text
stringlengths
1
2.82k
Πλάτων δὲ καὶ οἱ τῆς αἱρέσεως αὐτοῦ, Θεὸν μὲν ὁμολογοῦσιν ἀγέννητον καὶ πατέρα καὶ ποιητὴν τῶν ὅλων εἶναι·
εἶτα ὑποτίθενται Θεὸν καὶ ὕλην ἀγέννητον, καὶ ταύτην φασὶ συνηκμακέναι τῷ Θεῷ.
εἰ δὲ Θεὸς ἀγέννητος, καὶ ὕγη ἀγέννητος, οὐκ ἔτι ὁ Θεὸς ποιητὴς τῶν ὅλων ἐστὶ, κατὰ τοὺς Πλατωνικοὺς, οὐδὲ μὴν μοναρχία Θεοῦ δείκνυται, ὅσον τὸ κατ’ αὐτούς.
ἔτι δὲ καὶ ὥσπερ ὁ Θεὸς ἀγέννητος ὢν καὶ ἀναλλοίωτός ἐστιν, οὕτως εἰ καὶ ἡ ὕλη ἀγέννητος ἦν, καὶ ἀναλλοίωτος καὶ ἰσόθεος ἦν.
τὸ γὰρ γεννητὸν τρεπτὸν καὶ ἀλλοίωτον·
τὸ δὲ ἀγέννητον ἀτρεπτὸν καὶ ἀναλλοίωτον.
τί δὲ μέγα εἰ ὁ Θεὸς ἐξ ὑποκειμένης ὕλης ἐποίει τὸν κόσμον;
καὶ γὰρ τεχνίτης ἄνθρωπος ἐπὰν ὕλην λάβῃ ἀπό τινος, ἐξ αὐτῆς ὅσα βούλεται ποιεῖ·
Θεοῦ δὲ ἡ δύναμις ἐν τούτῳ φανεροῦται, ἵνα ἐξ οὐκ ὄντων ποιῇ ὅσα βούλεται·
καθάπερ καὶ τὸ ψυχὴν δοῦναι καὶ κίνησιν οὐχ ἑτέρου τινός ἐστιν, ἀλλ᾿ ἢ μόνου Θεοῦ.
καὶ γὰρ ἄνθρωπος εἰκόνα μὲν ποιεῖ, λόγον δὲ καὶ πνοὴν ἢ αἴσθησιν οὐ δύναται δοῦναι τῷ ὑπ’ αὐτοῦ γινομένῳ.
Θεὸς δὲ τούτου πλεῖον τοῦτο κέκτηται, τὸ ποιεῖν λογικὸν, ἔμπνουν, αἰσθητικόν.
ὥσπερ οὖν ἐν τούτοις πᾶσι δυνατώτερός ἐστιν ὁ Θεὸς τοῦ ἀνθρώπου, οὕτω καὶ τὸ ἐξ οὐκ ὄντων ποιεῖν καὶ πεποιηκέναι τὰ ὄντα καὶ ὅσα βούλεται, καθὼς βούλεται.
Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγραφεῖς.
τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος, ἑτέρᾳ ὑποθέσει εἰσάγων γένεσιν οὐ μόνον κόσμου, ἀλλὰ καὶ θεῶν·
φησὶ γάρ που·
Ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα Τηθὺν, Ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.
ἃ δὴ λέγων οὐκ ἔτι Θεὸν συνιστᾷ.
τίς γὰρ οὐκ ἐπίσταται, τὸν ὠκεανὸν ὕδωρ εἶναι;
εἰ δὲ ὕδωρ, οὐκ ἄρα Θεός.
ὁ δὲ Θεὸς εἰ τῶν ὅλων ποιητής ἐστι, καθὼς καί ἐστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν.
Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου·
καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν, ἠτόνησεν εἰπεῖν ὑφ’ οὗ γέγονεν.
ἔτι μὴν καὶ θεοὺς ἔφησε Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε, καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου.
ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ.
οὕτω γάρ φησι·
Κάρτεϊ νικήσας πατέρα Κρόνον·
εὖ δὲ ἕκαστα Ἀθανάτοις διέταξεν ὁμῶς, καὶ ἐπέφραδε τιμάς.
εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ’ αὐτῶν, τίνι τρόπῳ τὰ πάντα γεγένηται·
λέγει γάρ·
Χαίρετε τέκνα Διὸς, δότε δ᾿ ἱμερόεσσαν ἀοιδὴν, Κλείετε δ᾿ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, Οἳ γῆς ἐξεγένοντο, καὶ οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὕς θ᾿ ἁλμυρὸς ἔτρεφε πόντος.
Εἴπατε δ᾿ ὡς τὰ πρῶτα θεοὶ, καὶ γαῖα γένοντο, Καὶ ποταμοὶ, καὶ πόντος ἀπείριτος, οἴδματι θύων, Ἄστρα τε λαμπετόωντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν·
Οἵ τ᾿ τῶν ἐγένοντο θεοὶ, δωτῆρες ἐάων, Ὥς τ᾿ ἄφενος δάσσαντο, καὶ ὡς τιμὰς διέλοντο.
Ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον·
Ταῦτά μοι ἔσπετε Μοῦσαι ὀλύμπια δώματ᾿ ἔχουσαι, Ἐξ ἀρχῆς, καὶ εἴπαθ᾿ ὅτι πρῶτον γένετ᾿ αὐτῶν.
Πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου;
ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ·
ὅπου δὲ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;
Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται καὶ κόσμου ποίησιν, λέγων·
Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖ᾿ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ Ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταρά τ᾿ ἠερόεντα, μυχῷ χθονὸς εὐρυοδείης, Ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, Λυσιμελὴς, πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων Δάμναται ἐν στήθεσσι νόον, καὶ ἐπίφρονα βουλήν.
Ἐκ Χάεος δ᾿ Ἐρεβός τε, μέλαινά τε Νὺξ ἐγένοντο.
Νυκτὸς δ᾿ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, Οὓς τέκε κυσαμένη, Ἐρέβει φιλότητι μιγεῖσα.
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι, Ὄφρ᾿ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεὶ, Γείνατοδ᾿ οὔρεα μακρὰ, θεῶν χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσιν ἀν᾿ οὔρεα βησσήεντα, Ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θύον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου·
αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα, τέκ᾿ Ὠκεανὸν βαθυδίνην.
καὶ ταῦτα εἰπὼν, οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο.
εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγέννητος οὖσα·
τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων, καὶ μεταῤῥυθμίζων, καὶ μεταμορφῶν;
πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζε καὶ ἐκοσμεῖ;
( ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης, ἀλλὰ καὶ τοῦ κόσμου, καὶ πλήθους ἀνθρώπων·
ἔτι μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος) ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτὴν, λέγω δὲ Θεὸς ὁ καὶ κατακοσμήσας.
ἔτι μὴν κατὰ πάντα τρόπον φλυαρῶν εὑρίσκεται, καὶ ἐνάντια ἑαυτῷ λέγων·
εἰπὼν γὰρ γῆν καὶ οὐρανὸν καὶ θάλασσαν, ἐξ αὐτῶν τοὺς θεοὺς βούλεται γεγονέναι, καὶ ἐκ τούτων ἀνθρώπους δεινοτάτους τινὰς συγγενεῖς θεῶν καταγγέλλει, Τιτάνων γένος καὶ Κυκλώπων, καὶ Γιγάντων πληθὺν, τῶν τε κατὰ Αἴγυπτον δαιμόνων ἢ ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης ὁ καὶ Ὡράπιος ἐπικληθεὶς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ Σεμενουθὶ, καὶ ταῖς λοιπαῖς κατ’ αὐτὸν ἱστορίαις, περί τε τῆς θρησκείας τῆς Αἰγυπτιακῆς, καὶ τῶν βασιλέων αὐτῶν, καὶ τῆς ἐν αὐτοῖς ματαιοπονίας.
Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους;
Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντον δύνοντα, καὶ τῇ Μελανίππῃ περιπλεκόμενον, καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα·
ἢ περὶ τῶν τοῦ Διὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν·
καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν.
Ἀριστοφάνης δὲ ὁ κωμικὸς, ἐν ταῖς ἐπιγραφομέναις ὄρνισιν ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων·
Τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν.
ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι.
διὸ καὶ φυλὴν τὴν Διονυσίαν ὁ Πτολεμαῖος πρώτην κατέστησεν.
λέγει οὖν ὁ Σάτυρος οὕτως·
Διονύσου καὶ Ἀλθέας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς οἶμαι Ὕλλον, τοῦ δὲ Κλεόδημον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοὸν, τοῦ δὲ Ἀριστομίδαν, τοῦ δὲ Καρανὸν, τοῦ δὲ Κοινὸν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκετὰν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα.
ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασι συγγένεια οὕτω περιέχει.
ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοι εἰσὶ κατακεχωρισμένοι·
Ἀλθῆς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου Ἀλθέας·
Δηϊανείρης ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθέας, γυναικὸς δὲ Ἡρακλέους.
ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ’ αὐτοὺς δῆμοι·
Ἀριάδνης ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης, τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρύμνιδι·
Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθέας πατρός·
Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου·
Σταφυλὶς ἀπὸ Σταφύλον υἱοῦ Διονύσου·
Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου·
Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου·
οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου.
ἀλλὰ καὶ ἕτεραι πολλαὶ ὀνομασίαι γεγόνασι καὶ εἰσὶν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι·
καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι.
Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν;
ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ συγγραφεῖς πάντες καὶ ποιηταὶ καὶ φιλόσοφοι λεγόμενοι·
ἔτι μὴν καὶ οἱ προσέχοντες αὐτοῖς.
μύθους γὰρ μᾶλλον καὶ μωρίας συνέταξαν περὶ τῶν κατ’ αὐτοὺς θεῶν.
οὐ γὰρ ἀπέδειξαν αὐτοὺς θεοὺς, ἀλλὰ ἀνθρώπους, οὓς μὲν μεθύσους, ἑτέρους πόρνους καὶ φονεῖς.
ἀλλὰ καὶ περὶ τῆς κοσμογονίας, ἀσύμφωνα ἀλλήλοις καὶ φαῦλα ἐξεῖπον.
πρῶτον μὲν ὅτι τινὲς ἀγέννητον τὸν κόσμον ἀπεφήναντο, καθὼς καὶ ἔμπροσθεν ἐδηλώσαμεν·
καὶ οἱ μὲν ἀγέννητον αὐτὸν καὶ ἀϊδίαν φύσιν φάσκοντες, οὐκ ἀκόλουθα εἶπον τοῖς γενητὸν αὐτὸν δογματίσασιν.
εἰκασμῷ γὰρ ταῦτα καὶ ἀνθρωπίνῃ ἐννοίᾳ ἐφθέγξαντο, καὶ οὐ κατὰ ἀλήθειαν.
ἕτεροι δ᾿ αὖ εἶπον πρόνοιαν εἶναι, καὶ τὰ τούτων δόγματα ἀνέλυσαν.
Ἄρατος μὲν οὖν φησιν·
Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ᾿ ἄνδρες ἐῶμεν Ἄῤῥητον·
μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαὶ, Πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραὶ, μεστὴ δὲ θάλασσα, Καὶ λιμένες, πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
Τοῦ γὰρ καὶ γένος ἐσμέν.
ὁ δ᾿ ἤπιος ἀνθρώποισι Δέξια σημαίνει·
λαοὺς δ᾿ ἐπὶ ἔργον ἐγείρει, Μιμνήσκων βιότοιο·
λέγει δ᾿ ὅτε βῶλος ἀρίστη Βουσί τε καὶ μακέλῃσι·
λέγει δ᾿ ὅτε δέξιαι ὧραι Καὶ φυτὰ γυρῶσαι, καὶ σπέρματα πάντα βαλέσθαι.
τίνι οὖν πιστεύσωμεν;
πότερον Ἀράτῳ τῷδε, ἢ Σοφοκλεῖ λέγοντι·
πρόνοια δ᾿ ἐστιν οὐδενὸς σαφὴς, εἰκῆ κράτιστον ζῆν ὅπως δύναιτό τις.
Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει·
λέγει γάρ·
Ζεὺς δ᾿ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε.