text
stringlengths
1
2.82k
ὃν τρόπον γὰρ ῥόα, ἔχουσα φλοιὸν τὸν περιέχοντα αὐτὴν, ἔνδον ἔχει μονὰς καὶ θήκας πολλὰς διαχωριζομένας διὰ ὑμένων, καὶ πολλοὺς κόκκους ἔχει τοὺς ἐν αὐτῇ κατοικοῦντας·
οὕτως ἡ πᾶσα κτίσις περιέχεται ὑπὸ πνεύματος θεοῦ, καὶ τὸ πνεῦμα τὸ περίεχον σὺν τῇ κτίσει περιέχεται ὑπὸ χειρὸς Θεοῦ.
ὥσπερ οὖν ὁ κόκκος τῆς ῥοᾶς ἔνδον κατοικῶν οὐ δύναται ὁρᾷν τὰ ἔξω τοῦ λέπους αὐτὸς ὢν ἔνδον·
οὕτως οὐδὲ ἄνθρωπος ἐμπεριεχόμενος μετὰ πάσης τῆς κτίσεως ὑπὸ χειρὸς Θεοῦ, οὐ δύναται θεωρεῖν τὸν θεόν.
εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσι βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ καὶ ἐξουσιῶν καὶ δυνάμεων καὶ εἰκόνων νοεῖται.
τὸν δὲ θεὸν οὐ βούλει σὺ νοεῖσθαι διὰ ἔργων, καὶ δυνάμεων;
Κατανόησον, ὦ ἄνθρωπε, τὰ ἔργα αὐτοῦ, καιρῶν μὲν κατὰ χρόνους ἀλλαγὴν, καὶ ἀέρων τροπὰς, στοιχείων τὸν εὔτακτον δρόμον, ἡμερῶν τε καὶ νυκτῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν τὴν εὔτακτον πορείαν, σπερμάτων τε καὶ φυτῶν καὶ καρπῶν τὴν διάφορον καλλονὴν, τήν τε πολυποίκιλον γονὴν κτηνῶν τετραπόδων καὶ πετεινῶν καὶ ἑρπετῶν καὶ νηκτῶν, ἐνύδρων τε καὶ ἐναλίων, ἢ τὴν ἐν αὐτοῖς τοῖς ζώοις δεδομένην σύνεσιν πρὸς τὸ γεννᾷν καὶ ἐκτρέφειν, οὐκ εἰς ἰδίαν χρῆσιν, ἀλλὰ εἰς τὸ ἔχειν τὸν ἄνθρωπον·
τήν τε πρόνοιαν ἣν ποιεῖται ὁ Θεὸς ἐτοιμάζων τροφὴν πάσῃ σαρκὶ, ἢ τὴν ὑποταγὴν ἣν ὥρισεν ὑποτάσσεσθαι τὰ πάντα τῇ ἀνθρωπότητι·
πηγῶν τε γλυκερῶν καὶ ποταμῶν ἀεννάων ῥύσιν·
δρόσων τε καὶ ὄμβρων καὶ ὑετῶν τὴν κατὰ καιροὺς γινομένην ἐπιχορηγίαν·
τὴν οὐρανίων παμποίκιλον κίνησιν, ἑωσφόρον ἀνατέλλοντα μὲν καὶ προσημαίνοντα ἔρχεσθαι τὸν τέλειον φωστῆρα·
σύνδεσμόν τε Πλειάδος καὶ Ὠρίωνος·
Ἀρκτοῦρόν τε καὶ τὴν τῶν λοιπῶν ἄστρων πορείαν γινομένην ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, οἷς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ πᾶσιν ἴδια ὀνόματα κέκληκεν.
οὗτος Θεὸς μόνος ὁ ποιήσας ἐκ σκότους Φῶς·
ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν αὐτοῦ, ταμεῖά τε νότου καὶ θησαυροὺς ἀβύσσου, καὶ ὅρια θαλασσῶν, χιόνων τε καὶ χαλαζῶν θησαυροὺς, συνάγων ὕδατα ἐν θησαυροῖς ἀβύσσου, καὶ συνάγων τὸ σκότος ἐν θησαυροῖς αὐτοῦ, καὶ ἐξάγων τὸ φῶς τὸ γλυκὺ καὶ τὸ ποθεινὸν καὶ ἐπιτερπὲς ἐκ θησαυρῶν αὐτοῦ·
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ ἀστραπὰς πληθύνων εἰς ὑετόν·
ὁ ἀποστέλλων τὴν βροντὴν εἰς φόβον, καὶ προκαταγγέλλων τὸν κτύπον τῆς βροντῆς διὰ τῆς ἀστραπῆς, ἵνα μὴ ψυχὴ αἰφνιδίως ταραχθεῖσα ἐκψύξῃ, ἀλλὰ μὴν καὶ τῆς ἀστραπῆς τῆς κατερχομένης ἐκ τῶν οὐρανῶν τὴν αὐτάρκειαν ἐπιμετρῶν πρὸς τὸ μὴ ἐκκαῦσαι τὴν γῆν.
