file
stringlengths
66
73
text
stringlengths
1
25.5k
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
οἴεται δʼ ὁ Σκήψιος καὶ βασίλειον τοῦ Αἰνείου γεγονέναι τὴν Σκῆψιν, μέσην οὖσαν τῆς τε ὑπὸ τῷ Αἰνείᾳ καὶ Λυρνησσοῦ, εἰς ἣν φυγεῖν εἴρηται διωκόμενος ὑπὸ τοῦ Ἀχιλλέως· φησὶ γοῦν ὁ Ἀχιλλεύς ἢ οὐ μέμνῃ, ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι, κεῖθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν πέρσα, μεθορμηθείς.Hom. Il. 20.188 οὐχ ὁμολογεῖ δὲ τῷ περὶ τῶν ἀρχηγετῶν τῆς Σκήψεως λόγῳ τῷ λεχθέντι νῦν τὰ περὶ τοῦ Αἰνείου θρυλούμενα. περιγενέσθαι γὰρ δὴ τοῦτόν φασιν ἐκ τοῦ πολέμου διὰ τὴν πρὸς Πρίαμον δυσμένειαν· ἀεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ, οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκε,Hom. Il. 13.460 τοὺς δὲ συνάρχοντας Ἀντηνορίδας καὶ αὐτὸν τὸν Ἀντήνορα διὰ τὴν Μενελάου παρʼ αὐτῷ ξενίαν. Σοφοκλῆς γοῦν ἐν τῇ ἁλώσει τοῦ Ἰλίου παρδαλέαν φησὶ πρὸ τῆς θύρας τοῦ Ἀντήνορος προτεθῆναι σύμβολον τοῦ ἀπόρθητον ἐαθῆναι τὴν οἰκίαν. τὸν μὲν οὖν Ἀντήνορα καὶ τοὺς παῖδας μετὰ τῶν περιγενομένων Ἑνετῶν εἰς τὴν Θρᾴκην περισωθῆναι κἀκεῖθεν διαπεσεῖν εἰς τὴν λεγομένην κατὰ τὸν Ἀδρίαν Ἑνετικήν, τὸν δὲ Αἰνείαν μετʼ Ἀγχίσου τοῦ πατρὸς καὶ τοῦ παιδὸς Ἀσκανίου λαὸν ἀθροίσαντα πλεῦσαι· καὶ οἱ μὲν οἰκῆσαι περὶ τὸν Μακεδονικὸν Ὄλυμπον φασίν, οἱ δὲ περὶ Μαντίνειαν τῆς Ἀρκαδίας κτίσαι Καπύας, ἀπὸ Κάπυος θέμενον τοὔνομα τῷ πολίσματι, οἱ δʼ εἰς Αἴγεσταν κατᾶραι τῆς Σικελίας σὺν Ἐλύμῳ Τρωὶ καὶ Ἔρυκα καὶ Λιλύβαιον κατασχεῖν, καὶ ποταμοὺς περὶ Αἴγεσταν προσαγορεῦσαι Σκάμανδρον καὶ Σιμόεντα· ἔνθεν δʼ εἰς τὴν Λατίνην ἐλθόντα μεῖναι κατά τι λόγιον τὸ κελεῦον μένειν ὅπου ἂν τὴν τράπεζαν καταφάγῃ· συμβῆναι δὲ τῆς Λατίνης περὶ τὸ Λαουίνιον τοῦτο, ἄρτου μεγάλου τεθέντος ἀντὶ τραπέζης κατὰ ἀπορίαν καὶ ἅμα ἀναλωθέντος τοῖς ἐπʼ αὐτῷ κρέασιν. Ὅμηρος μέντοι συνηγορεῖν οὐδετέροις ἔοικεν, οὐδὲ τοῖς περὶ τῶν ἀρχηγετῶν τῆς Σκήψεως λεχθεῖσιν· ἐμφαίνει γὰρ μεμενηκότα τὸν Αἰνείαν ἐν τῇ Τροίᾳ καὶ διαδεδεγμένον τὴν ἀρχὴν καὶ παραδεδωκότα παισὶ παίδων τὴν διαδοχὴν αὐτῆς, ἠφανισμένου τοῦ τῶν Πριαμιδῶν γένους· ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων. νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.Hom. Il. 20.306 οὕτω δʼ οὐδʼ ἡ τοῦ Σκαμανδρίου διαδοχὴ σώζοιτʼ ἄν. πολὺ δὲ μᾶλλον τοῖς ἑτέροις διαφωνεῖ τοῖς μέχρι καὶ Ἰταλίας αὐτοῦ τὴν πλάνην λέγουσι καὶ αὐτόθι ποιοῦσι τὴν καταστροφὴν τοῦ βίου. τινὲς δὲ γράφουσιν Αἰνείαο γένος πάντεσσιν ἀνάξει, καὶ παῖδες παίδων, τοὺς Ῥωμαίους λέγοντες.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐκ δὲ τῆς Σκήψεως οἵ τε Σωκρατικοὶ γεγόνασιν Ἔραστος καὶ Κορίσκος καὶ ὁ τοῦ Κορίσκου υἱὸς Νηλεύς, ἀνὴρ καὶ Ἀριστοτέλους ἠκροαμένος καὶ Θεοφράστου, διαδεδεγμένος δὲ τὴν βιβλιοθήκην τοῦ Θεοφράστου, ἐν ᾗ ἦν καὶ ἡ τοῦ Ἀριστοτέλους· ὁ γοῦν Ἀριστοτέλης τὴν ἑαυτοῦ Θεοφράστῳ παρέδωκεν, ᾧπερ καὶ τὴν σχολὴν ἀπέλιπε, πρῶτος ὧν ἴσμεν συναγαγὼν βιβλία καὶ διδάξας τοὺς ἐν Αἰγύπτῳ βασιλέας βιβλιοθήκης σύνταξιν. Θεόφραστος δὲ Νηλεῖ παρέδωκεν· ὁ δʼ εἰς Σκῆψιν κομίσας τοῖς μετʼ αὐτὸν παρέδωκεν, ἰδιώταις ἀνθρώποις, οἳ κατάκλειστα εἶχον τὰ βιβλία οὐδʼ ἐπιμελῶς κείμενα· ἐπειδὴ δὲ ᾔσθοντο τὴν σπουδὴν τῶν Ἀτταλικῶν βασιλέων ὑφʼ οἷς ἦν ἡ πόλις, ζητούντων βιβλία εἰς τὴν κατασκευὴν τῆς ἐν Περγάμῳ βιβλιοθήκης, κατὰ γῆς ἔκρυψαν ἐν διώρυγί τινι· ὑπὸ δὲ νοτίας καὶ σητῶν κακωθέντα ὀψέ ποτε ἀπέδοντο οἱ ἀπὸ τοῦ γένους Ἀπελλικῶντι τῷ Τηίῳ πολλῶν ἀργυρίων τά τε Ἀριστοτέλους καὶ τὰ τοῦ Θεοφράστου βιβλία· ἦν δὲ ὁ Ἀπελλικῶν φιλόβιβλος μᾶλλον ἢ φιλόσοφος· διὸ καὶ ζητῶν ἐπανόρθωσιν τῶν διαβρωμάτων εἰς ἀντίγραφα καινὰ μετήνεγκε τὴν γραφὴν ἀναπληρῶν οὐκ εὖ, καὶ ἐξέδωκεν ἁμαρτάδων πλήρη τὰ βιβλία. συνέβη δὲ τοῖς ἐκ τῶν περιπάτων τοῖς μὲν πάλαι τοῖς μετὰ Θεόφραστον οὐκ ἔχουσιν ὅλως τὰ βιβλία πλὴν ὀλίγων, καὶ μάλιστα τῶν ἐξωτερικῶν, μηδὲν ἔχειν φιλοσοφεῖν πραγματικῶς, ἀλλὰ θέσεις ληκυθίζειν· τοῖς δʼ ὕστερον, ἀφʼ οὗ τὰ βιβλία ταῦτα προῆλθεν, ἄμεινον μὲν ἐκείνων φιλοσοφεῖν καὶ ἀριστοτελίζειν, ἀναγκάζεσθαι μέντοι τὰ πολλὰ εἰκότα λέγειν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν. πολὺ δὲ εἰς τοῦτο καὶ ἡ Ῥώμη προσελάβετο· εὐθὺς γὰρ μετὰ τὴν Ἀπελλικῶντος τελευτὴν Σύλλας ἦρε τὴν Ἀπελλικῶντος βιβλιοθήκην ὁ τὰς Ἀθήνας ἑλών, δεῦρο δὲ κομισθεῖσαν Τυραννίων τε ὁ γραμματικὸς διεχειρίσατο φιλαριστοτέλης ὤν, θεραπεύσας τὸν ἐπὶ τῆς βιβλιοθήκης, καὶ βιβλιοπῶλαί τινες γραφεῦσι φαύλοις χρώμενοι καὶ οὐκ ἀντιβάλλοντες, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει τῶν εἰς πρᾶσιν γραφομένων βιβλίων καὶ ἐνθάδε καὶ ἐν Ἀλεξανδρείᾳ. περὶ μὲν οὖν τούτων ἀπόχρη.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐκ δὲ τῆς Σκήψεως καὶ ὁ Δημήτριος ἔστιν οὗ μεμνήμεθα πολλάκις, ὁ τὸν Τρωικὸν διάκοσμον ἐξηγησάμενος γραμματικός, κατὰ τὸν αὐτὸν χρόνον γεγονὼς Κράτητι καὶ Ἀριστάρχῳ· καὶ μετὰ τοῦτον Μητρόδωρος, ἀνὴρ ἐκ τοῦ φιλοσόφου μεταβεβληκὼς ἐπὶ τὸν πολιτικὸν βίον καὶ ῥητορεύων τὸ πλέον ἐν τοῖς συγγράμμασιν· ἐχρήσατο δὲ φράσεώς τινι χαρακτῆρι καινῷ καὶ κατεπλήξατο πολλούς· διὰ δὲ τὴν δόξαν ἐν Χαλκηδόνι γάμου λαμπροῦ πένης ὢν ἔτυχε καὶ ἐχρημάτιζε Χαλκηδόνιος· Μιθριδάτην δὲ θεραπεύσας τὸν Εὐπάτορα συναπῆρεν εἰς τὸν Πόντον ἐκείνῳ μετὰ τῆς γυναικὸς καὶ ἐτιμήθη διαφερόντως, ταχθεὶς ἐπὶ τῆς δικαιοδοσίας, ἀφʼ ἧς οὐκ ἦν τῷ κριθέντι ἀναβολὴ τῆς δίκης ἐπὶ τὸν βασιλέα. οὐ μέντοι διηυτύχησεν, ἀλλʼ ἐμπεσὼν εἰς ἔχθραν ἀδικωτέρων ἀνθρώπων ἀπέστη τοῦ βασιλέως κατὰ τὴν πρὸς Τιγράνην τὸν Ἀρμένιον πρεσβείαν· ὁ δʼ ἄκοντα ἀνέπεμψεν αὐτὸν τῷ Εὐπάτορι, φεύγοντι ἤδη τὴν προγονικήν, κατὰ δὲ τὴν ὁδὸν κατέστρεψε τὸν βίον εἴθʼ ὑπὸ τοῦ βασιλέως εἴθʼ ὑπὸ νόσου· λέγεται γὰρ ἀμφότερα. περὶ μὲν τῶν Σκηψίων ταῦτα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Σκῆψιν Ἄνδειρα καὶ Πιονίαι καὶ ἡ Γαργαρίς. ἔστι δὲ λίθος περὶ τὰ Ἄνδειρα, ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον, ἣ προσλαβοῦσα χαλκὸν τὸ καλούμενον γίνεται κρᾶμα, ὅ τινες ὀρείχαλκον καλοῦσι· γίνεται δὲ ψευδάργυρος καὶ περὶ τὸν Τμῶλον. ταῦτα δʼ ἐστὶ τὰ χωρία, ἃ οἱ Λέλεγες κατεῖχον· ὡς δʼ αὕτως καὶ τὰ περὶ Ἄσσον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔστι δὲ ἡ Ἄσσος ἐρυμνὴ καὶ εὐτειχής, ἀπὸ θαλάττης καὶ τοῦ λιμένος ὀρθίαν καὶ μακρὰν ἀνάβασιν ἔχουσα, ὥστʼ ἐπʼ αὐτῆς οἰκείως εἰρῆσθαι δοκεῖ τὸ τοῦ Στρατονίκου τοῦ κιθαριστοῦ Ἄσσον ἴθʼ, ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.Hom. Il. 6.143 ὁ δὲ λιμὴν χώματι κατεσκεύασται μεγάλῳ. ἐντεῦθεν ἦν Κλεάνθης, ὁ στωικὸς φιλόσοφος, ὁ διαδεξάμενος τὴν Ζήνωνος τοῦ Κιτιέως σχολήν, καταλιπὼν δὲ Χρυσίππῳ τῷ Σολεῖ· ἐνταῦθα δὲ καὶ Ἀριστοτέλης διέτριψε διὰ τὴν πρὸς Ἑρμείαν τὸν τύραννον κηδείαν. ἦν δὲ Ἑρμείας εὐνοῦχος, τραπεζίτου τινὸς οἰκέτης· γενόμενος δʼ Ἀθήνησιν ἠκροάσατο καὶ Πλάτωνος καὶ Ἀριστοτέλους· ἐπανελθὼν δὲ τῷ δεσπότῃ συνετυράννησε, πρῶτον ἐπιθεμένῳ τοῖς περὶ Ἀταρνέα καὶ Ἄσσον χωρίοις· ἔπειτα διεδέξατο ἐκεῖνον καὶ μετεπέμψατο τόν τε Ἀριστοτέλην καὶ Ξενοκράτην καὶ ἐπεμελήθη αὐτῶν, τῷ δʼ Ἀριστοτέλει καὶ θυγατέρα ἀδελφοῦ συνῴκισε. Μέμνων δʼ ὁ Ῥόδιος ὑπηρετῶν τότε τοῖς Πέρσαις καὶ στρατηγῶν, προσποιησάμενος φιλίαν καλεῖ πρὸς ἑαυτὸν ξενίας τε ἅμα καὶ πραγμάτων προσποιητῶν χάριν, συλλαβὼν δʼ ἀνέπεμψεν ὡς τὸν βασιλέα, κἀκεῖ κρεμασθεὶς ἀπώλετο· οἱ φιλόσοφοι δʼ ἐσώθησαν φεύγοντες τὰ χωρία ἃ οἱ Πέρσαι κατέσχον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
