text
stringlengths
1
2.82k
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΩΜΑΛΟΥ ΔΥΣΚΡΑΣΙΑΣ ΒΙΒΛΙΟΝ Ἀνώμαλος δυσκρασία γίνεται μὲν καὶ καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα ἐνίοτε, καθάπερ ἔν τε τοῖς ἀνὰ σάρκα λεγομένοις ὑδέροις, καὶ τοῖς ἠπιάλοις καλουμένοις πυρετοῖς, καὶ σχεδὸν ἅπασι τοῖς ἄλλοις, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων·
γίνεται δὲ καὶ καθ’ ἓν ὁτιοῦν μόριον, οἰδισκόμενον, ἢ φλεγμαῖνον, ἢ γαγγραινόμενον, ἢ ἐρυσιπελατούμενον, ἢ καρκινούμενον.
τούτου δὲ τοῦ γένους καὶ ὁ καλούμενος ἐλέφας καὶ ἡ φαγέδαινα καὶ ὁ ἕρπης.
ἀλλὰ ταῦτα μὲν ἅπαντα μετὰ ῥευμάτων·
ἄνευ δ’ ὕλης ἐπιῤῥύτου, μόναις ταῖς ποιότησιν ἀλλοιουμένων τῶν μορίων, ἀνώμαλοι γίνονται δυσκρασίαι, ψυχθέντων, ἢ ἐκκαυθέντων, ἢ γυμνασαμένων ἐπὶ πλέον, ἢ ἀργησάντων, ἤ τι τοιοῦτον ἕτερον παθόντων.
οὐ μὴν ἀλλὰ κᾀκ τῶν ἔξωθεν προσπιπτόντων ἀνώμαλοι δυσκρασίαι τοῖς σώμασιν ἡμῶν πλείονες ἐγγίνονται, θερμαινομένοις, ἢ ψυχομένοις, ἢ ξηραινομένοις, ἢ ὑγραινομένοις.
ἁπλαῖ μὲν γὰρ αὗται, καθότι κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείκνυτο·
σύνθετοι δὲ ἐξ αὐτῶν εἰσιν ἕτεραι τέσσαρες, ἢ θερμαινομένων ἅμα καὶ ξηραινομένων, ἢ ψυχομένων τε ἅμα καὶ ὑγραινομένων, ψυχομένων τε ἅμα καὶ ξηραινομένων, ἢ θερμαινομένων τε ἅμα καὶ ὑγραινομένων.
ὅτι δ’ αἱ τοιαῦται δυσκρασίαι διαφέρουσι τῶν ὁμαλῶν τῷ μὴ κατὰ πάντα τὰ μόρια τοῦ δυσκράτως διακειμένου σώματος ὡσαύτως ὑπάρχειν, ἄντικρυς δῆλον.
ὅστις οὖν ὁ τρόπος τῆς γενέσεώς ἐστιν ἁπάσαις ταῖς ἀνωμάλοις δυσκρασίαις, ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν.
ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, ἀναμνῆσαι χρὴ πάντων τοῦ σώματος μορίων, ἀρξάμενον ἀπὸ τῶν μεγίστων, ἃ δὴ καὶ τοῖς ἰδιώταις γινώσκεται.
χεῖρας γάρ τοι καὶ πόδας καὶ γαστέρα καὶ θώρακα καὶ κεφαλὴν οὐκ ἔστιν ὃς ἀγνοεῖ.
Τεμνέσθω δὲ πάλιν ὑφ’ ἡμῶν ἓν ὁτιοῦν ἐξ αὐτῶν εἰς τὰ προσεχῆ καλούμενα μόρια, σκέλος μὲν εἰ τύχῃ εἰς μηρὸν καὶ κνήμην καὶ πόδα, χεὶρδ’ αὖ εἰς βραχίονά τε καὶ πῆχυν καὶ ἄκραν χεῖρα·
καὶ μὲν δὴ καὶ ἄκρας χειρὸς οἰκεῖα μόρια καρπὸς καὶ μετακάρπιον καὶ δάκτυλοι·
δακτύλων δ’ αὖ πάλιν ὀστᾶ καὶ χόνδροι καὶ σύνδεσμοι καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες τε καὶ σάρκες καὶ τένοντες, ὄνυχές τε καὶ δέρμα καὶ πιμελή·
ταῦτα δ’ οὐκέτ’ ἐγχωρεῖ τέμνειν εἰς ἕτερον εἶδος, ἀλλ’ ἔστιν ὁμοιομερῆ τε καὶ πρῶτα, πλὴν ἀρτηριῶν τε καὶ φλεβῶν·
αὗται γὰρ ἐξ ἰνῶν τε καὶ ὑμένων σύγκεινται, καθ’ ὃ κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐλέγετο.
