0007081.xml
75
tlg/tlg0007081.xml/75
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐρωτηθεὶς δὲ πῶς ὁ μὲν πατὴρ αὐτοῦ πένης ὢν καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακοσίων ἀρχήν, αὐτὸς δὲ ἔχων καὶ τυράννου παῖς ὢν πῶς ἀπέβαλεν, ‘ὁ μὲν πατήρ’ ἔφη ‘μισουμένης δημοκρατίας ἐνέπεσε τοῖς πράγμασιν, ἐγὼ δὲ φθονουμένης τυραννίδος.’
tlg
tlg0007081.xml
76
tlg/tlg0007081.xml/76
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ὑπ' ἄλλου δὲ τὸ αὐτὸ τοῦτο ἐρωτηθείς ‘ὁ πατήρ’ ἔφη ‘μοι τὴν τυραννίδα τὴν ἑαυτοῦ κατέλιπεν, οὐ τὴν τύχην.’
tlg
tlg0007081.xml
77
tlg/tlg0007081.xml/77
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἀγαθοκλῆς υἱὸς ἦν κεραμέως· γενόμενος δὲ κύριος Σικελίας καὶ βασιλεὺς ἀναγορευθεὶς εἰώθει κεραμεᾶ ποτήρια τιθέναι παρὰ τὰ χρυσᾶ καὶ τοῖς νέοις ἐπιδεικνύμενος λέγειν ὅτι τοιαῦτα ποιῶν πρότερον νῦν ταῦτα ποιεῖ διὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἀνδρείαν.
tlg
tlg0007081.xml
78
tlg/tlg0007081.xml/78
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πολιορκοῦντος δὲ πόλιν αὐτοῦ τῶν ἀπὸ τοῦ τείχους τινὲς ἐλοιδοροῦντο λέγοντες ὅτι ‘ὦ κεραμεῦ, τὸν μισθὸν πόθεν ἀποδώσεις τοῖς στρατιώταις;’ ὁ δὲ πράως καὶ μειδιῶν εἶπεν ‘αἴκα ταύταν ἕλω.’ λαβὼν δὲ κατὰ κράτος ἐπίπρασκε τοὺς αἰχμαλώτους λέγων ‘ἐάν με πάλιν λοιδορῆτε, πρὸς τοὺς κυρίους ὑμῶν ἔσται μοι ὁ λόγος.’
tlg
tlg0007081.xml
79
tlg/tlg0007081.xml/79
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐγκαλούντων δὲ τοῖς ναύταις αὐτοῦ τῶν Ἰθακησίων, ὅτι τῇ νήσῳ προσβαλόντες τῶν θρεμμάτων τινὰ ἀπέσπασαν, ‘ὁ δὲ ὑμέτερος’ ἔφη ‘βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς οὐ μόνον τὰ πρόβατα λαβὼν ἀλλὰ καὶ τὸν ποιμένα προσεκτυφλώσας ἀπῆλθε.’
tlg
tlg0007081.xml
80
tlg/tlg0007081.xml/80
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Δίων ὁ Διονύσιον ἐκβαλὼν ἐκ τῆς τυραννίδος, ἀκούσας ἐπιβουλεύειν αὐτῷ Κάλλιππον, ᾧ μάλιστα τῶν φίλων καὶ ξένων ἐπίστευεν, οὐχ ὑπέμεινεν ἐλέγξαι, βέλτιον εἶναι φήσας ἀποθανεῖν
tlg
tlg0007081.xml
81
tlg/tlg0007081.xml/81
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
ἢ ζῆν μὴ μόνον τοὺς πολεμίους ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον.
tlg
tlg0007081.xml
82
tlg/tlg0007081.xml/82
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἀρχέλαος αἰτηθεὶς παρὰ πότον ποτήριον χρυσοῦν ὑπό τινος τῶν συνήθων οὐ μὴν ἐπιεικῶν ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι· θαυμάσαντος δὲ τοῦ ἀνθρώπου, ‘σὺ μὲν γάρ’ εἶπεν ‘αἰτεῖν, οὗτος δὲ λαμβάνειν ἄξιός ἐστι καὶ μὴ αἰτῶν.’
tlg
tlg0007081.xml
83
tlg/tlg0007081.xml/83
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἀδολέσχου δὲ κουρέως ἐρωτήσαντος αὐτὸν ‘πῶς σε κείρω;’ ‘σιωπῶν’ ἔφη.
tlg
tlg0007081.xml
84
tlg/tlg0007081.xml/84
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τοῦ δ' Εὐριπίδου τὸν καλὸν Ἀγάθωνα περιλαμβάνοντος ἐν τῷ συμποσίῳ καὶ καταφιλοῦντος ἤδη γενειῶντα, πρὸς τοὺς φίλους εἶπε ‘μὴ θαυμάσητε·
tlg
tlg0007081.xml
85
tlg/tlg0007081.xml/85
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐπεὶ δὲ Τιμόθεος ὁ κιθαρῳδὸς ἐλπίσας πλείονα λαβὼν δ' ἐλάττονα δῆλος ἦν ἐγκαλῶν αὐτῷ καί ποτ' ᾄδων τουτὶ τὸ κομμάτιον ‘σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς’ ἀπεσήμαινεν εἰς ἐκεῖνον, ὑπέκρουσεν ὁ Ἀρχέλαος αὐτῷ ‘σὺ δέ γε αἰτεῖς.’
tlg
tlg0007081.xml
87
tlg/tlg0007081.xml/87
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ὕδωρ δέ τινος αὐτοῦ κατασκεδάσαντος ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τὸν ἄνθρωπον ‘ἀλλ' οὐκ ἐμοῦ’ φησίν ‘ἀλλ' ἐκείνου κατεσκέδασεν, ὃν ἔδοξεν ἐμὲ εἶναι.’
tlg
tlg0007081.xml
88
tlg/tlg0007081.xml/88
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Φίλιππον τὸν Ἀλεξάνδρου πατέρα Θεόφραστος ἱστόρηκεν οὐ μόνον μεταξὺ τῶν βασιλέων, ἀλλὰ καὶ τῇ τύχῃ καὶ τῷ τρόπῳ μείζονα γενέσθαι καὶ μετριώτερον.
tlg
tlg0007081.xml
89
tlg/tlg0007081.xml/89
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἀθηναίους μὲν οὖν μακαρίζειν ἔλεγεν, εἰ καθ' ἕκαστον ἐνιαυτὸν αἱρεῖσθαι δέκα στρατηγοὺς εὑρίσκουσιν· αὐτὸς γὰρ ἐν πολλοῖς ἔτεσιν ἕνα μόνον στρατηγὸν εὑρηκέναι, Παρμενίωνα.
tlg
tlg0007081.xml
90
tlg/tlg0007081.xml/90
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Πολλῶν δὲ κατορθωμάτων αὐτῷ καὶ καλῶν ἐν μιᾷ ἡμέρᾳ προσαγγελθέντων, ‘ὦ τύχη’ εἶπε, ‘μικρόν τι μοι κακὸν ἀντὶ τῶν τοσούτων καὶ τηλικούτων ἀγαθῶν ποίησον.’
tlg
tlg0007081.xml
91
tlg/tlg0007081.xml/91
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Ἐπεὶ δὲ νικήσαντι τοὺς Ἕλληνας αὐτῷ συνεβούλευον ἔνιοι φρουραῖς τὰς πόλεις κατέχειν,
tlg
tlg0007081.xml
92
tlg/tlg0007081.xml/92
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
ἔφη μᾶλλον πολὺν χρόνον ἐθέλειν χρηστὸς ἢ δεσπότης ὀλίγον καλεῖσθαι
tlg
tlg0007081.xml
93
tlg/tlg0007081.xml/93
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τὸν δὲ λοίδορον ἐξελάσαι τῶν φίλων κελευόντων οὐκ ἔφη ποιήσειν, ἵνα μὴ περιιὼν ἐν πλείοσι κακῶς λέγοι.
tlg
tlg0007081.xml
94
tlg/tlg0007081.xml/94
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Σμικύθου δὲ Νικάνορα διαβάλλοντος ὡς ἀεὶ κακῶς λέγοντα τὸν Φίλιππον καὶ τῶν ἑταίρων οἰομένων δεῖν μεταπέμπεσθαι καὶ κολάζειν, ‘ἀλλὰ μήν’ ἔφη ‘Νικάνωρ οὐ φαυλότατός ἐστι Μακεδόνων· ἐπισκεπτέον οὖν μή τι γίνεται παρ' ἡμᾶς.’ ὡς οὖν ἔγνω τὸν Νικάνορα θλιβόμενον ἰσχυρῶς ὑπὸ πενίας ἠμελημένον δὲ ὑπ' αὐτοῦ, προσέταξε δωρεάν τ...