φησὶ δὲ Μυρσίλος Μηθυμναίων κτίσμα εἶναι τὴν Ἄσσον, Ἑλλάνικός τε καὶ Αἰολίδα φησίν, ὥσπερ καὶ τὰ Γάργαρα καὶ ἡ Λαμπωνία Αἰολέων. Ἀσσίων γάρ ἐστι κτίσμα τὰ Γάργαρα, οὐκ εὖ συνοικούμενα· ἐποίκους γὰρ οἱ βασιλεῖς εἰσήγαγον ἐκ Μιλητουπόλεως ἐρημώσαντες ἐκείνην, ὥστε ἡμιβαρβάρους γενέσθαι φησὶ Δημήτριος αὐτοὺς ὁ Σκήψιος ἀντὶ Αἰολέων. καθʼ Ὅμηρον μέντοι ταῦτα πάντα ἦν Λελέγων, οὓς τινὲς μὲν Κᾶρας ἀποφαίνουσιν, Ὅμηρος δὲ χωρίζει πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι καὶ Λέλεγες καὶ Καύκωνες.Hom. Il. 10.428 ἕτεροι μὲν τοίνυν τῶν Καρῶν ὑπῆρξαν, ᾤκουν δὲ μεταξὺ τῶν ὑπὸ τῷ Αἰνείᾳ καὶ τῶν καλουμένων ὑπὸ τοῦ ποιητοῦ Κιλίκων· ἐκπορθηθέντες δὲ ὑπὸ τοῦ Ἀχιλλέως μετέστησαν εἰς τὴν Καρίαν, καὶ κατέσχον τὰ περὶ τὴν νῦν Ἁλικαρνασὸν χωρία.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἡ μὲν τοίνυν ἐκλειφθεῖσα ὑπʼ αὐτῶν πόλις Πήδασος οὐκέτʼ ἐστίν, ἐν δὲ τῇ μεσογαίᾳ τῶν Ἁλικαρνασέων τὰ Πήδασα ὑπʼ αὐτῶν ὀνομασθέντα ἦν πόλις, καὶ νῦν ἡ χώρα Πηδασὶς λέγεται. φασὶ δʼ ἐν αὐτῇ καὶ ὀκτὼ πόλεις ᾠκίσθαι ὑπὸ τῶν Λελέγων πρότερον εὐανδρησάντων, ὥστε καὶ τῆς Καρίας κατασχεῖν τῆς μέχρι Μύνδου καὶ Βαργυλίων, καὶ τῆς Πισιδίας ἀποτεμέσθαι πολλήν. ὕστερον δʼ ἅμα τοῖς Καρσὶ στρατευόμενοι κατεμερίσθησαν εἰς ὅλην τὴν Ἑλλάδα καὶ ἠφανίσθη τὸ γένος, τῶν δʼ ὀκτὼ πόλεων τὰς ἓξ Μαύσωλος εἰς μίαν τὴν Ἁλικαρνασὸν συνήγαγεν, ὡς Καλλισθένης ἱστορεῖ· Συάγγελα δὲ καὶ Μύνδον διεφύλαξε. τοῖς δὲ Πηδασεῦσι τούτοις φησὶν Ἡρόδοτος ὅτε μέλλοι τι ἀνεπιτήδειον ἔσεσθαι καὶ τοῖς περιοίκοις, τὴν ἱέρειαν τῆς Ἀθηνᾶς πώγωνα ἴσχειν· τρὶς δὲ συμβῆναι τοῦτο αὐτοῖς. Πήδασον δὲ καὶ ἐν τῇ νῦν Στρατονικέων πολίχνιόν ἐστιν. ἐν ὅλῃ δὲ Καρίᾳ καὶ ἐν Μιλήτῳ Λελέγων τάφοι καὶ ἐρύματα καὶ ἴχνη κατοικιῶν δείκνυται.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τοὺς Λέλεγας τὴν ἑξῆς παραλίαν ᾤκουν Κίλικες καθʼ Ὅμηρον, ἣν νῦν ἔχουσιν Ἀδραμυττηνοί τε καὶ Ἀταρνεῖται καὶ Πιταναῖοι μέχρι τῆς ἐκβολῆς τοῦ Καΐκου. διῄρηντο δʼ εἰς δύο δυναστείας οἱ Κίλικες, καθάπερ εἴπομεν, τήν τε ὑπὸ τῷ Ἠετίωνι καὶ τὴν ὑπὸ Μύνητι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τοῦ μὲν οὖν Ἠετίωνος λέγει πόλιν Θήβην ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν ἨετίωνοςHom. Il. 1.366 τούτου δὲ καὶ τὴν Χρῦσαν τὴν ἔχουσαν τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος ἐμφαίνει, εἴπερ ἡ Χρυσηὶς ἐκ τῆς Θήβης ἑάλω· ᾠχόμεθα γάρ, φησίν, ἐς Θήβην· τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα. καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, ἐκ δʼ ἕλον Ἀτρείδῃ Χρυσηίδα.Hom. Il. 1.366 ff. τοῦ δὲ Μύνητος τὴν Λυρνησσόν· ἐπειδὴ Λυρνησσὸν διαπορθήσας καὶ τείχεα ΘήβηςHom. Il. 2.691 τόν τε Μύνητα καὶ τὸν Ἐπίστροφον ἀνεῖλεν Ἀχιλλεύς, ὥστε ὅταν φῇ ἡ Βρισηίς οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,Hom. Il. 19.295 οὐ τὴν Θήβην λέγοι ἄν (αὕτη γὰρ Ἠετίωνος) ἀλλὰ τὴν Λυρνησσόν· ἀμφότεραι δʼ ἦσαν ἐν τῷ κληθέντι μετὰ ταῦτα Θήβης πεδίῳ, ὃ διὰ τὴν ἀρετὴν περιμάχητον γενέσθαι φασὶ Μυσοῖς μὲν καὶ Λυδοῖς τὸ πρότερον, τοῖς δʼ Ἕλλησιν ὕστερον τοῖς ἐποικήσασιν ἐκ τῆς Αἰολίδος καὶ τῆς Λέσβου. ἔχουσι δὲ νῦν Ἀδραμυττηνοὶ τὸ πλέον· ἐνταῦθα γὰρ καὶ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον· ἔρημοι δʼ ἀμφότεραι· διέχουσι δὲ Ἀδραμυττίου σταδίους ἡ μὲν ἑξήκοντα ἡ δὲ ὀγδοήκοντα καὶ ὀκτὼ ἐπὶ θάτερα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐν δὲ τῇ Ἀδραμυττηνῇ ἔστι καὶ ἡ Χρῦσα καὶ ἡ Κίλλα· πλησίον οὖν τῆς Θήβης ἔτι νῦν Κίλλα τις τόπος λέγεται, ἐν ᾧ Κιλλαίου Ἀπόλλωνος ἔστιν ἱερόν· παραρρεῖ δʼ αὐτῷ ἐξ Ἴδης φερόμενος ὁ Κίλλαιος ποταμός· ταῦτα δʼ ἐστὶ κατὰ τὴν Ἀντανδρίαν· καὶ τὸ ἐν Λέσβῳ δὲ Κίλλαιον ἀπὸ ταύτης τῆς Κίλλης ὠνόμασται· ἔστι δὲ καὶ Κίλλαιον ὄρος μεταξὺ Γαργάρων καὶ Ἀντάνδρου. φησὶ δὲ Δάης ὁ Κολωναεὺς ἐν Κολωναῖς ἱδρυθῆναι πρῶτον ὑπὸ τῶν ἐκ τῆς Ἑλλάδος πλευσάντων Αἰολέων τὸ τοῦ Κιλλαίου Ἀπόλλωνος ἱερόν· καὶ ἐν Χρύσῃ δὲ λέγουσι Κίλλαιον Ἀπόλλωνα ἱδρῦσθαι, ἄδηλον εἴτε τὸν αὐτὸν τῷ Σμινθεῖ εἴθʼ ἕτερον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἡ δὲ Χρῦσα ἐπὶ θαλάττῃ πολίχνιον ἦν ἔχον λιμένα, πλησίον δὲ ὑπέρκειται ἡ Θήβη· ἐνταῦθα δʼ ἦν καὶ τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος καὶ ἡ Χρυσηίς· ἠρήμωται δὲ νῦν τὸ χωρίον τελέως· εἰς δὲ τὴν νῦν Χρῦσαν τὴν κατὰ Ἁμαξιτὸν μεθίδρυται τὸ ἱερόν, τῶν Κιλίκων τῶν μὲν εἰς τὴν Παμφυλίαν ἐκπεσόντων τῶν δὲ εἰς Ἁμαξιτόν. οἱ δʼ ἀπειρότεροι τῶν παλαιῶν ἱστοριῶν ἐνταῦθα τὸν Χρύσην καὶ τὴν Χρυσηίδα γεγονέναι φασὶ καὶ τὸν Ὅμηρον τούτου τοῦ τόπου μεμνῆσθαι. ἀλλʼ οὔτε λιμήν ἐστιν ἐνταῦθα, ἐκεῖνος δέ φησιν οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,Hom. Il. 1.432 οὔτʼ ἐπὶ θαλάττῃ τὸ ἱερόν ἐστιν, ἐκεῖνος δʼ ἐπὶ θαλάττῃ ποιεῖ τὸ ἱερόν ἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο· τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶ τίθειHom. Il. 1.438 οὔτε Θήβης πλησίον, ἐκεῖνος δὲ πλησίον· ἐκεῖθεν γοῦν ἁλοῦσαν λέγει τὴν Χρυσηίδα. ἀλλʼ οὐδὲ Κίλλα τόπος οὐδεὶς ἐν τῇ Ἀλεξανδρέων χώρᾳ δείκνυται, οὐδὲ Κιλλαίου Ἀπόλλωνος ἱερόν· ὁ ποιητὴς δὲ συζεύγνυσιν ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέηνHom. Il. 1.37 ἐν δὲ τῷ Θήβης πεδίῳ δείκνυται πλησίον· ὅ τε πλοῦς ἀπὸ μὲν τῆς Κιλικίου Χρύσης ἐπὶ τὸ ναύσταθμον ἑπτακοσίων που σταδίων ἐστὶν ἡμερήσιός πως, ὅσον φαίνεται πλεύσας ὁ Ὀδυσσεύς. ἐκβὰς γὰρ εὐθὺς παρίστησι τὴν θυσίαν τῷ θεῷ καὶ τῆς ἑσπέρας ἐπιλαβούσης μένει αὐτόθι, πρωὶ δὲ ἀποπλεῖ· ἀπὸ δὲ Ἁμαξιτοῦ τὸ τρίτον μόλις τοῦ λεχθέντος διαστήματός ἐστιν, ὥστε παρῆν τῷ Ὀδυσσεῖ αὐθημερὸν ἀναπλεῖν ἐπὶ τὸ ναύσταθμον τελέσαντι τὴν θυσίαν. ἔστι δὲ καὶ Κίλλου μνῆμα περὶ τὸ ἱερὸν τοῦ Κιλλαίου Ἀπόλλωνος, χῶμα μέγα· ἡνίοχον δὲ τοῦτον Πέλοπός φασιν ἡγησάμενον τῶν τόπων, ἀφʼ οὗ ἴσως ἡ Κιλικία ἢ ἔμπαλιν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὰ οὖν περὶ τοὺς Τεύκρους καὶ τοὺς μύας, ἀφʼ ὧν ὁ Σμινθεύς, ἐπειδὴ σμίνθοι οἱ μύες, δεῦρο μετενεκτέον. παραμυθοῦνται δὲ τὴν ἀπὸ μικρῶν ἐπίκλησιν τοιούτοις τισί· καὶ γὰρ ἀπὸ τῶν παρνόπων, οὓς οἱ Οἰταῖοι κόρνοπας λέγουσι, Κορνοπίωνα τιμᾶσθαι παρʼ ἐκείνοις Ἡρακλέα ἀπαλλαγῆς ἀκρίδων χάριν· ἰποκτόνον δὲ παρʼ Ἐρυθραίοις τοῖς τὸν Μίμαντα οἰκοῦσιν, ὅτι φθαρτικὸς τῶν ἀμπελοφάγων ἰπῶν· καὶ δὴ παρʼ ἐκείνοις μόνοις τῶν Ἐρυθραίων τὸ θηρίον τοῦτο μὴ γίνεσθαι. Ῥόδιοι δὲ ἐρυθιβίου Ἀπόλλωνος ἔχουσιν ἐν τῇ χώρᾳ ἱερόν, τὴν ἐρυσίβην καλοῦντες ἐρυθίβην· παρʼ Αἰολεῦσι δὲ τοῖς ἐν Ἀσίᾳ μείς τις καλεῖται Πορνοπίων, οὕτω τοὺς πάρνοπας καλούντων Βοιωτῶν, καὶ θυσία συντελεῖται Πορνοπίωνι Ἀπόλλωνι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Μυσία μὲν οὖν ἔστιν ἡ περὶ τὸ Ἀδραμύττιον· ἦν δέ ποτε ὑπὸ Λυδοῖς, καὶ νῦν πύλαι Λύδιαι καλοῦνται ἐν Ἀδραμυττίῳ, Λυδῶν (ὥς φασι) τὴν πόλιν ἐκτικότων. Μυσίας δὲ καὶ Ἄστυρα τὴν πλησίον κώμην φασίν. ἦν δὲ πολίχνη ποτέ, ἐν ᾗ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερὸν ἐν ἄλσει, προστατούμενον μετὰ ἁγιστείας ὑπʼ Ἀντανδρίων, οἷς μᾶλλον γειτνιᾷ· διέχει δὲ τῆς παλαιᾶς Χρύσης εἴκοσι σταδίους, καὶ αὐτῆς ἐν ἄλσει τὸ ἱερὸν ἐχούσης. αὐτοῦ δὲ καὶ ὁ Ἀχίλλειος χάραξ· ἐν δὲ τῇ μεσογαίᾳ ἀπὸ πεντήκοντα σταδίων ἐστὶν ἡ Θήβη ἔρημος, ἥν φησιν ὁ ποιητής ὑπὸ Πλάκῳ ὑληέσσῃ. οὔτε δὲ Πλάκος ἢ Πλὰξ ἐκεῖ τι λέγεται, οὔθʼ ὕλη ὑπέρκειται καίτοι πρὸς τῇ Ἴδῃ. Ἀστύρων δʼ ἡ Θήβη διέχει εἰς ἑβδομήκοντα σταδίους, Ἀνδείρων δὲ ἑξήκοντα. πάντα δὲ ταῦτά ἐστι τὰ ὀνόματα τόπων ἐρήμων ἢ φαύλως οἰκουμένων ἢ ποταμῶν χειμάρρων· τεθρύληται δὲ διὰ τὰς παλαιὰς ἱστορίας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πόλεις δʼ εἰσὶν ἀξιόλογοι Ἄσσος τε καὶ Ἀδραμύττιον. ἠτύχησε δὲ τὸ Ἀδραμύττιον ἐν τῷ Μιθριδατικῷ πολέμῳ· τὴν γὰρ βουλὴν ἀπέσφαξε τῶν πολιτῶν Διόδωρος στρατηγὸς χαριζόμενος τῷ βασιλεῖ, προσποιούμενος δʼ ἅμα τῶν τε ἐξ Ἀκαδημίας φιλοσόφων εἶναι καὶ δίκας λέγειν καὶ σοφιστεύειν τὰ ῥητορικά· καὶ δὴ καὶ συναπῆρεν εἰς τὸν Πόντον τῷ βασιλεῖ· καταλυθέντος δὲ τοῦ βασιλέως ἔτισε δίκας τοῖς ἀδικηθεῖσιν· ἐγκλημάτων γὰρ ἐπενεχθέντων ἅμα πολλῶν, ἀπεκαρτέρησεν αἰσχρῶς οὐ φέρων τὴν δυσφημίαν ἐν τῇ ἡμετέρᾳ πόλει. ἀνὴρ δὲ Ἀδραμυττηνὸς ῥήτωρ ἐπιφανὴς γεγένηται Ξενοκλῆς, τοῦ μὲν Ἀσιανοῦ χαρακτῆρος, ἀγωνιστὴς δὲ εἴ τις ἄλλος καὶ εἰρηκὼς ὑπὲρ τῆς Ἀσίας ἐπὶ τῆς συγκλήτου καθʼ ὃν καιρὸν αἰτίαν εἶχε Μιθριδατισμοῦ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πρὸς δὲ τοῖς Ἀστύροις λίμνη καλεῖται Σάπρα βαραθρώδης εἰς ῥαχιώδη τῆς θαλάττης αἰγιαλὸν τὸ ἔκρηγμα ἔχουσα. ὑπὸ δὲ τοῖς Ἀνδείροις ἱερόν ἐστι μητρὸς θεῶν Ἀνδειρηνῆς ἅγιον καὶ ἄντρον ὑπόνομον μέχρι Παλαιᾶς. ἔστι δʼ ἡ Παλαιὰ κατοικία τις οὕτω καλουμένη, διέχουσα τῶν Ἀνδείρων ἑκατὸν καὶ τριάκοντα σταδίους· ἔδειξε δὲ τὴν ὑπονομὴν χίμαρος ἐμπεσὼν εἰς τὸ στόμα καὶ ἀνευρεθεὶς τῇ ὑστεραίᾳ κατὰ Ἄνδειρα ὑπὸ τοῦ ποιμένος κατὰ τύχην ἐπὶ θυσίαν ἥκοντος. Ἀταρνεὺς δʼ ἐστὶ τὸ τοῦ Ἑρμείου τυραννεῖον, εἶτα Πιτάνη πόλις Αἰολική, δύο ἔχουσα λιμένας, καὶ ὁ παραρρέων αὐτὴν ποταμὸς Εὔηνος, ἐξ οὗ τὸ ὑδραγωγεῖον πεποίηται τοῖς Ἀδραμυττηνοῖς. ἐκ δὲ τῆς Πιτάνης ἐστὶν Ἀρκεσίλαος ὁ ἐκ τῆς Ἀκαδημίας, Ζήνωνος τοῦ Κιτιέως συσχολαστὴς παρὰ Πολέμωνι. καλεῖται δὲ καὶ ἐν τῇ Πιτάνῃ τις τόπος ἐπὶ θαλάττῃ Ἀταρνεὺς ὑπὸ τῇ Πιτάνῃ κατὰ τὴν καλουμένην νῆσον Ἐλαιοῦσσαν. φασὶ δʼ ἐν τῇ Πιτάνῃ τὰς πλίνθους ἐπιπολάζειν ἐν τοῖς ὕδασι, καθάπερ καὶ ἐν τῇ Τυρρηνίᾳ νησὶς πέπονθε· κουφοτέρα γὰρ ἡ γῆ τοῦ ἐπισόγκου ὕδατός ἐστιν ὥστʼ ἐποχεῖσθαι. ἐν Ἰβηρίᾳ δέ φησιν ἰδεῖν Ποσειδώνιος ἐκ τινος γῆς ἀργιλώδους, ᾗ τὰ ἀργυρώματα ἐκμάττεται, πλίνθους πηγνυμένας καὶ ἐπιπλεούσας. μετὰ δὲ τὴν Πιτάνην ὁ Κάικος εἰς τὸν Ἐλαΐτην καλούμενον κόλπον ἐν τριάκοντα σταδίοις ἐκδίδωσιν. ἐν δὲ τῷ πέραν τοῦ Καΐκου δώδεκα διέχουσα τοῦ ποταμοῦ σταδίους Ἐλαία πόλις Αἰολικὴ καὶ αὕτη, Περγαμηνῶν ἐπίνειον, ἑκατὸν καὶ εἴκοσι σταδίους διέχουσα τοῦ Περγάμου.