εἰ γὰρ λάβοι τὴν κατ’ ἐξουσίαν ἡ ἀστραπὴ, ἐκκαύσει τὴν γῆν·
εἰ δὲ καὶ ἡ βροντὴ, καταστρέψει τὰ ἐν αὐτῇ.
Οὗτός μου Θεὸς ὁ τῶν ὅλων κύριος, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ θεὶς τὸ εὖρος τῆς ὑπ’ οὐρανόν·
ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης, καὶ ἠχῶν τὰ κύματα αὐτῆς·
ὁ δεσπόζων τοῦ κράτους αὐτῆς, καὶ τὸν σάλον τῶν κυμάτων καταπραΰνων·
ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, καὶ δοὺς πνεῦμα τὸ τρέφον αὐτήν·
οὗ ἡ πνοὴ ζωογονεῖ τὸ πᾶν·
ὃς ἐὰν συσχῇ τὸ πνεῦμα παῤ ἑαυτῷ, ἐκλείψει τὸ πᾶν.
τοῦτον λαλεῖς ἄνθρωπε, τούτου τὸ πνεῦμα ἀναπνεῖς, τοῦτον ἀγνοεῖς·
τοῦτο δὲ σοι συμβέβηκε, διὰ τὴν τύφλωσιν τῆς ψυχῆς, καὶ πώρωσιν τῆς καρδίας σου.
ἀλλὰ εἰ βούλει, δύνασαι θεραπευθῆναι·
ἐπίδος σεαυτὸν τῷ ἰατρῷ, καὶ παρακεντήσει σου τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς καὶ τῆς καρδίας.
τίς ἐστιν ὁ ἰατρός;
ὁ θεὸς, ὁ θεραπεύων καὶ ζωοποιῶν διὰ τοῦ λόγου καὶ τῆς σοφίας.
ὁ Θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας.
ὁ Θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας ἐποίησε τὰ πάντα.
τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν οἱ οὐρανοὶ, καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
κρατίστη ἡ σοφία αὐτοῦ.
ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν·
ἠτοίμασε δὲ οὐρανοὺς φρονήσει, ἐν αἰσθήσει ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύησαν δρόσους.
εἰ ταῦτα νοεῖς, ἄνθρωπε, ἁγνῶς καὶ ὁσίως καὶ δικαίως ζῶν, δύνασαι ὁρᾷν τὸν Θεόν.
πρὸ παντὸς δὲ προηγείσθω σου ἐν τῇ καρδίᾳ πίστις καὶ φόβος ὁ τοῦ Θεοῦ, καὶ τότε συνήσεις ταῦτα.
ὅταν ἀπόθῃ τὸ θνητὸν, καὶ ἐνδύσῃ τὴν ἀφθαρσίαν, τότε ὄψει κατ’ ἀξίαν τὸν Θεόν.
ἀνεγείρει γάρ σου τὴν σάρκα ἀθάνατον σὺν τῇ ψυχῇ ὁ Θεός·
καὶ τότε ὄψει γενόμενος ἀθάνατος τὸν ἀθάνατον, ἐὰν νῦν πιστεύσῃς αὐτῷ·
καὶ τότε ἐπιγνώσῃ ὅτι ἀδίκως κατελάλησας αὐτοῦ.
Ἀλλὰ ἀπιστεῖς νεκροὺς ἐγείρεσθαι.
ὅτε ἔσται, τότε πιστεύσεις θέλων καὶ μὴ θέλων·
καὶ ἡ πίστις σου εἰς ἀπιστίαν λογισθήσεται, ἐὰν μὴ νῦν πιστεύσῃς.
πρὸς τί δὲ καὶ ἀπιστεῖς;
ἢ οὐκ οἶδας ὅτι ἁπάντων πραγμάτων ἡ πίστις προηγεῖται;
τίς γὰρ δύναται θερίσαι γεωργὸς, ἐὰν μὴ πρῶτον πιστεύσῃ τὸ σπέρμα τῇ γῇ·
ἢ τίς δύναται διαπερᾶσαι τὴν θάλασσαν, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ πλοίῳ καὶ τῷ κυβερνήτῃ;
τίς δὲ κάμνων δύναται θεραπευθῆναι, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ ἰατρῷ;
ποίαν δὲ τέχνην ἢ ἐπιστήμην δύναταί τις μαθεῖν, ἐὰν μὴ πρῶτον ἐπιδῷ ἑαυτὸν καὶ πιστεύσῃ τῷ διδασκάλῳ;
εἰ οὖν γεωργὸς πιστεύει τῇ γῇ, καὶ ὁ πλέων τῷ πλοίῳ, καὶ ὁ κάμνων τῷ ἰατρῷ, σὺ οὐ βούλει σεαυτὸν πιστεῦσαι τῷ Θεῷ, τοσούτους ἀῤῥαβῶνας ἔχων παρ’ αὐτοῦ;
πρῶτον μὲν γὰρ ὅτι ἐποίησέ σε ἐξ οὐκ ὄντος εἰς τὸ εἶναι.