tlg
tlg0007081.xml
95
tlg/tlg0007081.xml/95
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
πάλιν οὖν τοῦ Σμικύθου λέγοντος ὅτι θαυμαστὰ περὶ αὐτοῦ πρὸς ἅπαντας ἐγκώμια λέγων ὁ Νικάνωρ διατελεῖ, ‘ὁρᾶτε οὖν’ εἶπεν ‘ὅτι παρ' ἡμᾶς αὐτούς ἐστι καὶ τὸ καλῶς καὶ τὸ κακῶς ἀκούειν.’
tlg
tlg0007081.xml
96
tlg/tlg0007081.xml/96
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τοῖς δὲ τῶν Ἀθηναίων δημαγωγοῖς ἔφη χάριν ἔχειν, ὅτι λοιδοροῦντες αὐτὸν βελτίονα ποιοῦσι καὶ τῷ λόγῳ καὶ τῷ ἤθει· ‘πειρῶμαι γὰρ αὐτοὺς ἅμα καὶ τοῖς λόγοις καὶ τοῖς ἔργοις ψευδομένους ἐλέγχειν.’
tlg
tlg0007081.xml
97
tlg/tlg0007081.xml/97
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τῶν δ' Ἀθηναίων, ὅσοι περὶ Χαιρώνειαν ἑάλωσαν, ἀφεθέντων ὑπ' αὐτοῦ δίχα λύτρων, τὰ δὲ ἱμάτια καὶ
tlg
tlg0007081.xml
98
tlg/tlg0007081.xml/98
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
στρώματα προσαπαιτούντων καὶ τοῖς Μακεδόσιν ἐγκαλούντων, γελάσας ὁ Φίλιππος εἶπεν ‘οὐ δοκοῦσιν ὑμῖν Ἀθηναῖοι νομίζειν ἐν ἀστραγάλοις ὑφ' ἡμῶν νενικῆσθαι;’
tlg
tlg0007081.xml
99
tlg/tlg0007081.xml/99
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τῆς δὲ κλειδὸς αὐτῷ κατεαγείσης ἐν πολέμῳ καὶ τοῦ θεραπεύοντος ἰατροῦ πάντως τι καθ' ἡμέραν αἰτοῦντος, ‘λάμβανε’ ἔφη ‘ὅσα βούλει· τὴν γὰρ κλεῖν ἔχεις.’
tlg
tlg0007081.xml
100
tlg/tlg0007081.xml/100
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Δυεῖν δ' ἀδελφῶν, Ἀμφοτεροῦ καὶ Ἑκατεροῦ, τὸν μὲν Ἑκατερὸν ἔμφρονα καὶ πρακτικὸν ὁρῶν, τὸν δ' Ἀμφοτερὸν εὐήθη καὶ ἀβέλτερον, ἔφη τὸν μὲν Ἑκατερὸν ἀμφότερον εἶναι, τὸν δ' Ἀμφοτερὸν οὐδέτερον.
tlg
tlg0007081.xml
101
tlg/tlg0007081.xml/101
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Τοὺς δὲ συμβουλεύοντας αὐτῷ πικρῶς χρῆσθαι τοῖς Ἀθηναίοις ἀτόπους ἔλεγεν εἶναι, κελεύοντας ἄνθρωπον ὑπὲρ δόξης πάντα ποιοῦντα καὶ πάσχοντα ἀποβαλεῖν τὸ τῆς δόξης θέατρον.
tlg
tlg0007081.xml
102
tlg/tlg0007081.xml/102
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
Γενόμενος δὲ κριτὴς δυεῖν πονηρῶν ἐκέλευσε τὸν μὲν φεύγειν ἐκ Μακεδονίας τὸν δὲ ἕτερον διώκειν.
tlg
tlg0007081.xml
103
tlg/tlg0007081.xml/103
Regum et imperatorum apophthegmata [Sp.?] (172b-208a)
unknown
grc
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
11