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶτʼ ἐν ἑκατὸν σταδίοις ἡ Κάνη, τὸ ἀνταῖρον ἀκρωτήριον τῷ Λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυττηνὸν κόλπον, οὗ μέρος καὶ ὁ Ἐλαϊτικός ἐστι. Κάναι δὲ πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου τὰ νοτιώτατα κείμενον ἐν τῇ Καναίᾳ· αὕτη δὲ μέχρι τῶν Ἀργινουσσῶν διήκει καὶ τῆς ὑπερκειμένης ἄκρας, ἣν Αἶγά τινες ὀνομάζουσιν ὁμωνύμως τῷ ζῴῳ. δεῖ δὲ μακρῶς τὴν δευτέραν συλλαβὴν ἐκφέρειν Αἰγάν, ὡς ἀκτὰν καὶ ἀρχάν· οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι. κύκλῳ δὲ περὶ τὸ ὄρος πρὸς νότον μὲν καὶ δύσιν ἡ θάλαττα, πρὸς ἕω δὲ τὸ Καΐκου πεδίον ὑπόκειται, πρὸς ἄρκτον δὲ ἡ Ἐλαῗτις· αὐτὸ δὲ καθʼ αὑτὸ ἱκανῶς συνέσταλται, προσνεύει δὲ ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ὅθεν αὐτῷ καὶ τοὔνομα· ὕστερον δὲ αὐτὸ τὸ ἀκρωτήριον Αἰγὰ κεκλῆσθαιpost κεκλῆσθαι· ὡς Σαπφώ, τὸ δὲ λοιπὸν Κάνη καὶ Κάναι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μεταξὺ δὲ Ἐλαίας τε καὶ Πιτάνης καὶ Ἀταρνέως καὶ Περγάμου Τευθρανία ἐστί, διέχουσα οὐδεμιᾶς αὐτῶν ὑπὲρ ἑβδομήκοντα σταδίους ἐντὸς τοῦ Καΐκου, καὶ ὁ Τεύθρας Κιλίκων καὶ Μυσῶν ἱστόρηται βασιλεύς. Εὐριπίδης δʼ ὑπὸ Ἀλέου φησὶ τοῦ τῆς Αὔγης πατρὸς εἰς λάρνακα τὴν Αὔγην κατατεθεῖσαν ἅμα τῷ παιδὶ Τηλέφῳ καταποντωθῆναι, φωράσαντος τὴν ἐξ Ἡρακλέους φθοράν· Ἀθηνᾶς δὲ προνοίᾳ τὴν λάρνακα περαιωθεῖσαν ἐκπεσεῖν εἰς τὸ στόμα τοῦ Καΐκου, τὸν δὲ Τεύθραντα ἀναλαβόντα τὰ σώματα τῇ μὲν ὡς γαμετῇ χρήσασθαι τῷ δʼ ὡς ἑαυτοῦ παιδί. τοῦτο μὲν οὖν μῦθος, ἄλλην δέ τινα δεῖ γεγονέναι συντυχίαν, διʼ ἣν ἡ τοῦ Ἀρκάδος θυγάτηρ τῷ Μυσῶν βασιλεῖ συνῆλθε καὶ ὁ ἐξ αὐτῆς διεδέξατο τὴν ἐκείνου βασιλείαν. πεπίστευται δʼ οὖν ὅτι καὶ ὁ Τεύθρας καὶ ὁ Τήλεφος ἐβασίλευσαν τῆς χώρας τῆς περὶ τὴν Τευθρανίαν καὶ τὸν Κάικον, ὁ δὲ ποιητὴς ἐπὶ τοσοῦτον μέμνηται μόνον τῆς ἱστορίας ταύτης ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ἥρω Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων,Hom. Od. 11.521 αἴνιγμα τιθεὶς ἡμῖν μᾶλλον ἢ λέγων τι σαφές. οὔτε γὰρ τοὺς Κητείους ἴσμεν οὕστινας δέξασθαι δεῖ, οὔτε τὸ γυναίων εἵνεκα δώρων. ἀλλὰ καὶ οἱ γραμματικοὶ μυθάρια παραβάλλοντες εὑρεσιλογοῦσι μᾶλλον ἢ λύουσι τὰ ζητούμενα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐάσθω δὴ ταῦτα, ἐκεῖνο δʼ ὅπερ ἐστὶ μᾶλλον ἐν φανερῷ λαβόντες λέγωμεν, ὅτι ἐν τοῖς περὶ τὸν Κάικον τόποις φαίνεται βεβασιλευκὼς καθʼ Ὅμηρον ὁ Εὐρύπυλος, ὥστʼ ἴσως καὶ τῶν Κιλίκων τι μέρος ἦν ὑπʼ αὐτῷ, καὶ οὐ δύο δυναστεῖαι μόνον ἀλλὰ καὶ τρεῖς ὑπῆρξαν ἐν αὐτοῖς. τῷ δὲ λόγῳ τούτῳ συνηγορεῖ τὸ ἐν τῇ Ἐλαΐτιδι χειμαρρῶδες ποτάμιον δείκνυσθαι Κήτειον· ἐμπίπτει δʼ οὗτος εἰς ἄλλον ὅμοιον, εἶτʼ ἄλλον, καταστρέφουσι δὲ εἰς τὸν Κάικον· ὁ δὲ Κάικος οὐκ ἀπὸ τῆς Ἴδης ῥεῖ, καθάπερ εἴρηκε Βακχυλίδης, οὐδʼ ὀρθῶς Εὐριπίδης τὸν Μαρσύαν φησί τὰς διωνομασμένας ναίειν Κελαινὰς ἐσχάτοις Ἴδης τόποις.Eur. fr. 1085 (Nauck) πολὺ γὰρ τῆς Ἴδης ἄπωθεν αἱ Κελαιναί, πολὺ δὲ καὶ αἱ τοῦ Καΐκου πηγαί· δείκνυνται γὰρ ἐν πεδίῳ. Τῆμνον δʼ ἔστιν ὄρος ὃ διορίζει τοῦτό τε καὶ τὸ καλούμενον Ἀπίας πεδίον, ὃ ὑπέρκειται ἐν τῇ μεσογαίᾳ τοῦ Θήβης πεδίου· ῥεῖ δʼ ἐκ τοῦ Τήμνου ποταμὸς Μύσιος ἐμβάλλων εἰς τὸν Κάικον ὑπὸ ταῖς πηγαῖς αὐτοῦ, ἀφʼ οὗ δέχονταί τινες εἰπεῖν Αἰσχύλον κατὰ τὴν εἰσβολὴν τοῦ ἐν Μυρμιδόσι προλόγου ἰὼ Κάικε Μύσιαί τʼ ἐπιρροαί.Aesch. Fr. 143 (Nauck) ἐγγὺς δὲ τῶν πηγῶν κώμη Γέργιθα ἔστιν, εἰς ἣν μετῴκισεν Ἄτταλος τοὺς ἐν τῇ Τρῳάδι τὸ χωρίον ἐξελών.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐπεὶ δὲ τῇ παραλίᾳ τῇ ἀπὸ Λεκτοῦ μέχρι Κανῶν ἀντιπαρατέταται νῆσος ἡ Λέσβος λόγου ἀξία πλείστου, περίκειται δὲ αὐτῇ καὶ νησία τὰ μὲν ἔξωθεν τὰ δὲ καὶ ἐντὸς μεταξὺ αὐτῆς τε καὶ τῆς ἠπείρου, καιρὸς ἤδη περὶ τούτων εἰπεῖν· καὶ γὰρ ταῦτά ἐστιν Αἰολικά, σχεδὸν δέ τι καὶ μητρόπολις ἡ Λέσβος ὑπάρχει τῶν Αἰολικῶν πόλεων. ἀρκτέον δʼ ἀφʼ ὧνπερ καὶ τὴν παραλίαν ἐπήλθομεν τὴν κατʼ αὐτήν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἀπὸ Λεκτοῦ τοίνυν ἐπὶ Ἄσσον πλέουσιν ἀρχὴ τῆς Λεσβίας ἐστὶ κατὰ Σίγριον τὸ πρὸς ἄρκτον αὐτῆς ἄκρον. ἐνταῦθα δέ που καὶ Μήθυμνα πόλις Λεσβίων ἐστὶν ἀπὸ ἑξήκοντα σταδίων τῆς ἐκ Πολυμηδείου πρὸς τὴν Ἄσσον παραλίας. οὔσης δὲ τῆς περιμέτρου σταδίων χιλίων ἑκατὸν ἣν ἡ σύμπασα ἐκπληροῖ νῆσος, τὰ καθʼ ἕκαστα οὕτως ἔχει· ἀπὸ Μηθύμνης εἰς Μαλίαν τὸ νοτιώτατον ἄκρον ἐν δεξιᾷ ἔχουσι τὴν νῆσον, καθʼ ὃ αἱ Κάναι μάλιστα ἀντίκεινται τῇ νήσῳ καὶ συναπαρτίζουσι, στάδιοί εἰσι τριακόσιοι τετταράκοντα· ἐντεῦθεν δʼ ἐπὶ Σίγριον, ὅπερ ἐστὶ τῆς νήσου τὸ μῆκος, πεντακόσιοι ἑξήκοντα· εἶτʼ ἐπὶ τὴν Μήθυμναν διακόσιοι δέκα. Μιτυλήνη δὲ κεῖται μεταξὺ Μηθύμνης καὶ τῆς Μαλίας ἡ μεγίστη πόλις, διέχουσα τῆς Μαλίας ἑβδομήκοντα σταδίους, τῶν δὲ Κανῶν ἑκατὸν εἴκοσιν, ὅσους καὶ τῶν Ἀργινουσσῶν, αἳ τρεῖς μέν εἰσιν οὐ μεγάλαι νῆσοι, πλησιάζουσι δὲ τῇ ἠπείρῳ, παρακείμεναι ταῖς Κάναις. ἐν δὲ τῷ μεταξὺ Μιτυλήνης καὶ τῆς Μηθύμνης κατὰ κώμην τῆς Μηθυμναίας καλουμένην Αἴγειρον στενωτάτη ἐστὶν ἡ νῆσος, ὑπέρβασιν ἔχουσα εἰς τὸν Πυρραίων εὔριπον σταδίων εἴκοσιν. ἵδρυται δʼ ἡ Πύρρα ἐν τῷ ἑσπερίῳ πλευρῷ τῆς Λέσβου, διέχουσα τῆς Μαλίας ἑκατόν. ἔχει δʼ ἡ Μιτυλήνη λιμένας δύο, ὧν ὁ νότιος κλειστὸς τριηρικὸς ναυσὶ πεντήκοντα, ὁ δὲ βόρειος μέγας καὶ βαθύς, χώματι σκεπαζόμενος· πρόκειται δʼ ἀμφοῖν νησίον μέρος τῆς πόλεως ἔχον αὐτόθι συνοικούμενον· κατεσκεύασται δὲ τοῖς πᾶσι καλῶς.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἄνδρας δʼ ἔσχεν ἐνδόξους τὸ παλαιὸν μὲν Πιττακόν, ἕνα τῶν ἑπτὰ σοφῶν, καὶ τὸν ποιητὴν Ἀλκαῖον καὶ τὸν ἀδελφὸν Ἀντιμενίδαν, ὅν φησιν Ἀλκαῖος Βαβυλωνίοις συμμαχοῦντα τελέσαι μέγαν ἆθλον καὶ ἐκ πόνων αὐτοὺς ῥύσασθαι κτείναντα ἄνδρα μαχαίταν βασιληίων παλαστὰν (ὥς φησιν) ἀπολείποντα μόνον μίαν παχέων ἀπὺ πέμπων.Alcaeus Fr. 33 (Bergk) συνήκμασε δὲ τούτοις καὶ ἡ Σαπφώ, θαυμαστόν τι χρῆμα· οὐ γὰρ ἴσμεν ἐν τῷ τοσούτῳ χρόνῳ τῷ μνημονευομένῳ φανεῖσάν τινα γυναῖκα ἐνάμιλλον οὐδὲ κατὰ μικρὸν ἐκείνῃ ποιήσεως χάριν. ἐτυραννήθη δὲ ἡ πόλις κατὰ τοὺς χρόνους τούτους ὑπὸ πλειόνων διὰ τὰς διχοστασίας, καὶ τὰ στασιωτικὰ καλούμενα τοῦ Ἀλκαίου ποιήματα περὶ τούτων ἐστίν· ἐν δὲ τοῖς τυράννοις καὶ ὁ Πιττακὸς ἐγένετο. Ἀλκαῖος μὲν οὖν ὁμοίως ἐλοιδορεῖτο καὶ τούτῳ καὶ τοῖς ἄλλοις, Μυρσίλῳ καὶ Μελάγχρῳ καὶ τοῖς Κλεανακτίδαις καὶ ἄλλοις τισίν, οὐδʼ αὐτὸς καθαρεύων τῶν τοιούτων νεωτερισμῶν. Πιττακὸς δʼ εἰς μὲν τὴν τῶν δυναστειῶν κατάλυσιν ἐχρήσατο τῇ μοναρχίᾳ καὶ αὐτός, καταλύσας δὲ ἀπέδωκε τὴν αὐτονομίαν τῇ πόλει. ὕστερον δʼ ἐγένετο χρόνοις πολλοῖς Διοφάνης ὁ ῥήτωρ, καθʼ ἡμᾶς δὲ Ποτάμων καὶ Λεσβοκλῆς καὶ Κριναγόρας καὶ ὁ συγγραφεὺς Θεοφάνης. οὗτος δὲ καὶ πολιτικὸς ἀνὴρ ὑπῆρξε καὶ Πομπηίῳ τῷ Μάγνῳ κατέστη φίλος μάλιστα διὰ τὴν ἀρετὴν ταύτην, καὶ πάσας συγκατώρθωσεν αὐτῷ τὰς πράξεις, ἀφʼ ὧν τήν τε πατρίδα ἐκόσμησε τὰ μὲν διʼ ἐκείνου τὰ δὲ διʼ ἑαυτοῦ, καὶ ἑαυτὸν πάντων τῶν Ἑλλήνων ἐπιφανέστατον ἀνέδειξεν· υἱόν τε ἀπέλιπε Μάρκον Πομπήιον, ὃν τῆς Ἀσίας ἐπίτροπον κατέστησέ ποτε Καῖσαρ ὁ Σεβαστός, καὶ νῦν ἐν τοῖς πρώτοις ἐξετάζεται τῶν Τιβερίου φίλων. Ἀθηναῖοι δʼ ἐκινδύνευσαν μὲν ἀνηκέστῳ ψόγῳ περιπεσεῖν ψηφισάμενοι Μιτυληναίους ἡβηδὸν ἀποσφαγῆναι, μετέγνωσαν δὲ καὶ ἔφθη μιᾷ θᾶττον ἡμέρᾳ τὸ ψήφισμα ἀφιγμένον ὡς τοὺς στρατηγοὺς πρὶν ἢ πρᾶξαι τὸ προσταχθέν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἡ δὲ Πύρρα κατέστραπται, τὸ δὲ προάστειον οἰκεῖται καὶ ἔχει λιμένα, ὅθεν εἰς Μιτυλήνην ὑπέρβασις σταδίων ὀγδοήκοντα. εἶτʼ Ἔρεσος ἔστι μετὰ τὴν Πύρραν· ἵδρυται δʼ ἐπὶ λόφου καθήκει τε ἐπὶ θάλατταν· εἶτʼ ἐπὶ τὸ Σίγριον ἐντεῦθεν στάδιοι εἰκοσιοκτώ· ἐξ Ἐρέσου δʼ ἦσαν Θεόφραστός τε καὶ Φανίας οἱ ἐκ τῶν περιπάτων φιλόσοφοι, Ἀριστοτέλους γνώριμοι. Τύρταμος δʼ ἐκαλεῖτο ἔμπροσθεν ὁ Θεόφραστος, μετωνόμασε δʼ αὐτὸν Ἀριστοτέλης Θεόφραστον, ἅμα μὲν φεύγων τὴν τοῦ προτέρου ὀνόματος κακοφωνίαν, ἅμα δὲ τὸν τῆς φράσεως αὐτοῦ ζῆλον ἐπισημαινόμενος· ἅπαντας μὲν γὰρ λογίους ἐποίησε τοὺς μαθητὰς Ἀριστοτέλης, λογιώτατον δὲ Θεόφραστον. Ἄντισσα δʼ ἐφεξῆς ἐστι τῷ Σιγρίῳ πόλις ἔχουσα λιμένα, ἔπειτα Μήθυμνα· ἐντεῦθεν δʼ ἦν Ἀρίων ὁ ἐπὶ τῷ δελφῖνι μυθευόμενος ὑπὸ τῶν περὶ Ἡρόδοτον εἰς Ταίναρον σωθῆναι, καταποντωθεὶς ὑπὸ τῶν λῃστῶν· οὗτος μὲν οὖν κιθαρῳδός. καὶ Τέρπανδρον δὲ τῆς αὐτῆς μουσικῆς τεχνίτην γεγονέναι φασὶ καὶ τῆς αὐτῆς νήσου, τὸν πρῶτον ἀντὶ τῆς τετραχόρδου λύρας ἑπταχόρδῳ χρησάμενον, καθάπερ καὶ ἐν τοῖς ἀναφερομένοις ἔπεσιν εἰς αὐτὸν λέγεται σοὶ δʼ ἡμεῖς τετράγηρυν ἀποστρέψαντες ἀοιδὴν, ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους.Arion Fr. 4 (Bergk)καὶ Ἑλλάνικος δὲ Λέσβιος ὁ συγγραφεὺς καὶ Καλλίας ὁ τὴν Σαπφὼ καὶ τὸν Ἀλκαῖον ἐξηγησάμενος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
κατὰ δὲ τὸν πορθμὸν τὸν μεταξὺ τῆς Ἀσίας καὶ τῆς Λέσβου νησία ἐστὶ περὶ εἴκοσιν, ὡς δὲ Τιμοσθένης φησί, τετταράκοντα· καλοῦνται δʼ Ἑκατόννησοι συνθέτως, ὡς Πελοπόννησος, κατὰ ἔθος τι τοῦ ν γράμματος πλεονάζοντος ἐν τοῖς τοιούτοις, ὡς Μυόννησος καὶ Προκόννησος λέγεται καὶ Ἁλόννησος, ὥστε Ἑκατόννησοί εἰσιν, οἷον Ἀπολλωνόννησοι· Ἕκατος γὰρ ὁ Ἀπόλλων· παρὰ πᾶσαν γὰρ δὴ τὴν παραλίαν ταύτην ὁ Ἀπόλλων ἐκτετίμηται μέχρι Τενέδου, Σμινθεὺς ἢ Κιλλαῖος καλούμενος ἢ Γρυνεὺς ἤ τινα ἄλλην ἐπωνυμίαν ἔχων. πλησίον δὲ τούτων ἐστὶ καὶ ἡ Πορδοσελήνη, πόλιν ὁμώνυμον ἔχουσα ἐν αὐτῇ· καὶ πρὸ τῆς πόλεως ταύτης ἄλλη νῆσος μείζων αὐτῆς, καὶ πόλις ὁμώνυμος ἔρημος, ἱερὸν ἅγιον ἔχουσα Ἀπόλλωνος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὰς δὲ δυσφημίας τῶν ὀνομάτων φεύγοντές τινες ἐνταῦθα μὲν Ποροσελήνην δεῖν λέγειν φασί, τὸ δʼ Ἀσπορδηνὸν ὄρος τὸ περὶ Πέργαμον, τραχὺ καὶ λυπρὸν ὄν, Ἀσπορηνόν, καὶ τὸ ἱερὸν τὸ ἐνταῦθα τῆς μητρὸς τῶν θεῶν Ἀσπορηνῆς. τί οὖν φήσομεν τὴν πόρδαλιν καὶ τὸν σαπέρδην καὶ τὸν Περδίκκαν καὶ τὸ Σιμωνίδου σὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν ἀντὶ τοῦ διαβρόχοις, καὶ ἐν τῇ ἀρχαίᾳ που κωμῳδίᾳ πορδακὸν τὸ χωρίον τὸ λιμνάζον; διέχει δʼ ἡ Λέσβος τὸ ἴσον ἀπὸ τῆς Τενέδου καὶ Λήμνου καὶ Χίου σχεδόν τι τῶν πεντακοσίων ἐνδοτέρω σταδίων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τοιαύτης δὲ τῆς πρὸς τοὺς Τρῶας οἰκειότητος ὑπαρχούσης τοῖς τε Λέλεξι καὶ τοῖς Κίλιξι, ζητοῦσιν αἰτίαν διʼ ἣν οὐ συγκαταλέγονται καὶ οὗτοι ἐν τῷ καταλόγῳ. εἰκὸς δὲ διὰ τὴν τῶν ἡγεμόνων διαφθορὰν καὶ τὴν τῶν πόλεων ἐκπόρθησιν ὀλίγους ὑπολειφθέντας τοὺς Κίλικας ὑπὸ τῷ Ἕκτορι τάττεσθαι· ὅ τε γὰρ Ἠετίων καὶ οἱ παῖδες αὐτοῦ λέγονται πρὸ τοῦ καταλόγου διαφθαρῆναι ἤτοι μὲν πατέρʼ ἀμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, ἐκ δὲ πόλιν πέρσεν Κιλίκων, Θήβην ὑψίπυλον. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν, οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄιδος εἴσω· πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεύς.Hom. Il. 6.414 ὡς δʼ αὕτως καὶ οἱ ὑπὸ Μύνητι τούς τε ἡγεμόνας ἀποβεβλήκασι καὶ τὴν πόλιν κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον, πέρσεν δὲ πόλιν θείοιο Μύνητος.Hom. Il. 2.692,Hom. Il. 19.296 τοὺς δὲ Λέλεγας τοῖς μὲν ἀγῶσι παρόντας ποιεῖ, ὅτανδὲ post ὅταν οὕτω λέγῃ πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι καὶ Λέλεγες καὶ Καύκωνες,Hom. Il. 10.428 καὶ πάλιν Σάτνιον οὔτασε δουρὶ Οἰνοπίδην, ὃν ἄρα νύμφη τέκε Νηὶς ἀμύμων Οἴνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.Hom. Il. 14.443 οὐ γὰρ οὕτως ἐξελελοίπεσαν τελέως ὥστε μὴ καὶ καθʼ αὑτοὺς ἔχειν τι σύστημα, ἅτε τοῦ βασιλέως αὐτῶν ἔτι περιόντος Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει,Hom. Il. 21.86 καὶ τῆς πόλεως οὐ τελέως ἠφανισμένης· ἐπιφέρει γὰρ Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.Hom. Il. 21.87 ἐν μέντοι τῷ καταλόγῳ παραλέλοιπεν αὐτούς, οὐχ ἱκανὸν ἡγούμενος τὸ σύστημα ὥστʼ ἐν καταλόγῳ τάττεσθαι, ἢ καὶ ὑπὸ τῷ Ἕκτορι καὶ τούτους συγκαταλέγων οὕτως ὄντας οἰκείους. ὁ γὰρ Λυκάων φησὶν ἀδελφὸς ὢν Ἕκτορος μινυνθάδιον δέ με μήτηρ γείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος, Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει.Hom. Il. 21.84 ταῦτα μὲν οὖν τοιαύτην τινὰ ἔχει τὴν εἰκοτολογίαν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἰκοτολογεῖν δʼ ἔστι κἂν εἴ τις τὸν ἀκριβῆ ζητεῖ κατὰ τὸν ποιητὴν ὅρον μέχρι τίνος οἱ Κίλικες διέτεινον καὶ οἱ Πελασγοὶ καὶ ἔτι οἱ μεταξὺ τούτων Κήτειοι λεγόμενοι οἱ ὑπὸ τῷ Εὐρυπύλῳ. περὶ μὲν οὖν τῶν Κιλίκων καὶ τῶν ὑπʼ Εὐρυπύλῳ τὰ ἐνόντα εἴρηται, καὶ διότι ἐπὶ τὰ περὶ τὸν Κάικον μάλιστα περατοῦνται. τοὺς δὲ Πελασγοὺς εὔλογον τούτοις ἐφεξῆς τιθέναι ἔκ τε τῶν ὑφʼ Ὁμήρου λεγομένων καὶ ἐκ τῆς ἄλλης ἱστορίας. ὁ μὲν γὰρ οὕτω φησίν Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων, τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον· τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος, υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.Hom. Il. 2.840 ἐξ ὧν πλῆθός τε ἐμφαίνει ἀξιόλογον τὸ τῶν Πελασγῶν (οὐ γὰρ φῦλον, ἀλλὰ φῦλα ἔφη) καὶ τὴν οἴκησιν ἐν Λαρίσῃ φράζει. πολλαὶ μὲν οὖν αἱ Λάρισαι, δεῖ δὲ τῶν ἐγγύς τινα δέξασθαι, μάλιστα δʼ ἂν τὴν περὶ Κύμην ὑπολάβοι τις ὀρθῶς· τριῶν γὰρ οὐσῶν ἡ μὲν καθʼ Ἁμαξιτὸν ἐν ὄψει τελέως ἐστὶ τῷ Ἰλίῳ, καὶ ἐγγὺς σφόδρα ἐν διακοσίοις που σταδίοις, ὥστʼ οὐκ ἂν λέγοιτο πιθανῶς ὁ Ἱππόθοος πεσεῖν ἐν τῷ ὑπὲρ Πατρόκλου ἀγῶνι τῆλʼ ἀπὸ Λαρίσης, ταύτης γε, ἀλλὰ μᾶλλον τῆς περὶ Κύμην· χίλιοι γάρ που στάδιοι μεταξύ· τρίτη δʼ ἐστὶ Λάρισα κώμη τῆς Ἐφεσίας ἐν τῷ Καϋστρίῳ πεδίῳ, ἥν φασι πόλιν ὑπάρξαι πρότερον, ἔχουσαν καὶ ἱερὸν Ἀπόλλωνος Λαρισηνοῦ, πλησιάζουσαν τῷ Τμώλῳ μᾶλλον ἢ τῇ Ἐφέσῳ· ταύτης γὰρ ἑκατὸν καὶ ὀγδοήκοντα διέχει σταδίους, ὥστε ὑπὸ τοῖς Μῄοσιν ἄν τις τάττοι ταύτην. Ἐφέσιοι δʼ αὐξηθέντες ὕστερον πολλὴν τῆς τῶν Μῃόνων, οὓς νῦν Λυδοὺς φαμέν, ἀπετέμοντο, ὥστʼ οὐδʼ αὕτη ἂν ἡ τῶν Πελασγῶν Λάρισα εἴη, ἀλλʼ ἐκείνη μᾶλλον. καὶ γὰρ τῆς μὲν ἐν τῇ Καϋστριανῇ Λαρίσης οὐδὲν ἔχομεν τεκμήριον ἰσχυρὸν ὡς ἦν ἤδη τότε· οὐδὲ γὰρ τῆς Ἐφέσου. τῆς δὲ περὶ τὴν Κύμην μαρτύριόν ἐστι πᾶσα ἡ Αἰολικὴ ἱστορία μικρὸν ὕστερον τῶν Τρωικῶν γενομένη.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
φασὶ γὰρ τοὺς ἐκ τοῦ Φρικίου τοῦ ὑπὲρ Θερμοπυλῶν Λοκρικοῦ ὄρους ὁρμηθέντας κατᾶραι μὲν εἰς τὸν τόπον ὅπου νῦν ἡ Κύμη ἐστί, καταλαβόντας δὲ τοὺς Πελασγοὺς κεκακωμένους ὑπὸ τοῦ Τρωικοῦ πολέμου, κατέχοντας δʼ ὅμως ἔτι τὴν Λάρισαν διέχουσαν τῆς Κύμης ὅσον ἑβδομήκοντα σταδίους, ἐπιτειχίσαι αὐτοῖς τὸ νῦν ἔτι λεγόμενον Νέον τεῖχος ἀπὸ τριάκοντα σταδίων τῆς Λαρίσης, ἑλόντας δὲ κτίσαι τὴν Κύμην καὶ τοὺς περιγενομένους ἀνθρώπους ἐκεῖσε ἀνοικίσαι· ἀπὸ δὲ τοῦ Λοκρικοῦ ὄρους τήν τε Κύμην Φρικωνίδα καλοῦσιν, ὁμοίως δὲ καὶ τὴν Λάρισαν· ἐρήμη δʼ ἐστὶ νῦν. ὅτι δʼ οἱ Πελασγοὶ μέγα ἦν ἔθνος, καὶ ἐκ τῆς ἄλλης ἱστορίας οὕτως ἐκμαρτυρεῖσθαί φασι· Μενεκράτης γοῦν ὁ Ἐλαΐτης ἐν τοῖς περὶ κτίσεων φησὶ τὴν παραλίαν τὴν νῦν Ἰωνικὴν πᾶσαν ἀπὸ Μυκάλης ἀρξαμένην ὑπὸ Πελασγῶν οἰκεῖσθαι πρότερον καὶ τὰς πλησίον νήσους. Λέσβιοι δʼ ὑπὸ Πυλαίῳ τετάχθαι λέγουσι σφᾶς τῷ ὑπὸ τοῦ ποιητοῦ λεγομένῳ τῶν Πελασγῶν ἄρχοντι, ἀφʼ οὗ καὶ τὸ παρʼ αὐτοῖς ὄρος ἔτι Πύλαιον καλεῖσθαι. καὶ Χῖοι δὲ οἰκιστὰς ἑαυτῶν Πελασγούς φασι τοὺς ἐκ τῆς Θετταλίας. πολύπλανον δὲ καὶ ταχὺ τὸ ἔθνος πρὸς ἀπαναστάσεις, ηὐξήθη τε ἐπὶ πολὺ καὶ ἀθρόαν ἔλαβε τὴν ἔκλειψιν καὶ μάλιστα κατὰ τὴν τῶν Αἰολέων καὶ τῶν Ἰώνων περαίωσιν εἰς τὴν Ἀσίαν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἴδιον δέ τι τοῖς Λαρισαίοις συνέβη τοῖς τε Καϋστριανοῖς καὶ τοῖς Φρικωνεῦσι καὶ τρίτοις τοῖς ἐν Θετταλίᾳ· ἅπαντες γὰρ ποταμόχωστον τὴν χώραν ἔσχον οἱ μὲν ὑπὸ τοῦ Καΰστρου, οἱ δʼ ὑπὸ τοῦ Ἕρμου, οἱ δʼ ὑπὸ τοῦ Πηνειοῦ. ἐν δὲ τῇ Φρικωνίδι Λαρίσῃ τετιμῆσθαι λέγεται Πίασος, ὅν φασιν ἄρχοντα Πελασγῶν ἐρασθῆναι τῆς θυγατρὸς Λαρίσης, βιασάμενον δʼ αὐτὴν τῖσαι τῆς ὕβρεως δίκην· ἐγκύψαντα γὰρ εἰς πίθον οἴνου καταμαθοῦσαν τῶν σκελῶν λαβομένην ἐξᾶραι καὶ καθεῖναι αὐτὸν εἰς τὸν πίθον. τὰ μὲν οὖν ἀρχαῖα τοιαῦτα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ταῖς δὲ νῦν Αἰολικαῖς πόλεσιν ἔτι καὶ τὰς Αἰγὰς προσληπτέον καὶ τὴν Τῆμνον, ὅθεν ἦν Ἑρμαγόρας ὁ τὰς ῥητορικὰς τέχνας συγγράψας· ἵδρυνται δʼ αἱ πόλεις αὗται κατὰ τὴν ὀρεινὴν τὴν ὑπερκειμένην τῆς τε Κυμαίας καὶ τῆς Φωκαέων καὶ Σμυρναίων γῆς, παρʼ ἣν ὁ Ἕρμος ῥεῖ. οὐκ ἄπωθεν δὲ τούτων τῶν πόλεων οὐδʼ ἡ Μαγνησία ἐστὶν ἡ ὑπὸ Σιπύλῳ, ἐλευθέρα πόλις ὑπὸ Ῥωμαίων κεκριμένη. καὶ ταύτην δʼ ἐκάκωσαν οἱ νεωστὶ γενόμενοι σεισμοί. εἰς δὲ τἀναντία τὰ ἐπὶ τὸν Κάικον νεύοντα ἀπὸ Λαρίσης μὲν διαβάντι τὸν Ἕρμον εἰς Κύμην ἑβδομήκοντα στάδιοι, ἐντεῦθεν δʼ εἰς Μύριναν τετταράκοντα στάδιοι, τὸ δʼ ἴσον ἐντεῦθεν εἰς Γρύνιον κἀκεῖθεν εἰς Ἐλαίαν· ὡς δʼ Ἀρτεμίδωρος, ἀπὸ τῆς Κύμης εἰσὶν Ἄδαι, εἶτʼ ἄκρα μετὰ τετταράκοντα σταδίους ἣν καλοῦσιν Ὕδραν, ἡ ποιοῦσα τὸν κόλπον τὸν Ἐλαϊτικὸν πρὸς τὴν ἀπεναντίον ἄκραν Ἁρματοῦντα. τοῦ μὲν οὖν στόματος τὸ πλάτος περὶ ὀγδοήκοντα σταδίους ἐστίν, ἐγκολπίζοντι δὲ Μύρινα ἐν ἑξήκοντα σταδίοις, Αἰολὶς πόλις ἔχουσα λιμένα, εἶτʼ Ἀχαιῶν λιμήν, ὅπου οἱ βωμοὶ τῶν δώδεκα θεῶν, εἶτα πολίχνιον Μυριναίων Γρύνιον καὶ ἱερὸν Ἀπόλλωνος καὶ μαντεῖον ἀρχαῖον καὶ νεὼς πολυτελὴς λίθου λευκοῦ, στάδιοι δʼ ἐπʼ αὐτὴν τετταράκοντα· εἶθʼ ἑβδομήκοντα εἰς Ἐλαίαν, λιμένα ἔχουσαν καὶ ναύσταθμον τῶν Ἀτταλικῶν βασιλέων, Μενεσθέως κτίσμα καὶ τῶν σὺν αὐτῷ Ἀθηναίων τῶν συστρατευσάντων ἐπὶ Ἴλιον. τὰ δʼ ἑξῆς εἴρηται τὰ περὶ Πιτάνην καὶ Ἀταρνέα καὶ τἆλλα τὰ ταύτῃ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μεγίστη δέ ἐστι τῶν Αἰολικῶν καὶ ἀρίστη Κύμη καὶ σχεδὸν μητρόπολις αὕτη τε καὶ ἡ Λέσβος τῶν ἄλλων πόλεων περὶ τριάκοντά που τὸν ἀριθμόν, ὧν ἐκλελοίπασιν οὐκ ὀλίγαι. σκώπτεται δʼ εἰς ἀναισθησίαν ἡ Κύμη κατὰ τοιαύτην τινά, ὥς φασιν ἔνιοι, δόξαν, ὅτι τριακοσίοις ἔτεσιν ὕστερον τῆς κτίσεως ἀπέδοντο τοῦ λιμένος τὰ τέλη, πρότερον δʼ οὐκ ἐκαρποῦτο τὴν πρόσοδον ταύτην ὁ δῆμος· κατέσχεν οὖν δόξα ὡς ὀψὲ ᾐσθημένων ὅτι ἐπὶ θαλάττῃ πόλιν οἰκοῖεν. ἔστι δὲ καὶ ἄλλος λόγος, ὅτι δανεισάμενοι χρήματα δημοσίᾳ τὰς στοὰς ὑπέθεντο, εἶτʼ οὐκ ἀποδιδόντες κατὰ τὴν ὡρισμένην ἡμέραν εἴργοντο τῶν περιπάτων· ὅτε μέντοι ὄμβρος εἴη, κατʼ αἰδῶ τινα κηρύττοιεν οἱ δανεισταί, κελεύοντες ὑπὸ τὰς στοὰς ὑπέρχεσθαι· τοῦ δὴ κήρυκος οὕτω φθεγγομένου ὑπὸ τὰς στοὰς ὑπέλθετε, ἐκπεσεῖν λόγον ὡς Κυμαίων οὐκ αἰσθανομένων ὡς ἐν τοῖς ὄμβροις ὑπὸ τὰς στοὰς ὑπελθετέον, ἂν μὴ σημάνῃ τις αὐτοῖς διὰ κηρύγματος. ἀνὴρ δʼ ἄξιος μνήμης ἐκ τῆσδε τῆς πόλεως ἀναντιλέκτως μέν ἐστιν Ἔφορος, τῶν Ἰσοκράτους γνωρίμων τοῦ ῥήτορος, ὁ τὴν ἱστορίαν συγγράψας καὶ τὰ περὶ τῶν εὑρημάτων· καὶ ἔτι πρότερος τούτου Ἡσίοδος ὁ ποιητής· αὐτὸς γὰρ εἴρηκεν ὅτι ὁ πατὴρ αὐτοῦ Δῖος μετῴκησεν εἰς Βοιωτοὺς Κύμην Αἰολίδα προλιπών νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ. Hes. WD 639-40 Ὅμηρος δʼ οὐχ ὁμολογουμένως· πολλοὶ γὰρ ἀμφισβητοῦσιν αὐτοῦ. τὸ δʼ ὄνομα ἀπὸ Ἀμαζόνος τῇ πόλει τεθεῖσθαι, καθάπερ καὶ τῇ Μυρίνῃ ἀπὸ τῆς ἐν τῷ Τρωικῷ πεδίῳ κειμένης ὑπὸ τῇ Βατιείᾳ τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο ΜυρίνηςHom. Il. 2.813 σκώπτεται δὲ καὶ ὁ Ἔφορος, διότι τῆς πατρίδος ἔργα οὐκ ἔχων φράζειν ἐν τῇ διαριθμήσει τῶν ἄλλων πράξεων, οὐ μὴν οὐδʼ ἀμνημόνευτον αὐτὴν εἶναι θέλων, οὕτως ἐπιφωνεῖ κατὰ δὲ τὸν αὐτὸν καιρὸν Κυμαῖοι τὰς ἡσυχίας ἦγον. Ἐπεὶ δὲ διεληλύθαμεν τὴν Τρωικὴν ἅμα καὶ τὴν Αἰολικὴν παραλίαν, ἐφεξῆς ἂν εἴη τὴν μεσόγαιαν ἐπιδραμεῖν μέχρι τοῦ Ταύρου, φυλάττοντας τὴν αὐτὴν τῆς ἐφόδου τάξιν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔχει δέ τινα ἡγεμονίαν πρὸς τοὺς τόπους τούτους τὸ Πέργαμον, ἐπιφανὴς πόλις καὶ πολὺν συνευτυχήσασα χρόνον τοῖς Ἀτταλικοῖς βασιλεῦσι· καὶ δὴ καὶ ἐντεῦθεν ἀρκτέον τῆς ἑξῆς περιοδείας, καὶ πρῶτον περὶ τῶν βασιλέων ὁπόθεν ὡρμήθησαν καὶ εἰς ἃ κατέστρεψαν ἐν βραχέσι δηλωτέον. ἦν μὲν δὴ τὸ Πέργαμον Λυσιμάχου γαζοφυλάκιον τοῦ Ἀγαθοκλέους, ἑνὸς τῶν Ἀλεξάνδρου διαδόχων, αὐτὴν τὴν ἄκραν τοῦ ὄρους συνοικουμένην ἔχον· ἔστι δὲ στροβιλοειδὲς τὸ ὄρος εἰς ὀξεῖαν κορυφὴν ἀπολῆγον. ἐπεπίστευτο δὲ τὴν φυλακὴν τοῦ ἐρύματος τούτου καὶ τῶν χρημάτων (ἦν δὲ τάλαντα ἐνακισχίλια) φιλέταιρος, ἀνὴρ Τιανός, θλιβίας ἐκ παιδός· συνέβη γὰρ ἔν τινι ταφῇ θέας οὔσης καὶ πολλῶν παρόντων ἀποληφθεῖσαν ἐν τῷ ὄχλῳ τὴν κομίζουσαν τροφὸν τὸν Φιλέταιρον ἔτι νήπιον συνθλιβῆναι μέχρι τοσοῦδε ὥστε πηρωθῆναι τὸν παῖδα. ἦν μὲν δὴ εὐνοῦχος, τραφεὶς δὲ καλῶς ἐφάνη τῆς πίστεως ταύτης ἄξιος. τέως μὲν οὖν εὔνους διέμεινε τῷ Λυσιμάχῳ, διενεχθεὶς δὲ πρὸς Ἀρσινόην τὴν γυναῖκα αὐτοῦ διαβάλλουσαν αὐτὸν ἀπέστησε τὸ χωρίον καὶ πρὸς τοὺς καιροὺς ἐπολιτεύετο ὁρῶν ἐπιτηδείους πρὸς νεωτερισμόν· ὅ τε γὰρ Λυσίμαχος κακοῖς οἰκείοις περιπεσὼν ἠναγκάσθη τὸν υἱὸν ἀνελεῖν Ἀγαθοκλέα, Σέλευκός τε ἐπελθὼν ὁ Νικάτωρ ἐκεῖνόν τε κατέλυσε καὶ αὐτὸς κατελύθη δολοφονηθεὶς ὑπὸ Πτολεμαίου τοῦ Κεραυνοῦ. τοιούτων δὲ θορύβων ὄντων διεγένετο μένων ἐπὶ τοῦ ἐρύματος ὁ εὐνοῦχος, καὶ πολιτευόμενος διʼ ὑποσχέσεων καὶ τῆς ἄλλης θεραπείας ἀεὶ πρὸς τὸν ἰσχύοντα καὶ ἐγγὺς παρόντα· διετέλεσε γοῦν ἔτη εἴκοσι κύριος ὢν τοῦ φρουρίου καὶ τῶν χρημάτων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἦσαν δʼ αὐτῷ δύο ἀδελφοί, πρεσβύτερος μὲν Εὐμένης νεώτερος δʼ Ἄτταλος· ἐκ μὲν οὖν τοῦ Εὐμένους ἐγένετο ὁμώνυμος τῷ πατρὶ Εὐμένης, ὅσπερ καὶ διεδέξατο τὸ Πέργαμον, καὶ ἦν ἤδη δυνάστης τῶν κύκλῳ χωρίων ὥστε καὶ περὶ Σάρδεις ἐνίκησε μάχῃ συμβαλὼν Ἀντίοχον τὸν Σελεύκου· δύο δὲ καὶ εἴκοσιν ἄρξας ἔτη τελευτᾷ τὸν βίον. ἐκ δὲ Ἀττάλου καὶ Ἀντιοχίδος τῆς Ἀχαιοῦ γεγονὼς Ἄτταλος διεδέξατο τὴν ἀρχήν, καὶ ἀνηγορεύθη βασιλεὺς πρῶτος νικήσας Γαλάτας μάχῃ μεγάλῃ. οὗτος δὲ καὶ Ῥωμαίοις κατέστη φίλος καὶ συνεπολέμησε πρὸς Φίλιππον μετὰ τοῦ Ῥοδίων ναυτικοῦ· γηραιὸς δὲ ἐτελεύτα βασιλεύσας ἔτη τρία καὶ τετταράκοντα, κατέλιπε δὲ τέτταρας υἱοὺς ἐξ Ἀπολλωνίδος Κυζικηνῆς γυναικός, Εὐμένη Ἄτταλον Φιλέταιρον Ἀθήναιον. οἱ μὲν οὖν νεώτεροι διετέλεσαν ἰδιῶται, τῶν δʼ ἄλλων ὁ πρεσβύτερος Εὐμένης ἐβασίλευσε· συνεπολέμησε δὲ οὗτος Ῥωμαίοις πρός τε Ἀντίοχον τὸν μέγαν καὶ πρὸς Περσέα, καὶ ἔλαβε παρὰ τῶν Ῥωμαίων ἅπασαν τὴν ὑπʼ Ἀντιόχῳ τὴν ἐντὸς τοῦ Ταύρου. πρότερον δʼ ἦν τὰ περὶ Πέργαμον οὐ πολλὰ χωρία μέχρι τῆς θαλάττης τῆς κατὰ τὸν Ἐλαΐτην κόλπον καὶ τὸν Ἀδραμυττηνόν. κατεσκεύασε δʼ οὗτος τὴν πόλιν καὶ τὸ Νικηφόριον ἄλσει κατεφύτευσε, καὶ ἀναθήματα καὶ βιβλιοθήκας καὶ τὴν ἐπὶ τοσόνδε κατοικίαν τοῦ Περγάμου τὴν νῦν οὖσαν ἐκεῖνος προσεφιλοκάλησε· βασιλεύσας δὲ ἔτη τετταράκοντα καὶ ἐννέα ἀπέλιπεν υἱῷ τὴν ἀρχὴν Ἀττάλῳ, γεγονότι ἐκ Στρατονίκης τῆς Ἀριαράθου θυγατρὸς τοῦ Καππαδόκων βασιλέως. ἐπίτροπον δὲ κατέστησε καὶ τοῦ παιδὸς νέου τελέως ὄντος καὶ τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἄτταλον. ἓν δὲ καὶ εἴκοσιν ἔτη βασιλεύσας γέρων οὗτος τελευτᾷ κατορθώσας πολλά· καὶ γὰρ Δημήτριον τὸν Σελεύκου συγκατεπολέμησεν Ἀλεξάνδρῳ τῷ Ἀντιόχου καὶ συνεμάχησε Ῥωμαίοις ἐπὶ τὸν Ψευδοφίλιππον, ἐχειρώσατο δὲ καὶ Διήγυλιν τὸν Καινῶν βασιλέα στρατεύσας εἰς τὴν Θρᾴκην, ἀνεῖλε δὲ καὶ Προυσίαν ἐπισυστήσας αὐτῷ Νικομήδη τὸν υἱόν, κατέλιπε δὲ τὴν ἀρχὴν τῷ ἐπιτροπευθέντι Ἀττάλῳ· βασιλεύσας δὲ οὗτος ἔτη πέντε καὶ κληθεὶς Φιλομήτωρ ἐτελεύτα νόσῳ τὸν βίον, κατέλιπε δὲ κληρονόμους Ῥωμαίους· οἱ δʼ ἐπαρχίαν ἀπέδειξαν τὴν χώραν Ἀσίαν προσαγορεύσαντες ὁμώνυμον τῇ ἠπείρῳ. παραρρεῖ δʼ ὁ Κάικος τὸ Πέργαμον, διὰ τοῦ Καΐκου πεδίου προσαγορευομένου σφόδρα εὐδαίμονα γῆν διεξιὼν σχεδὸν δέ τι καὶ τὴν ἀρίστην τῆς Μυσίας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἄνδρες δʼ ἐγένοντο ἐλλόγιμοι καθʼ ἡμᾶς Περγαμηνοὶ Μιθριδάτης τε Μηνοδότου υἱὸς καὶ Ἀδοβογιωνίδος τοῦ τετραρχικοῦ τῶν Γαλατῶν γένους, ἣν καὶ παλλακεῦσαι τῷ βασιλεῖ Μιθριδάτῃ φασίν· ὅθεν καὶ τοὔνομα τῷ παιδὶ θέσθαι τοὺς ἐπιτηδείους προσποιησαμένους ἐκ τοῦ βασιλέως αὐτὸν γεγονέναι. οὗτος γοῦν Καίσαρι τῷ θεῷ γενόμενος φίλος εἰς τοσόνδε προῆλθε τιμῆς ὥστε καὶ τετράρχης ἀπεδείχθη ἀπὸ τοῦ μητρῴου γένους καὶ βασιλεὺς ἄλλων τε καὶ τοῦ Βοσπόρου· κατελύθη δʼ ὑπὸ Ἀσάνδρου τοῦ καὶ Φαρνάκην ἀνελόντος τὸν βασιλέα καὶ κατασχόντος τὸν Βόσπορον. οὗτός τε δὴ ὀνόματος ἠξίωται μεγάλου, καὶ Ἀπολλόδωρος ὁ ῥήτωρ ὁ τὰς τέχνας συγγράψας καὶ τὴν Ἀπολλοδώρειον αἵρεσιν παραγαγών, ἥτις ποτʼ ἐστί· πολλὰ γὰρ ἐπεκράτει, μείζονα δὲ ἢ καθʼ ἡμᾶς ἔχοντα τὴν κρίσιν, ὧν ἔστι καὶ ἡ Ἀπολλοδώρειος αἵρεσις καὶ ἡ Θεοδώρειος. μάλιστα δὲ ἐξῆρε τὸν Ἀπολλόδωρον ἡ τοῦ Καίσαρος φιλία τοῦ Σεβαστοῦ, διδάσκαλον τῶν λόγων γενόμενον· μαθητὴν δʼ ἔσχεν ἀξιόλογον Διονύσιον τὸν ἐπικληθέντα Ἀττικόν, πολίτην αὐτοῦ· καὶ γὰρ σοφιστὴς ἦν ἱκανὸς καὶ συγγραφεὺς καὶ λογογράφος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
προϊόντι δʼ ἀπὸ τοῦ πεδίου καὶ τῆς πόλεως ἐπὶ μὲν τὰ πρὸς ἕω μέρη πόλις ἐστὶν Ἀπολλωνία, μετεώροις ἐπικειμένη τόποις· ἐπὶ δὲ τὸν νότον ὀρεινὴ ῥάχις ἐστίν, ἣν ὑπερβᾶσι καὶ βαδίζουσιν ἐπὶ Σάρδεων πόλις ἐστὶν ἐν ἀριστερᾷ Θυάτειρα, κατοικία Μακεδόνων, ἣν Μυσῶν ἐσχάτην τινὲς φασίν. ἐν δεξιᾷ δʼ Ἀπολλωνίς, διέχουσα Περγάμου τριακοσίους σταδίους, τοὺς δὲ ἴσους καὶ τῶν Σάρδεων· ἐπώνυμος δʼ ἐστὶ τῆς Κυζικηνῆς Ἀπολλωνίδος· εἶτʼ ἐκδέχεται τὸ Ἕρμου πεδίον καὶ Σάρδεις· τὰ δὲ προσάρκτια τῷ Περγάμῳ τὰ πλεῖστα ὑπὸ Μυσῶν ἔχεται τὰ ἐν δεξιᾷ τῶν Ἀβαειτῶν λεγομένων, οἷς συνάπτει ἡ Ἐπίκτητος μέχρι Βιθυνίας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
αἱ δὲ Σάρδεις πόλις ἐστὶ μεγάλη, νεωτέρα μὲν τῶν Τρωικῶν ἀρχαία δʼ ὅμως, ἄκραν ἔχουσα εὐερκῆ· βασίλειον δʼ ὑπῆρξε τῶν Λυδῶν, οὓς ὁ ποιητὴς καλεῖ Μῄονας οἱ δʼ ὕστερον Μαίονας, οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς οἱ δʼ ἑτέρους ἀποφαίνοντες· τοὺς δʼ αὐτοὺς ἄμεινόν ἐστι λέγειν. ὑπέρκειται δὲ τῶν Σάρδεων ὁ Τμῶλος, εὔδαιμον ὄρος, ἐν τῇ ἀκρωρείᾳ σκοπὴν ἔχον, ἐξέδραν λευκοῦ λίθου, Περσῶν ἔργον, ἀφʼ οὗ κατοπτεύεται τὰ κύκλῳ πεδία καὶ μάλιστα τὸ Καϋστριανόν· περιοικοῦσι δὲ Λυδοὶ καὶ Μυσοὶ καὶ Μακεδόνες. ῥεῖ δʼ ὁ Πακτωλὸς ἀπὸ τοῦ Τμώλου, καταφέρων τὸ παλαιὸν ψῆγμα χρυσοῦ πολύ, ἀφʼ οὗ τὸν Κροίσου λεγόμενον πλοῦτον καὶ τῶν προγόνων αὐτοῦ διονομασθῆναί φασι· νῦν δʼ ἐκλέλοιπε τὸ ψῆγμα, ὡς εἴρηται. καταφέρεται δʼ ὁ Πακτωλὸς εἰς τὸν Ἕρμον, εἰς ὃν καὶ ὁ Ὕλλος ἐμβάλλει, Φρύγιος νυνὶ καλούμενος· συμπεσόντες δʼ οἱ τρεῖς καὶ ἄλλοι ἀσημότεροι σὺν αὐτοῖς εἰς τὴν κατὰ Φώκαιαν ἐκδιδόασι θάλατταν, ὡς Ἡρόδοτός φησιν. ἄρχεται δʼ ἐκ Μυσίας ὁ Ἕρμος, ἐξ ὄρους ἱεροῦ τῆς Δινδυμήνης, καὶ διὰ τῆς Κατακεκαυμένης εἰς τὴν Σαρδιανὴν φέρεται καὶ τὰ συνεχῆ πεδία μέχρι τῆς θαλάττης. ὑπόκειται δὲ τῇ πόλει τό τε Σαρδιανὸν πεδίον καὶ τὸ τοῦ Κύρου καὶ τὸ τοῦ Ἕρμου καὶ τὸ Καϋστριανόν, συνεχῆ τε ὄντα καὶ πάντων ἄριστα πεδίων. ἐν δὲ σταδίοις τετταράκοντα ἀπὸ τῆς πόλεως ἔστιν ἡ Γυγαία μὲν ὑπὸ τοῦ ποιητοῦ λεγομένη λίμνη, Κολόη δʼ ὕστερον μετονομασθεῖσα, ὅπου τὸ ἱερὸν τῆς Κολοηνῆς Ἀρτέμιδος μεγάλην ἁγιστείαν ἔχον. φασὶ δʼ ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰ τὰς ἑορτάς, οὐκ οἶδʼ ὅπως ποτὲ παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
κειμένων δʼ οὕτω πως τῶν ἐπῶν παρʼ Ὁμήρῳ Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην, υἷε Ταλαιμένεος, τὼ Γυγαίη τέκε λίμνη, οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας,Hom. Il. 2.864 προσγράφουσί τινες τοῦτο τέταρτον ἔπος Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ. οὐδεμία δʼ εὑρίσκεται Ὕδη ἐν τοῖς Λυδοῖς. οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν ὅν φησιν ὁ ποιητής σκυτοτόμων ὄχʼ ἄριστος Ὕδῃ ἔνι.Hom. Il. 7.221 προστιθέασι δὲ καὶ διότι δρυμώδης ὁ τόπος καὶ κεραυνόβολος, καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι· καὶ γὰρ τῷ εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάςHom. Il. 2.783 ἐπεισφέρουσι χώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ. ἄλλοι δʼ ἐν Κιλικίᾳ, τινὲς δʼ ἐν Συρία πλάττουσι τὸν μῦθον τοῦτον, οἱ δʼ ἐν Πιθηκούσσαις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι· οἱ δὲ τὰς Σάρδεις Ὕδην ὀνομάζουσιν, οἱ δὲ τὴν ἀκρόπολιν αὐτῆς. πιθανωτάτους δʼ ὁ Σκήψιος ἡγεῖται τοὺς ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντας. Πίνδαρος δὲ συνοικειοῖ τοῖς ἐν τῇ Κιλικίᾳ τὰ ἐν Πιθηκούσσαις, ἅπερ ἐστὶ πρὸ τῆς Κυμαίας, καὶ τὰ ἐν Σικελίᾳ· καὶ γὰρ τῇ Αἴτνῃ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνα τόν ποτε Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα.Pind. p. 1.31 καὶ πάλιν κείνῳ μὲν Αἴτνα δεσμὸς ὑπερφίαλος ἀμφίκειται. καὶ πάλιν ἀλλʼ οἶος ἄπλατον κεράιζε θεῶν Τυφῶνα πεντηκοντακάρανον ἀνάγκᾳ Ζεὺς πατὴρ ἐν Ἀρίμοις ποτέ.Pind. Fr. 93 (Bergk) οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν Ἀραμαίους λέγουσι, τοὺς δὲ Κίλικας τοὺς ἐν Τροίᾳ μεταναστάντας εἰς Συρίαν ἀνῳκισμένους ἀποτεμέσθαι παρὰ τῶν Σύρων τὴν νῦν λεγομένην Κιλικίαν. Καλλισθένης δʼ ἐγγὺς τοῦ Καλυκάδνου καὶ τῆς Σαρπηδόνος ἄκρας παρʼ αὐτὸ τὸ Κωρύκιον ἄντρον εἶναι τοὺς Ἀρίμους, ἀφʼ ὧν τὰ ἐγγὺς ὄρη λέγεσθαι Ἄριμα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
περίκειται δὲ τῇ λίμνῃ τῇ Κολόῃ τὰ μνήματα τῶν βασιλέων· πρὸς δὲ ταῖς Σάρδεσιν ἔστι τὸ τοῦ Ἀλυάττου ἐπὶ κρηπῖδος ὑψηλῆς χῶμα μέγα, ἐργασθέν, ὥς φησιν Ἡρόδοτος, ὑπὸ τοῦ πλήθους τῆς πόλεως, οὗ τὸ πλεῖστον ἔργον αἱ παιδίσκαι συνετέλεσαν· λέγει δʼ ἐκεῖνος καὶ πορνεύεσθαι πάσας· τινὲς δὲ καὶ πόρνης μνῆμα λέγουσι τὸν τάφον. χειροποίητον δὲ τὴν λίμνην ἔνιοι ἱστοροῦσι τὴν Κολόην πρὸς τὰς ἐκδοχὰς τῶν πλημμυρίδων, αἳ συμβαίνουσι τῶν ποταμῶν πληρουμένων. Ὕπαιπα δὲ πόλις ἐστὶ καταβαίνουσιν ἀπὸ τοῦ Τμώλου πρὸς τὸ τοῦ Καΰστρου πεδίον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
φησὶ δὲ Καλλισθένης ἁλῶναι τὰς Σάρδεις ὑπὸ Κιμμερίων πρῶτον, εἶθʼ ὑπὸ Τρηρῶν καὶ Λυκίων, ὅπερ καὶ Καλλῖνον δηλοῦν τὸν τῆς ἐλεγείας ποιητήν, ὕστατα δὲ τὴν ἐπὶ Κύρου καὶ Κροίσου γενέσθαι ἅλωσιν. λέγοντος δὲ τοῦ Καλλίνου τὴν ἔφοδον τῶν Κιμμερίων ἐπὶ τοὺς Ἠσιονῆας γεγονέναι καθʼ ἣν αἱ Σάρδεις ἑάλωσαν, εἰκάζουσιν οἱ περὶ τὸν Σκήψιον ἰαστὶ λέγεσθαι Ἠσιονεῖς τοὺς Ἀσιονεῖς· τάχα γὰρ ἡ Μῃονία φησίν Ἀσία ἐλέγετο, καθʼ ὃ καὶ Ὅμηρος εἴρηκεν Ἀσίῳ ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα.Hom. Il. 2.461 ἀναληφθεῖσα δʼ ἀξιολόγως ὕστερον διὰ τὴν ἀρετὴν τῆς χώρας ἡ πόλις καὶ οὐδεμιᾶς λειπομένη τῶν ἀστυγειτόνων, νεωστὶ ὑπὸ σεισμῶν ἀπέβαλε πολλὴν τῆς κατοικίας. ἡ δὲ τοῦ Τιβερίου πρόνοια τοῦ καθʼ ἡμᾶς ἡγεμόνος καὶ ταύτην καὶ τῶν ἄλλων συχνὰς ἀνέλαβε ταῖς εὐεργεσίαις, ὅσαι περὶ τὸν αὐτὸν καιρὸν ἐκοινώνησαν τοῦ αὐτοῦ πάθους.