εἰ γὰρ ὁ πατήρ σου οὐκ ἦν, οὐδὲ ἡ μητὴρ, πολὺ μᾶλλον οὐδὲ σὺ ἦς ποτε.
καὶ ἔπλασέ σε ἐξ ὑγρᾶς οὐσίας μικρᾶς, καὶ ἐλαχίστης ῥανίδος, ἥτις οὐδὲ αὐτὴ ἦν ποτε.
καὶ προήγαγέ σε ὁ Θεὸς εἰς τόνδε τὸν βίον.
εἶτα πιστεύεις τὰ ὑπὸ ἀνθρώπων γινόμενα ἀγάλματα θεοὺς εἶναι, καὶ ἀρετὰς ποιεῖν, τῷ δὲ ποιήσαντί σε Θεῷ ἀπιστεῖς δύνασθαί σε καὶ μεταξὺ ποιῆσαι;
Καὶ τὰ μὲν ὀνόματα ὧν φῂς σέβεσθαι θεῶν, ὀνόματά ἐστι νεκρῶν ἀνθρώπων·
καὶ τούτων τίνων καὶ ποταπῶν;
οὐχὶ Κρόνος μὲν τεκνοφάγος εὑρίσκεται, καὶ τὰ ἑαυτοῦ τέκνα ἀναλίσκων;
εἰ δὲ καὶ Δία τὸν παῖδα αὐτοῦ εἴποις, κατάμαθε κἀκείνου τὰς πράξεις, καὶ τὴν ἀναστροφήν·
πρῶτον μὲν ὅτι ἐν Ἴδῃ ὑπὸ αἰγὸς ἀνετράφη, καὶ ταύτην σφάξας, κατὰ τοὺς μύθους, καὶ ἐκδείρας, ἐποίησεν ἑαυτῷ ἔνδυμα.
τάς τε λοιπὰς πράξεις αὐτοῦ, περὶ τε ἀδελφοκοιτίας καὶ μοιχείας καὶ παιδοφθορίας, ἄμεινον Ὅμηρος καὶ οἱ λοιποὶ ποιηταὶ περὶ αὐτοῦ ἐξηγοῦνται.
τί μοι τὸ λοιπὸν καταλέγειν περὶ τῶν υἱῶν αὐτοῦ, Ἡρακλέα μὲν ἑαυτὸν καύσαντα·
Διόνυσον δὲ μεθύοντα καὶ μαινόμενον·
καὶ Ἀπόλλωνα τὸν Ἀχιλλέα δεδιότα καὶ φεύγοντα, καὶ τῆς Δάφνης ἐρῶντα, καὶ τὸν Ὑακίνθου μόρον ἀγνοοῦντα·
ἢ Ἀφροδίτην τὴν τιτρωσκομένην·
καὶ Ἄρεα τὸν βροτολοιγὸν, ἔτι δὲ καὶ ἰχῶρα ῥέοντα τούτων τῶν λεγομένων θεῶν;
καὶ ταῦτα μέν μέτριον εἰπεῖν, ὅπου γε θεὸς εὑρίσκεται μεμελισμένος ὁ καλούμενος Ὄσιρις·
οὗ καὶ κατ’ ἔτος γίνονται τελεταὶ ὡς ἀπολλυμένου, καὶ εὑρισκομένου, καὶ κατὰ μέλος ζητουμένου.
οὔτε γὰρ εἰ ἀπόλλυται νοεῖται, οὔτε εἰ εὑρίσκεται δείκνυται.
τί δὲ μοι λέγειν Ἄττιν ἀποκοπτόμενον;
ἢ Ἄδωνιν ἐν ὕλῃ ῥεμβόμενον, καὶ κυνηγετοῦντα, καὶ τιτρωσκόμενον ὑπὸ συός;
ἢ Ἀσκληπιὸν κεραυνούμενον;
καὶ Σάραπιν τὸν ἀπὸ Σινώπης φυγάδα εἰς Ἀλεξάνδρειαν γεγονότα;
ἢ τὴν Σκυθίαν Ἄρτεμιν καὶ αὐτὴν φυγάδα γεγονυῖαν, καὶ ἀνδροφόνον, καὶ κυνηγέτιν, καὶ τοῦ Ἐνδυμίωνος ἐρασθεισαν;
ταῦτα γὰρ οὐχ ἡμεῖς φαμὲν, ἀλλὰ οἱ καθ’ ὑμᾶς συγγραφεῖς καὶ ποιηταὶ κηρύσσουσι.