καὶ μὲν δὴ καὶ ὡς χῶραι πολλαὶ μεταξὺ τῶν εἰρημένων ὁμοιομερῶν τε καὶ πρώτων μορίων ὑπάρχουσι, καὶ τούτων ἔτι πλείους τε καὶ μείζους ἐν τῷ μέσῳ τῶν ὀργανικῶν τε καὶ συνθέτων, ἐνίοτε δὲ καὶ καθ’ ἓν ὁτιοῦν ὁμοιομερὲς μόριον, ὡς ἐν ὀστῷ καὶ δέρματι·
καὶ περὶ τούτων ἁπάντων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται.
τὰ μὲν οὖν μαλακὰ τῶν σωμάτων ἀλλήλοις ἐπιπίπτοντα τὰς μεταξὺ χώρας ἀδήλους ἐργάζεται πρὸς τὴν αἴσθησιν·
ὅσα δὲ σκληρὰ καὶ ξηρὰ, πάνυ φωράσαις αὐτῶν αἰσθήσει τὰ διαλείμματα, καθάπερ ἐν ὀστοῖς τὰς σήραγγας.
ἔχουσι δὲ αὗται κατὰ φύσιν ἐν ἑαυταῖς ὑγρὸν παχὺ καὶ λευκὸν εἰς θρέψιν τοῖς ὀστοῖς παρεσκευασμένον.
οἱ δὲ ἐν τῷ δέρματι πόροι καθ’ ὅν τινα γίγνονται τρόπον, ἐν τοῖς περὶ κράσεων εἴρηται.
ταυτὶ μὲν οὖν ἀναγκαῖον ἦν ἀναμνῆσαι σαφηνείας ἕνεκεν τῶν μελλόντων λεχθήσεσθαι.
περὶ δὲ τῆς ἀνωμάλου δυσκρασίας ἤδη ῥητέον, ὁποία τέ τις ἡ φύσις αὐτῆς ἐστι καὶ ὅσοι τρόποι γενέσεως.
ὅτι μὲν δὴ μία κρᾶσις οὐκ ἔστιν ἐν ἅπασι τοῖς μέρεσι τοῦ πεπονθότος οὕτω σώματος, ἔμπροσθεν εἴρηται.
ἀλλὰ τοῦτο μὲν ἁπάσης ἀνωμάλου δυσκρασίας κοινόν·
αἱ διαφοραὶ δὲ ταῖς τῶν πεπονθότων σωμάτων ἕπονται φύσεσιν.
ἄλλως μὲν γὰρ ἡ ἁπλῆ σὰρξ, ἄλλως δὲ ὁ σύμπας μῦς εἰς ἀνώμαλον ἀφικνεῖται κρᾶσιν.
Αὐτίκα γέ τοι ῥεύματος θερμοῦ κατασκήψαντος εἰς μῦν, πρῶτον μὲν αἱ μείζους ἀρτηρίαι καὶ φλέβες ἐμπίπλανταί τε καὶ διατείνονται, μετὰ ταῦτα δὲ αἱ μικρότεραι, καὶ τοῦτο γίνεται μέχρι τῶν σμικροτάτων·
ἐν αἷς ὅταν ἰσχυρῶς σφηνωθῇ καὶ μηκέτι στέγηται τὸ ῥεῦμα, τὸ μέν τι κατὰ τὸ στόμα, τὸ δέ τι καὶ διὰ τῶν χιτώνων αὐτῶν διηθεῖται πρὸς τὸ ἐκτός·
κᾀν τούτῳ πίμπλανται ῥεύματος αἱ μεταξὺ χῶραι τῶν πρώτων σωμάτων, ὥστε καὶ θερμαίνεσθαι καὶ περικλύζεσθαι πανταχόθεν ὑπὸ τῆς ὑγρότητος ἅπαντα.
τὰ νεῦρα δέ ἐστι ταῦτα καὶ ὑμένες καὶ σύνδεσμοι καὶ σάρκες αὐταί.
πρὸ δὲ τούτων αἱ ἀρτηρίαι καὶ φλέβες, αἳ δὴ καὶ πρώτως καὶ μάλιστα ποικίλως ὀδυνῶνται.
καὶ γὰρ ἔνδοθεν ὑπὸ τοῦ ῥεύματος θερμαίνονταί τε καὶ διατείνονται καὶ διασπῶνται, κᾀκ τῶν ἔξωθεν θερμαίνονται ἅμα καὶ θλίβονται καὶ βαρύνονται·
τὰ δ’ ἄλλα μόρια, τὰ μὲν ἐν τῷ θερμαίνεσθαι μόνον ἢ θλίβεσθαι, τὰ δὲ τῷ συναμφοτέρῳ κάμνει.
καὶ καλεῖται μὲν τὸ νόσημα φλεγμονὴ, δυσκρασία δέ ἐστιν ἀνώμαλος τοῦ μυός.
τὸ μὲν γὰρ αἷμα τὸ κατ’ αὐτὸν ἤδη ζέει·
συνεκθερμαίνει δὲ αὐτῷ πρώτους μὲν καὶ μάλιστα τοὺς χιτῶνας τῶν ἀρτηριῶν καὶ φλεβῶν·
ἤδη δὲ καὶ τὰ ἐκτὸς αὐτῶν, οἷς περικέχυται, πάντα.
καὶ δυοῖν γε θάτερον ἀναγκαῖον ἀπαντῆσαι·
νικήσαντος μὲν τοῦ ῥεύματος, φθορὰν γίνεσθαι τῶν νικηθέντων σωμάτων·
νικηθέντος δὲ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῷ μυΐ.
καὶ δὴ νικάσθω πρότερον τὸ ῥεῦμα, βέλτιον γὰρ ἀπὸ τῶν κρειττόνων ἄρχεσθαι, διττὸς ἐν τούτῳ τρόπος ἔσται τῆς ἰάσεως, ἢ διαφορηθέντος ἅπαντος τοῦ κατασκήψαντος ὑγροῦ, ἢ πεφθέντος.
ἀλλ’ ἡ μὲν διαφόρησις εὐκταιοτάτη τῶν ἰάσεών ἐστι·
τῇ πέψει δὲ ἕπεται δύο ταῦτ’ ἐξ ἀνάγκης, πύου γένεσις καὶ ἀπόστασις.
ἀφίσταται δὲ ποτὲ μὲν εἰς τὴν μεγίστην καὶ ἀκυροτάτην τῶν παρακειμένων κοιλοτήτων, ἥπερ δὴ καὶ βελτίστη τῶν ἀποστάσεών ἐστιν·
ἐνίοτε δὲ εἰς τὴν μεγίστην μὲν οὐ μὴν ἄκυρον, ἢ εἰς ἄκυρον μὲν οὐ μεγίστην δέ.
τοῖς μὲν οὖν κατὰ γαστέρα καλλίστη τῶν ἀποστάσεών ἐστιν ἡ εἰς τὴν ἐντὸς εὐρυχωρίαν, εἰς ἣν καὶ συῤῥήγνυνται τὰ πολλά·
μοχθηρὰ δὲ ἡ ὑπὸ τὸ περιτόναιον.
οὕτω δὲ καὶ τοῖς κατὰ τὸν ἐγκέφαλον ἡ μὲν εἰς τὰς ἐμπροσθίους κοιλίας ἀγαθὴ, μοχθηρὰ δὲ ἡ ὑπὸ τὰς μήνιγγας καὶ εἰς τὴν ὄπισθεν κοιλίαν.
αἱ δὲ κατὰ τὰς πλευρὰς ἀποστάσεις εἰς τὰς τοῦ θώρακος εὐρυχωρίας ἐκρήγνυνται·
καὶ τῶν μὲν μυῶν ὑπὸ τὸ δέρμα, τῶν δὲ σπλάγχνων ἢ εἰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας τὰς ἐν αὐτοῖς, ἢ ὑπὸ τὸν ὑμένα τὸν περιέχοντα, καθάπερ τι δέρμα καὶ αὐτὸν ὑπάρχοντα τοῖς σπλάγχνοις.
εἰ δὲ νικηθείη τὰ σώματα πρὸς τοῦ ῥεύματος, εἰς τοσαύτην μὲν ἀφίξεται δηλονότι δυσκρασίαν, ὡς καὶ τὴν ἐνέργειαν αὐτῶν ἀπολέσθαι καὶ φθαρῆναι τῷ χρόνῳ·
παύσεται δὲ ὀδυνώμενα τότε πρῶτον, ὅταν ἐξομοιωθῇ τῷ μεταβάλλοντι.
οὐ γὰρ ἐν τῷ μεταβεβλῆσθαι τὴν κρᾶσιν, ἀλλ’ ἐν τῷ μεταβάλλεσθαι πονεῖ τὰ μόρια, καθότι καὶ ὁ θαυμαστὸς Ἱπποκράτης ἔλεγεν·
τοῖσι γὰρ τὴν φύσιν διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται.
διαλλάττεται δὲ καὶ διαφθείρεται τὴν φύσιν ἕκαστον θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ἢ τῆς συνεχείας λυόμενον·
ἐπὶ μὲν ταῖς ἀνωμάλοις δυσκρασίαις διὰ τὸ θερμαίνεσθαι ἢ ψύχεσθαι μάλιστα, δραστικώταται γὰρ αὗται αἱ ποιότητες, ἤδη δὲ καὶ διὰ τὸ ὑγραίνεσθαί τε καὶ ξηραίνεσθαι·
ἐν δὲ τῷ πεινῇν ἢ διψῇν, ἐπιλειπούσης ἔνθα μὲν τῆς ὑγρᾶς οὐσίας, ἔνθα δὲ τῆς ξηρᾶς·
ἐν δὲ τῷ τιτρώσκεσθαι καὶ διαβιβρώσκεσθαι καὶ τείνεσθαι καὶ θλίβεσθαι καὶ ἀνασπᾶσθαι, τῆς συνεχείας λυομένης.
Εἰ μὲν οὖν ἥ τε θερμότης τοῦ αἵματος ἡ κατὰ τὸ φλεγμαῖνον μόριον ἐπιεικὴς ὑπάρχει καὶ τὸ περιεχόμενον αἷμα καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα μετρίως ἔχει κράσεως, οὐ πάνυ τι ῥᾳδίως συνεκθερμαίνεται τῷ πεπονθότι·
εἰ δ’ ἤτοι ζέοι σφοδρότερον, ἢ εἰ καὶ τὸ καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα αἷμα χολωδέστερον ὑπάρχοι, παραχρῆμα σύμπαν ἐκθερμαίνεται·
πολὺ δὲ μᾶλλον, ἐπειδὰν ἄμφω συνδράμοι, καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα θερμὸν ἱκανῶς εἶναι, καὶ τὸ καθ’ ὅλον τὸ ζῶον χολῶδες.
ἐκθερμαίνεται δὲ πρότερον μὲν τὸ κατὰ τὰς ἀρτηρίας, ὅτι καὶ φύσει θερμότερόν ἐστι καὶ πνευματωδέστερον, ἐφεξῆς δὲ καὶ τὸ κατὰ τὰς φλέβας.
εἰ δ’ ἐγγὺς εἴη τῶν πολυαίμων σπλάγχνων τὸ φλεγμαῖνον μόριον, ἔτι καὶ θᾶττον αὐτῷ συνεκθερμαίνεται τὸ καθ’ ὅλον τὸ ζῶον αἷμα.
συνελόντι δὲ εἰπεῖν, ἐπὶ παντὸς τοῦ θερμαίνοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει θερμὸν, ἐκθερμαίνεται πρῶτον·
ὥσπέρ γε κᾀπὶ τοῦ ψύχοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει ψυχρὸν, ἐκεῖνο πρῶτον κατα ψύχεται.
εὐαλλοίωτον μὲν οὖν τὸ πνεῦμα, διότι καὶ λεπτομερέστατον·
θερμότατον δὲ φύσει χολὴ ξανθὴ, ψυχρότατον δὲ φλέγμα.
τῶν δ’ ἄλλων χυμῶν αἷμα μὲν ἐφεξῆς τῇ ξανθῇ χολῇ θερμόν·
ἡ μέλαινα δὲ ψυχρὸν μετὰ τὸ φλέγμα.
καὶ δὴ ἀλλοιοῦται μὲν ἡ ξανθὴ χολὴ ῥᾳδίως ὑπὸ παντὸς τοῦ δρῶντος εἰς αὐτήν·
ἡ μέλαινα δὲ δυσκόλως.
ἑνὶ δὲ λόγῳ τὸ μὲν λεπτομερὲς ἅπαν εὐαλλοίωτον, τὸ δὲ παχυμερὲς δυσαλλοίωτον.
ὥστ’ ἀνάγκη πολυειδεῖς γίνεσθαι τὰς ἐπὶ ταῖς φλεγμοναῖς ἀλλοιώσεις, ὅτι καὶ πολυειδῶς διάκεινται τὰ σώματα.
πρῶτον μὲν γὰρ ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμὸς ἢ μᾶλλον ἢ ἧττόν ἐστι θερμός·
ἐφεξῆς δὲ σῆψις αὐτοῦ κατὰ τὴν οἰκείαν ἀπαντᾷ φύσιν·
οὐχ ἥκιστα δὲ καὶ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐσφηνῶσθαι.
τὰ γὰρ μὴ διαπνεόμενα θᾶττον σήπεται, ὥσπερ κᾀπὶ τῶν ἐκτὸς ἁπάντων·
ὅταν δὲ καὶ θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσίν ἐστι, τότε δὴ καὶ μάλιστα.
καὶ μὲν δὴ καὶ τὸ φλεγμαῖνον μόριον ἢ ἐγγὺς ἢ πόῤῥω τῶν πολυαίμων σπλάγχνων ἐστὶ, καὶ τὸ πᾶν αἷμα πικρόχολον, ἢ μελαγχολικὸν, ἢ φλεγματῶδες, ἢ πνευματῶδες, καὶ ταῦτα πάντα μᾶλλόν τε καὶ ἧττον, ὥστ’ ἀνάγκη πολυειδεῖς γίνεσθαι τὰς ἀλλοιώσεις, ἑτέρου τε πρὸς ἕτερον παραβαλλομένου καὶ αὐτοῦ τινος πρὸς ἑαυτό.
Αὗται πᾶσαι δυσκρασίαι τοῦ σώματος ἀνώμαλοι γίγνονται, μάλιστα μὲν ἐκπυρουμένου τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, ἐφεξῆς δὲ τοῦ κατὰ τὰ σπλάγχνα καὶ τοῦ κατὰ τὴν καρδίαν, καὶ ταύτης μάλιστα τοῦ κατὰ τὴν ἀριστερὰν κοιλίαν, εἰς ἣν εἰ καὶ ζῶντος τοῦ ζώου καὶ μηδέπω πυρέττοντος ἐθελήσεις ἐμβαλεῖν τοὺς δακτύλους, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι γέγραπται, σφοδροτάτης αἰσθήσῃ θερμασίας.
οὔκουν ἀπεικός ἐστιν οὐδ’ ὁπότε σύμπαν ἐκθερμαίνεται τὸ σῶμα παρὰ φύσιν, εἰς ἄκρον ἥκειν τὴν θερμότητα ἐκείνην μάλιστα.
καὶ γὰρ λεπτομερέστατον αἷμα καὶ πνευματωδέστατον ἔχει, καὶ κινεῖται διαπαντός.
ἀλλ’ ἐν τοῖς τοιούτοις ἅπασι πυρετοῖς ἐκθερμαίνεται μὲν ἐνίοτε σύμπαν ἤδη τὸ αἷμα, καὶ δέδεκται τὴν παρὰ φύσιν ἐκείνην θερμασίαν, τὴν ἐκ τῆς σηπεδόνος τῶν χυμῶν ὁρμηθεῖσαν·
οὐ μὴν οὔθ’ οἱ χιτῶνες τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν οὔτ’ ἄλλό τι τῶν περικειμένων σωμάτων ἤδη πω τελέως ἠλλοίωται τὴν κρᾶσιν, ἀλλ’ ἔτι μεταβάλλεται καὶ ἀλλοιοῦται θερμαινόμενα.
εἰ δ’ ἐν χρόνῳ πλείονι τοῦτο πάσχοι, κᾂν νικηθείη ποτὲ καὶ μεταβληθείη παντάπασιν, ὡς μηκέτι θερμαίνεσθαι μόνον, ἀλλ’ ἤδη τεθερμάνθαι παρὰ φύσιν.
ὅρος δέ ἐστι τῆς ἀλλοιώσεως ἑκάστῳ τῶν μορίων ἡ τῆς ἐνεργείας αὐτοῦ βλάβη·
τὸ δ’ ἄχρι τοῦδε πλάτος ἐπάνοδός ἐστιν εἶς τὸ παρὰ φύσιν, οἷον ἐπίμικτόν τε καὶ κοινὸν καὶ μέσον ἐξ ἀμφοῖν τῶν ἐναντίων γεγονὸς, αὐτοῦ τε τοῦ κατὰ φύσιν ἀκριβῶς καὶ τοῦ τελέως ἤδη παρὰ φύσιν.
ἐν δὲ τούτῳ παντὶ τῷ χρόνῳ τὸ θερμαινόμενον σῶμα τῷ ποσῷ τῆς ἀλλοιώσεως ἀνάλογον ἔχει τὴν ὀδύνην.
ὅταν δ’ ἐκθερμανθῇ τελέως ἅπαντα τοῦ σώματος τὰ στερεὰ μόρια, καλεῖται ὁ τοιοῦτος πυρετὸς ἑκτικὸς, ὡς ἂν μηκέτι τοῖς ὑγροῖς τε καὶ τῷ πνεύματι μόνον, ἀλλ’ ἤδη καὶ τοῖς ἕξιν ἔχουσι σώμασι περιεχόμενος·
ἀνώδυνος δ’ ἐστὶ καὶ νομίζουσιν οἱ πυρέττοντες οὕτως ὡς μηδὲ πυρέττειν ὅλως.
οὐ γὰρ αἰσθάνονται τῆς θερμασίας, ἁπάντων ὁμοίως τεθερμασμένων αὐτοῖς τῶν μορίων.
καὶ δὴ καὶ ὁμολογεῖται ταῦτα τοῖς φυσικοῖς ἀνδράσιν ἐν τοῖς περὶ τῶν αἰσθήσεων λογισμοῖς.
οὔτε γὰρ χωρὶς ἀλλοιώσεως ἡ αἴσθησις οὔτ’ ἐν τοῖς ἤδη τελείως ἠλλοιωμένοις ἡ ὀδύνη.
ταῦτ’ ἄρα καὶ οἱ ἑκτικοὶ πυρετοὶ πάντες ἄπονοί τε καὶ τελέως εἰσὶν ἀναίσθητοι τοῖς κάμνουσιν.
οὐ γὰρ ἔτι τῶν ἐν αὐτοῖς μορίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει, πάντων ὁμοίων ἀλλήλοις ἤδη γεγονότων, καὶ μίαν ἐχόντων ὁμόλογον κρᾶσιν.
Εἰ δὲ δὴ καὶ τὸ μὲν εἴη θερμότερον αὐτῶν, τὸ δὲ ψυχρότερον, ἀλλὰ τοσούτῳ θερμότερον ἢ ψυχρότερον, ὡς μὴ λυπεῖν τὸ πλησιάσαν·
ἢ οὕτως ἂν ἦν ἀλλήλοις λυπηρὰ καὶ κατὰ φύσιν ἔχοντα τὰ μόρια, ὡς διαφέροντά γε καὶ αὐταῖς ταῖς κράσεσι.

Dataset Card for "hellenistic-greek-plaintext"

More Information needed

Downloads last month
0
Edit dataset card