Τί μοι λοιπὸν καταλέγειν τὸ πλῆθος ὧν σέβονται ζώων Αἰγύπτιοι, ἑρπετῶν τε καὶ κτηνῶν καὶ θηρίων καὶ πετεινῶν καὶ ἐνύδρων νηκτῶν·
ἔτι δὲ καὶ ποδόνιπτρα καὶ ἤχους αἰσχύνης;
εἰ δὲ Ἕλληνας εἴποις καὶ τὰ λοιπὰ ἔθνη, σέβονται λίθους καὶ ξύλα καὶ τὴν λοιπὴν ὕλην, ὡς ἔφθημεν εἰρηκέναι, ἀπεικονίσματα νεκρῶν ἀνθρώπων.
Φειδίας μὲν γὰρ εὑρίσκεται ἐν Πίσῃ ποιῶν Ἠλείοις τὸν Ὀλύμπιον Δία, καὶ Ἀθηναίοις ἐν Ἀκροπόλει τὴν Ἀθηνᾶν.
πεύσομαι δέ σου κἀγὼ, ὦ ἄνθρωπε, πόσοι Ζῆνες εὑρίσκονται·
Ζεὺς μὲν γὰρ ἐν πρώτοις προσαγορεύεται Ὀλύμπιος, καὶ Ζεὺς Λατεάριος, καὶ Ζεὺς Κάσιος, καὶ Ζεὺς κεραύνιος, καὶ Ζεὺς προπάτωρ, καὶ Ζεὺς παννύχιος, καὶ Ζεὺς πολιοῦχος, καὶ Ζεὺς καπετώλιος·
καὶ ὁ μὲν Ζεὺς παῖς Κρόνου, βασιλεὺς Κρητῶν γενόμενος, ἔχει τάφον ἐν Κρήτῃ·
οἱ δὲ λοιποὶ ἴσως οὐδὲ ταφῆς κατηξιώθησαν.
εἰ δὲ καὶ εἴποις τὴν μητέρα τῶν λεγομένων θεῶν, μή μοι γένοιτο διὰ στόματος τὰς πράξεις αὐτῆς ἐξειπεῖν·
ἀθέμιτον γὰρ ἡμῖν τὰ τοιαῦτα καὶ ὀνομάζειν·
ἢ τῶν θεραπόντων αὐτῆς τὰς πράξεις ὑφ’ ὧν θεραπεύεται, ὅποσά τε τέλη καὶ εἰσφορὰς παρέχει τῷ βασιλεῖ αὐτή τε καὶ οἱ υἱοὶ αὐτῆς.
οὐ γάρ εἰσι θεοὶ, ἀλλὰ εἴδωλα, καθὼς προειρήκαμεν, ἔργα χειρῶν ἀνθρώπων, καὶ δαιμόνια ἀκάθαρτα.
γένοιντο δὲ τοιοῦτοι οἱ ποιοῦντες αὐτὰ, καὶ οἱ ἐλπίζοντες ἐπ’ αὐτοῖς.
Τοιγαροῦν μᾶλλον τιμήσω τὸν βασιλέα, οὐ προσκυνῶν αὐτῷ, ἀλλὰ εὐχόμενος ὑπὲρ αὐτοῦ.
Θεῷ δὲ τῷ ὄντως Θεῷ καὶ ἀληθεῖ προσκυνῶ, εἰδὼς ὅτι ὁ βασιλεὺς ὑπ’ αὐτοῦ γέγονεν.
ἐρεῖς οὖν μοι·
διὰ τί οὐ προσκυνεῖς τὸν βασιλέα;
ὅτι οὐκ εἰς τὸ προσκυνεῖσθαι γέγονεν, ἀλλὰ εἰς τὸ τιμᾷσθαι τῇ νομίμῳ τιμῇ·
Θεὸς γὰρ οὐκ ἔστιν, ἀλλὰ ἄνθρωπος ὑπὸ Θεοῦ τεταγμένος, οὐκ εἰς τὸ προσκυνεῖσθαι, ἀλλὰ εἰς τὸ δικαίως κρίνειν.
τρόπῳ γάρ τινι παρὰ Θεοῦ οἰκονομίαν πεπίστευται·
καὶ γὰρ αὐτὸς, οὓς ἔχει ὑφ’ ἑαυτὸν τεταγμένους, οὐ βούλεται βασιλεῖς καλεῖσθαι·
τὸ γὰρ βασιλεὺς αὐτοῦ ἐστιν ὄνομα·