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἄνδρες δʼ ἀξιόλογοι γεγόνασι τοῦ αὐτοῦ γένους Διόδωροι δύο οἱ ῥήτορες, ὧν ὁ πρεσβύτερος ἐκαλεῖτο Ζωνᾶς, ἀνὴρ πολλοὺς ἀγῶνας ἠγωνισμένος ὑπὲρ τῆς Ἀσίας, κατὰ δὲ τὴν Μιθριδάτου τοῦ βασιλέως ἔφοδον αἰτίαν ἐσχηκὼς ὡς ἀφιστὰς παρʼ αὐτοῦ τὰς πόλεις ἀπελύσατο τὰς διαβολὰς ἀπολογησάμενος· τοῦ δὲ νεωτέρου φίλου ἡμῖν γενομένου καὶ ἱστορικὰ συγγράμματα ἔστι καὶ μέλη καὶ ἄλλα ποιήματα τὴν ἀρχαίαν γραφὴν ἐπιφαίνοντα ἱκανῶς. Ξάνθος δὲ ὁ παλαιὸς συγγραφεὺς Λυδὸς μὲν λέγεται, εἰ δὲ ἐκ Σάρδεων οὐκ ἴσμεν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Λυδούς εἰσιν οἱ Μυσοὶ καὶ πόλις Φιλαδέλφεια σεισμῶν πλήρης. οὐ γὰρ διαλείπουσιν οἱ τοῖχοι διιστάμενοι καὶ ἄλλοτʼ ἄλλο μέρος τῆς πόλεως κακοπαθοῦν· οἰκοῦσιν οὖν ὀλίγοι διὰ τοῦτο τὴν πόλιν, οἱ δὲ πολλοὶ καταβιοῦσιν ἐν τῇ χώρᾳ γεωργοῦντες, ἔχοντες εὐδαίμονα γῆν· ἀλλὰ καὶ τῶν ὀλίγων θαυμάζειν ἔστιν ὅτι οὕτω φιλοχωροῦσιν, ἐπισφαλεῖς τὰς οἰκήσεις ἔχοντες· ἔτι δʼ ἄν τις μᾶλλον θαυμάσειε τῶν κτισάντων αὐτήν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ ταῦτʼ ἔστιν ἡ Κατακεκαυμένη λεγομένη χώρα μῆκος μὲν καὶ πεντακοσίων σταδίων πλάτος δὲ τετρακοσίων, εἴτε Μυσίαν χρὴ καλεῖν εἴτε Μῃονίαν (λέγεται γὰρ ἀμφοτέρως), ἅπασα ἄδενδρος πλὴν ἀμπέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον οὐδενὸς τῶν ἐλλογίμων ἀρετῇ λειπόμενον. ἔστι δὲ ἡ ἐπιφάνεια τεφρώδης τῶν πεδίων, ἡ δʼ ὀρεινὴ καὶ πετρώδης μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. εἰκάζουσι μὲν οὖν τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι τοῦτο, καὶ οὐκ ὀκνοῦσι τὰ περὶ τὸν Τυφῶνα ἐνταῦθα μυθολογεῖν. Ξάνθος δὲ καὶ Ἀριμοῦν τινα λέγει τῶν τόπων τούτων βασιλέα. οὐκ εὔλογον δὲ ὑπὸ τοιούτων παθῶν τὴν τοσαύτην χώραν ἐμπρησθῆναι ἀθρόως, ἀλλὰ μᾶλλον ὑπὸ γηγενοῦς πυρός, ἐκλιπεῖν δὲ νῦν τὰς πηγάς· δείκνυνται δὲ καὶ βόθροι τρεῖς, οὓς φύσας καλοῦσιν, ὅσον τετταράκοντα ἀλλήλων διεστῶτες σταδίους· ὑπέρκεινται δὲ λόφοι τραχεῖς, οὓς εἰκὸς ἐκ τῶν ἀναφυσηθέντων σεσωρεῦσθαι μύδρων. τὸ δʼ εὐάμπελον τὴν τοιαύτην ὑπάρχειν γῆν, λάβοι τις ἂν καὶ ἐκ τῆς Καταναίας τῆς χωσθείσης τῇ σποδῷ καὶ νῦν ἀποδιδούσης οἶνον δαψιλῆ καὶ καλόν. ἀστεϊζόμενοι δέ τινες εἰκότως πυριγενῆ τὸν Διόνυσον λέγεσθαί φασιν, ἐκ τῶν τοιούτων χωρίων τεκμαιρόμενοι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὰ δʼ ἑξῆς ἐπὶ τὰ νότια μέρη τοῖς τόποις τούτοις ἐμπλοκὰς ἔχει μέχρι πρὸς τὸν Ταῦρον, ὥστε καὶ τὰ Φρύγια καὶ τὰ Καρικὰ καὶ τὰ Λύδια καὶ ἔτι τὰ τῶν Μυσῶν δυσδιάκριτα εἶναι παραπίπτοντα εἰς ἄλληλα· εἰς δὲ τὴν σύγχυσιν ταύτην οὐ μικρὰ συλλαμβάνει τὸ τοὺς Ῥωμαίους μὴ κατὰ φῦλα διελεῖν αὐτούς, ἀλλὰ ἕτερον τρόπον διατάξαι τὰς διοικήσεις, ἐν αἷς τὰς ἀγοραίους ποιοῦνται καὶ τὰς δικαιοδοσίας. ὁ μέν γε Τμῶλος ἱκανῶς συνῆκται καὶ περιγραφὴν ἔχει μετρίαν ἐν αὐτοῖς ἀφοριζόμενος τοῖς Λυδίοις μέρεσιν, ἡ δὲ Μεσωγὶς εἰς τὸ ἀντικείμενον μέρος διατείνει μέχρι Μυκάλης ἀπὸ Κελαινῶν ἀρξάμενον, ὥς φησι Θεόπομπος, ὥστε τὰ μὲν αὐτοῦ Φρύγες κατέχουσι τὰ πρὸς ταῖς Κελαιναῖς καὶ τῇ Ἀπαμείᾳ, τὰ δὲ Μυσοὶ καὶ Λυδοί, τὰ δὲ Κᾶρες καὶ Ἴωνες. οὕτω δὲ καὶ οἱ ποταμοὶ καὶ μάλιστα ὁ Μαίανδρος τὰ μὲν διορίζοντες τῶν ἐθνῶν, διʼ ὧν δὲ μέσοι φερόμενοι δύσληπτον ποιοῦσι τἀκριβές· καὶ περὶ τῶν πεδίων δὲ τῶν ἐφʼ ἑκάτερα τῆς τε ὀρεινῆς καὶ τῆς ποταμίας ὁ αὐτὸς λόγος. οὐδʼ ἡμῖν ἴσως ἐπὶ τοσοῦτον φροντιστέον ὡς ἀναγκαῖον χωρομετροῦσιν, ἀλλὰ τοσοῦτον μόνον ὑπογραπτέον ὅσον καὶ οἱ πρὸ ἡμῶν παραδεδώκασι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τῷ δὴ Καϋστριανῷ πεδίῳ μεταξὺ πίπτοντι τῆς τε Μεσωγίδος καὶ τοῦ Τμώλου συνεχές ἐστι πρὸς ἕω τὸ Κιλβιανὸν πεδίον πολύ τε καὶ συνοικούμενον εὖ καὶ χώραν ἔχον σπουδαίαν· εἶτα τὸ Ὑρκάνιον πεδίον, Περσῶν ἐπονομασάντων καὶ ἐποίκους ἀγαγόντων ἐκεῖθεν (ὁμοίως δὲ καὶ τὸ Κύρου πεδίον Πέρσαι κατωνόμασαν)· εἶτα τὸ Πελτηνὸν πεδίον, ἤδη Φρύγιον, καὶ τὸ Κιλλάνιον καὶ τὸ Ταβηνόν, ἔχοντα πολίχνας μιξοφρυγίους ἐχούσας τι καὶ Πισιδικόν, ἀφʼ ὧν αὐτὰ κατωνομάσθη.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ὑπερβαλοῦσι δὲ τὴν Μεσωγίδα τὴν μεταξὺ Καρῶν τε καὶ τῆς Νυσαΐδος, ἥ ἐστι χώρα κατὰ τὰ τοῦ Μαιάνδρου πέραν μέχρι τῆς Κιβυράτιδος καὶ τῆς Καβαλίδος, πόλεις εἰσὶ πρὸς μὲν τῇ Μεσωγίδι καταντικρὺ Λαοδικείας Ἱερὰ πόλις, ὅπου τὰ θερμὰ ὕδατα καὶ τὸ Πλουτώνιον, ἄμφω παραδοξολογίαν τινὰ ἔχοντα· τὸ μὲν γὰρ ὕδωρ οὕτω ῥᾳδίως εἰς πῶρον μεταβάλλει πηττόμενον ὥστʼ ὀχετοὺς ἐπάγοντες φραγμοὺς ἀπεργάζονται μονολίθους, τὸ δὲ Πλουτώνιον ὑπʼ ὀφρύι μικρᾷ τῆς ὑπερκειμένης ὀρεινῆς στόμιόν ἐστι σύμμετρον ὅσον ἄνθρωπον δέξασθαι δυνάμενον, βεβάθυνται δʼ ἐπὶ πολύ· πρόκειται δὲ τούτου δρυφάκτωμα τετράγωνον ὅσον ἡμιπλέθρου τὴν περίμετρον· τοῦτο δὲ πλῆρές ἐστιν ὁμιχλώδους παχείας ἀχλύος ὥστε μόγις τοὔδαφος καθορᾶν. τοῖς μὲν οὖν κύκλῳ πλησιάζουσι πρὸς τὸν δρύφακτον ἄλυπός ἐστιν ὁ ἀήρ, καθαρεύων ἐκείνης τῆς ἀχλύος ἐν ταῖς νηνεμίαις· συμμένει γὰρ ἐντὸς τοῦ περιβόλου· τῷ δʼ εἴσω παριόντι ζῴῳ θάνατος παραχρῆμα ἀπαντᾷ· ταῦροι γοῦν εἰσαχθέντες πίπτουσι καὶ ἐξέλκονται νεκροί, ἡμεῖς δὲ στρουθία ἐπέμψαμεν καὶ ἔπεσεν εὐθὺς ἐκπνεύσαντα· οἱ δʼ ἀπόκοποι Γάλλοι παρίασιν ἀπαθεῖς, ὥστε καὶ μέχρι τοῦ στομίου πλησιάζειν καὶ ἐγκύπτειν καὶ καταδύνειν μέχρι ποσοῦ συνέχοντας ὡς ἐπὶ τὸ πολὺ τὸ πνεῦμα· ἑωρῶμεν γὰρ ἐκ τῆς ὄψεως ὡς ἂν πνιγώδους τινὸς πάθους ἔμφασιν, εἴτʼ ἐπὶ πάντων τῶν οὕτω πεπηρωμένων τοῦτο εἴτε μόνων τῶν περὶ τὸ ἱερόν, καὶ εἴτε θείᾳ προνοίᾳ, καθάπερ ἐπὶ τῶν ἐνθουσιασμῶν εἰκός, εἴτε ἀντιδότοις τισὶ δυνάμεσι τούτου συμβαίνοντος. τὸ δὲ τῆς ἀπολιθώσεως καὶ ἐπὶ τῶν ἐν Λαοδικείᾳ ποταμῶν φασι συμβαίνειν καίπερ ὄντων ποτίμων. ἔστι δὲ καὶ πρὸς βαφὴν ἐρίων θαυμαστῶς σύμμετρον τὸ κατὰ τὴν Ἱερὰν πόλιν ὕδωρ, ὥστε τὰ ἐκ τῶν ῥιζῶν βαπτόμενα ἐνάμιλλα εἶναι τοῖς ἐκ τῆς κόκκου καὶ τοῖς ἁλουργέσιν· οὕτω δʼ ἐστὶν ἄφθονον τὸ πλῆθος τοῦ ὕδατος ὥστε ἡ πόλις μεστὴ τῶν αὐτομάτων βαλανείων ἐστί.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὴν Ἱερὰν πόλιν τὰ πέραν τοῦ Μαιάνδρου. τὰ μὲν οὖν περὶ Λαοδίκειαν καὶ Ἀφροδισιάδα καὶ τὰ μέχρι Καρούρων εἴρηται· τὰ δʼ ἑξῆς ἐστι τὰ μὲν πρὸς δύσιν ἡ τῶν Ἀντιοχέων πόλις τῶν ἐπὶ Μαιάνδρῳ, τῆς Καρίας ἤδη· τὰ δὲ πρὸς νότον ἡ Κιβύρα ἐστὶν ἡ μεγάλη καὶ ἡ Σίνδα καὶ ἡ Καβαλὶς μέχρι τοῦ Ταύρου καὶ τῆς Λυκίας. ἡ μὲν οὖν Ἀντιόχεια μετρία πόλις ἐστὶν ἐπʼ αὐτῷ κειμένη τῷ Μαιάνδρῳ κατὰ τὸ πρὸς τῇ Φρυγίᾳ μέρος, ἐπέζευκται δὲ γέφυρα· χώραν δʼ ἔχει πολλὴν ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ πᾶσαν εὐδαίμονα, πλείστην δὲ φέρει τὴν καλουμένην Ἀντιοχικὴν ἰσχάδα· τὴν δὲ αὐτὴν καὶ τρίφυλλον ὀνομάζουσιν· εὔσειστος δὲ καὶ οὗτός ἐστιν ὁ τόπος. σοφιστὴς δὲ παρὰ τούτοις ἔνδοξος γεγένηται Διοτρέφης, οὗ διήκουσεν Ὑβρέας ὁ καθʼ ἡμᾶς γενόμενος μέγιστος ῥήτωρ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Σολύμους δʼ εἶναί φασι τοὺς Καβαλεῖς· τῆς γοῦν Τερμησσέων ἄκρας ὁ ὑπερκείμενος λόφος καλεῖται Σόλυμος, καὶ αὐτοὶ δὲ οἱ Τερμησσεῖς Σόλυμοι καλοῦνται. πλησίον δʼ ἐστὶ καὶ ὁ Βελλεροφόντου χάραξ καὶ ὁ Πεισάνδρου τάφος τοῦ υἱοῦ αὐτοῦ πεσόντος ἐν τῇ πρὸς Σολύμους μάχῃ. ταῦτα δὲ καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ λεγομένοις ὁμολογεῖται· περὶ μὲν γὰρ τοῦ Βελλεροφόντου φησὶν οὕτως δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι.Hom. Il. 6.184 περὶ δὲ τοῦ παιδὸς αὐτοῦ Πείσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο μαρνάμενον Σολύμοισι κατέκτανεν.Hom. Il. 6.203 ἡ δὲ Τερμησσός ἐστι Πισιδικὴ πόλις ἡ μάλιστα καὶ ἔγγιστα ὑπερκειμένη τῆς Κιβύρας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
λέγονται δὲ ἀπόγονοι Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα· ὕστερον δὲ Πισιδῶν τῶν ὁμόρων ἐποικησάντων καὶ μετακτισάντων εἰς ἕτερον τόπον εὐερκέστατον ἐν κύκλῳ σταδίων περὶ ἑκατόν. ηὐξήθη δὲ διὰ τὴν εὐνομίαν, καὶ αἱ κῶμαι παρεξέτειναν ἀπὸ Πισιδίας καὶ τῆς ὁμόρου Μιλυάδος ἕως Λυκίας καὶ τῆς Ῥοδίων περαίας· προσγενομένων δὲ τριῶν πόλεων ὁμόρων, Βουβῶνος Βαλβούρων Οἰνοάνδων, τετράπολις τὸ σύστημα ἐκλήθη, μίαν ἑκάστης ψῆφον ἐχούσης, δύο δὲ τῆς Κιβύρας· ἔστελλε γὰρ αὕτη πεζῶν μὲν τρεῖς μυριάδας ἱππέας δὲ δισχιλίους· ἐτυραννεῖτο δʼ ἀεί, σωφρόνως δʼ ὅμως· ἐπὶ Μοαγέτου δʼ ἡ τυραννὶς τέλος ἔσχε, καταλύσαντος αὐτὴν Μουρηνᾶ καὶ Λυκίοις προσορίσαντος τὰ Βάλβουρα καὶ τὴν Βουβῶνα· οὐδὲν δʼ ἧττον ἐν ταῖς μεγίσταις ἐξετάζεται διοικήσεσι τῆς Ἀσίας ἡ Κιβυρατική. τέτταρσι δὲ γλώτταις ἐχρῶντο οἱ Κιβυρᾶται, τῇ Πισιδικῇ τῇ Σολύμων τῇ Ἑλληνίδι τῇ Λυδῶν· δὲ οὐδʼ ἴχνος ἐστὶν ἐν Λυδίᾳ. ἴδιον δʼ ἐστὶν ἐν Κιβύρᾳ τὸ τὸν σίδηρον τορεύεσθαι ῥᾳδίως. Μιλύα δʼ ἐστὶν ἡ ἀπὸ τῶν κατὰ Τερμησσὸν στενῶν καὶ τῆς εἰς τὸ ἐντὸς τοῦ Ταύρου ὑπερθέσεως διʼ αὐτῶν ἐπὶ Ἴσινδα παρατείνουσα ὀρεινὴ μέχρι Σαγαλασσοῦ καὶ τῆς Ἀπαμέων χώρας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
λοιπὸν δʼ ἐστὶν εἰπεῖν περὶ Ἰώνων καὶ Καρῶν καὶ τῆς ἔξω τοῦ Ταύρου παραλίας, ἣν ἔχουσι Λύκιοί τε καὶ Πάμφυλοι καὶ Κίλικες· οὕτω γὰρ ἂν ἔχοι τέλος ἡ πᾶσα τῆς χερρονήσου περιήγησις, ἧς ἰσθμὸν ἔφαμεν τὴν ὑπέρβασιν τὴν ἐκ τῆς Ποντικῆς θαλάττης ἐπὶ τὴν Ἰσσικήν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔστι δὲ τῆς Ἰωνίας ὁ μὲν περίπλους ὁ παρὰ γῆν σταδίων που τρισχιλίων τετρακοσίων τριάκοντα διὰ τοὺς κόλπους καὶ διὰ τὸ χερρονησίζειν ἐπὶ πλεῖον τὴν χώραν, τὸ δʼ ἐπʼ εὐθείας μῆκος οὐ πολύ. αὐτὸ οὖν τὸ ἐξ Ἐφέσου μέχρι Σμύρνης ὁδὸς μέν ἐστιν ἐπʼ εὐθείας τριακόσιοι εἴκοσι στάδιοι· εἰς γὰρ Μητρόπολιν ἑκατὸν καὶ εἴκοσι στάδιοι, οἱ λοιποὶ δὲ εἰς Σμύρναν· περίπλους δὲ μικρὸν ἀπολείπων τῶν δισχιλίων καὶ διακοσίων. ἔστι δʼ οὖν ἀπὸ τοῦ Ποσειδίου τοῦ Μιλησίων καὶ τῶν Καρικῶν ὅρων μέχρι Φωκαίας καὶ τοῦ Ἕρμου τὸ πέρας τῆς Ἰωνικῆς παραλίας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ταύτης δέ φησι Φερεκύδης Μίλητον μὲν καὶ Μυοῦντα καὶ τὰ περὶ Μυκάλην καὶ Ἔφεσον Κᾶρας ἔχειν πρότερον, τὴν δʼ ἑξῆς παραλίαν μέχρι Φωκαίας καὶ Χίον καὶ Σάμον, ἧς Ἀγκαῖος ἦρχε, Λέλεγας· ἐκβληθῆναι δʼ ἀμφοτέρους ὑπὸ τῶν Ἰώνων καὶ εἰς τὰ λοιπὰ μέρη τῆς Καρίας ἐκπεσεῖν. ἄρξαι δέ φησιν Ἄνδροκλον τῆς τῶν Ἰώνων ἀποικίας, ὕστερον τῆς Αἰολικῆς, υἱὸν γνήσιον Κόδρου τοῦ Ἀθηνῶν βασιλέως, γενέσθαι δὲ τοῦτον Ἐφέσου κτίστην. διόπερ τὸ βασίλειον τῶν Ἰώνων ἐκεῖ συστῆναί φασι, καὶ ἔτι νῦν οἱ ἐκ τοῦ γένους ὀνομάζονται βασιλεῖς ἔχοντές τινας τιμάς, προεδρίαν τε ἐν ἀγῶσι καὶ πορφύραν ἐπίσημον τοῦ βασιλικοῦ γένους, σκίπωνα ἀντὶ σκήπτρου, καὶ τὰ ἱερὰ τῆς Ἐλευσινίας Δήμητρος. καὶ Μίλητον δʼ ἔκτισεν Νηλεὺς ἐκ Πύλου τὸ γένος ὤν· οἵ τε Μεσσήνιοι καὶ οἱ Πύλιοι συγγένειάν τινα προσποιοῦνται, καθʼ ἣν καὶ Μεσσήνιον τὸν Νέστορα οἱ νεώτεροί φασι ποιηταί, καὶ τοῖς περὶ Μέλανθον τὸν Κόδρου πατέρα πολλοὺς καὶ τῶν Πυλίων συνεξᾶραί φασιν εἰς τὰς Ἀθήνας· τοῦτον δὴ πάντα τὸν λαὸν μετὰ τῶν Ἰώνων κοινῇ στεῖλαι τὴν ἀποικίαν· τοῦ δὲ Νηλέως ἐπὶ τῷ Ποσειδίῳ βωμὸς ἵδρυμα δείκνυται. Κυδρῆλος δὲ νόθος υἱὸς Κόδρου Μυοῦντα κτίζει· Ἀνδρόπομπος δὲ Λέβεδον καταλαβόμενος τόπον τινὰ Ἄρτιν· Κολοφῶνα δʼ Ἀνδραίμων Πύλιος, ὥς φησι καὶ Μίμνερμος ἐν Ναννοῖ· Πριήνην δʼ Αἴπυτος ὁ Νηλέως, εἶθʼ ὕστερον Φιλωτᾶς ἐκ Θηβῶν λαὸν ἀγαγών· Τέω δὲ Ἀθάμας μὲν πρότερον, διόπερ Ἀθαμαντίδα καλεῖ αὐτὴν Ἀνακρέων, κατὰ δὲ τὴν Ἰωνικὴν ἀποικίαν Ναῦκλος υἱὸς Κόδρου νόθος, καὶ μετὰ τοῦτον Ἄποικος καὶ Δάμασος Ἀθηναῖοι καὶ Γέρης ἐκ Βοιωτῶν· Ἐρυθρὰς δὲ Κνῶπος, καὶ οὗτος υἱὸς Κόδρου νόθος· Φώκαιαν δʼ οἱ μετὰ Φιλογένους Ἀθηναῖοι· Κλαζομενὰς δὲ Πάραλος· Χίον δὲ Ἐγέρτιος, σύμμικτον ἐπαγαγόμενος πλῆθος· Σάμον δὲ Τεμβρίων, εἶθʼ ὕστερον Προκλῆς.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
αὗται μὲν δώδεκα Ἰωνικαὶ πόλεις, προσελήφθη δὲ χρόνοις ὕστερον καὶ Σμύρνα εἰς τὸ Ἰωνικὸν ἐναγαγόντων Ἐφεσίων· ἦσαν γὰρ αὐτοῖς σύνοικοι τὸ παλαιόν, ἡνίκα καὶ Σμύρνα ἐκαλεῖτο ἡ Ἔφεσος· καὶ Καλλῖνός που οὕτως ὠνόμακεν αὐτήν, Σμυρναίους τοὺς Ἐφεσίους καλῶν ἐν τῷ πρὸς τὸν Δία λόγῳ Σμυρναίους δʼ ἐλέησον καὶ πάλιν μνῆσαι δʼ εἴκοτέ τοι μηρία καλὰ βοῶν Σμυρναῖοι κατέκηαν.Callinus fr. 2 (Bergk) Σμύρνα δʼ ἦν Ἀμαζὼν ἡ κατασχοῦσα τὴν Ἔφεσον, ἀφʼ ἧς τοὔνομα καὶ τοῖς ἀνθρώποις καὶ τῇ πόλει, ὡς καὶ ἀπὸ Σισύρβης Σισυρβῖται τινὲς τῶν Ἐφεσίων ἐλέγοντο· καὶ τόπος δέ τις τῆς Ἐφέσου Σμύρνα ἐκαλεῖτο, ὡς δηλοῖ Ἱππῶναξ ᾤκει δʼ ὄπισθε τῆς πόλιος ἐνὶ Σμύρνῃ μεταξὺ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς.Hipponax fr. 44 (Bergk) ἐκαλεῖτο γὰρ Λεπρὴ μὲν ἀκτὴ ὁ πρηὼν ὁ ὑπερκείμενος τῆς νῦν πόλεως, ἔχων μέρος τοῦ τείχους αὐτῆς· τὰ γοῦν ὄπισθεν τοῦ πρηῶνος κτήματα ἔτι νυνὶ λέγεται ἐν τῇ Ὀπισθολεπρίᾳ· τραχεῖα δʼ ἐκαλεῖτο ἡ περὶ τὸν Κορησσὸν Παρώρειος. ἡ δὲ πόλις ἦν τὸ παλαιὸν περὶ τὸ Ἀθήναιον τὸ νῦν ἔξω τῆς πόλεως ὂν κατὰ τὴν καλουμένην Ὑπέλαιον, ὥστε ἡ Σμύρνα ἦν κατὰ τὸ νῦν γυμνάσιον ὄπισθεν μὲν τῆς τότε πόλεως, μεταξὺ δὲ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς. ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρατεύουσιν ἐπὶ τὸν τόπον, ἐν ᾧ νῦν ἔστιν ἡ Σμύρνα, Λελέγων κατεχόντων· ἐκβαλόντες δʼ αὐτοὺς ἔκτισαν τὴν παλαιὰν Σμύρναν διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους. ὕστερον δὲ ὑπὸ Αἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα, καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέραν ἀπέλαβον· καθάπερ καὶ Μίμνερμος ἐν τῇ Ναννοῖ φράζει μνησθεὶς τῆς Σμύρνης ὅτι περιμάχητος ἀεί ἡμεῖς δηὖτε Πύλον Νηλήιον ἄστυ λιπόντες ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα· ἐς δʼ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες ἑζόμεθʼ ἀργαλέης ὕβριος ἡγεμόνες. κεῖθεν δʼ ἀστήεντος ἀπορνύμενοι ποταμοῖο θεῶν βουλῇ Σμύρνην εἵλομεν Αἰολίδα.Mimnermus fr. 9 (Bergk) ταῦτα μὲν περὶ τούτων· ἐφοδευτέον δὲ πάλιν τὰ καθʼ ἕκαστα, τὴν ἀρχὴν ἀπὸ τῶν ἡγεμονικωτέρων τόπων ποιησαμένους, ἐφʼ ὧνπερ καὶ πρῶτον αἱ κτίσεις ἐγένοντο, λέγω δὲ τῶν περὶ Μίλητον καὶ Ἔφεσον· αὗται γὰρ ἄρισται πόλεις καὶ ἐνδοξόταται.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὸ Ποσείδιον τὸ Μιλησίων ἑξῆς ἐστι τὸ μαντεῖον τοῦ Διδυμέως Ἀπόλλωνος τὸ ἐν Βραγχίδαις ἀναβάντι ὅσον ὀκτωκαίδεκα σταδίους· ἐνεπρήσθη δʼ ὑπὸ Ξέρξου, καθάπερ καὶ τὰ ἄλλα ἱερὰ πλὴν τοῦ ἐν Ἐφέσῳ· οἱ δὲ Βραγχίδαι τοὺς θησαυροὺς τοῦ θεοῦ παραδόντες τῷ Πέρσῃ φεύγοντι συναπῆραν τοῦ μὴ τῖσαι δίκας τῆς ἱεροσυλίας καὶ τῆς προδοσίας. ὕστερον δʼ οἱ Μιλήσιοι μέγιστον νεὼν τῶν πάντων κατεσκεύασαν, διέμεινε δὲ χωρὶς ὀροφῆς διὰ τὸ μέγεθος· κώμης γοῦν κατοικίαν ὁ τοῦ σηκοῦ περίβολος δέδεκται καὶ ἄλσος ἐντός τε καὶ ἐκτὸς πολυτελές· ἄλλοι δὲ σηκοὶ τὸ μαντεῖον καὶ τὰ ἱερὰ συνέχουσιν· ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τὸν Βράγχον καὶ τὸν ἔρωτα τοῦ Ἀπόλλωνος· κεκόσμηται δʼ ἀναθήμασι τῶν ἀρχαίων τεχνῶν πολυτελέστατα· ἐντεῦθεν δʼ ἐπὶ τὴν πόλιν οὐ πολλὴ ὁδός ἐστιν οὐδὲ πλοῦς.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
φησὶ δʼ Ἔφορος τὸ πρῶτον κτίσμα εἶναι Κρητικόν, ὑπὲρ τῆς θαλάττης τετειχισμένον, ὅπου νῦν ἡ πάλαι Μίλητος ἔστι, Σαρπηδόνος ἐκ Μιλήτου τῆς Κρητικῆς ἀγαγόντος οἰκήτορας καὶ θεμένου τοὔνομα τῇ πόλει τῆς ἐκεῖ πόλεως ἐπώνυμον, κατεχόντων πρότερον Λελέγων τὸν τόπον· τοὺς δὲ περὶ Νηλέα ὕστερον τὴν νῦν τειχίσαι πόλιν. ἔχει δὲ τέτταρας λιμένας ἡ νῦν, ὧν ἕνα καὶ στόλῳ ἱκανόν. πολλὰ δὲ τῆς πόλεως ἔργα ταύτης, μέγιστον δὲ τὸ πλῆθος τῶν ἀποικιῶν· ὅ τε γὰρ Εὔξεινος πόντος ὑπὸ τούτων συνῴκισται πᾶς καὶ ἡ Προποντὶς καὶ ἄλλοι πλείους τόποι. Ἀναξιμένης γοῦν ὁ Λαμψακηνὸς οὕτω φησὶν ὅτι καὶ Ἴκαρον τὴν νῆσον καὶ Λέρον Μιλήσιοι συνῴκισαν καὶ περὶ Ἑλλήσποντον ἐν μὲν τῇ Χερρονήσῳ Λίμνας, ἐν δὲ τῇ Ἀσίᾳ Ἄβυδον Ἄρισβαν Παισόν, ἐν δὲ τῇ Κυζικηνῶν νήσῳ Ἀρτάκην Κύζικον, ἐν δὲ τῇ μεσογαίᾳ τῆς Τρῳάδος Σκῆψιν· ἡμεῖς δʼ ἐν τοῖς καθʼ ἕκαστα λέγομεν καὶ τὰς ἄλλας τὰς ὑπὸ τούτου παραλελειμμένας. οὔλιον δʼ Ἀπόλλωνα καλοῦσί τινα καὶ Μιλήσιοι καὶ Δήλιοι, οἷον ὑγιαστικὸν καὶ παιωνικόν· τὸ γὰρ οὔλειν ὑγιαίνειν, ἀφʼ οὗ καὶ τὸ οὐλὴ καὶ τό οὖλέ τε καὶ μέγα χαῖρε. ἰατικὸς γὰρ ὁ Ἀπόλλων· καὶ ἡ Ἄρτεμις ἀπὸ τοῦ ἀρτεμέας ποιεῖν· καὶ ὁ Ἥλιος δὲ καὶ ἡ Σελήνη συνοικειοῦνται τούτοις, ὅτι τῆς περὶ τοὺς ἀέρας εὐκρασίας αἴτιοι· καὶ τὰ λοιμικὰ δὲ πάθη καὶ τοὺς αὐτομάτους θανάτους τούτοις ἀνάπτουσι τοῖς θεοῖς.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἄνδρες δʼ ἄξιοι μνήμης ἐγένοντο ἐν τῇ Μιλήτῳ Θαλῆς τε εἷς τῶν ἑπτὰ σοφῶν, ὁ πρῶτος φυσιολογίας ἄρξας ἐν τοῖς Ἕλλησι καὶ μαθηματικῆς, καὶ ὁ τούτου μαθητὴς Ἀναξίμανδρος καὶ ὁ τούτου πάλιν Ἀναξιμένης, ἔτι δʼ Ἑκαταῖος ὁ τὴν ἱστορίαν συντάξας, καθʼ ἡμᾶς δὲ Αἰσχίνης ὁ ῥήτωρ, ὃς ἐν φυγῇ διετέλεσε, παρρησιασάμενος πέρα τοῦ μετρίου πρὸς Πομπήιον Μάγνον. ἠτύχησε δʼ ἡ πόλις ἀποκλείσασα Ἀλέξανδρον καὶ βίᾳ ληφθεῖσα, καθάπερ καὶ Ἁλικαρνασός· ἔτι δὲ πρότερον ὑπὸ Περσῶν· καί φησί γε Καλλισθένης ὑπʼ Ἀθηναίων χιλίαις δραχμαῖς ζημιωθῆναι Φρύνιχον τὸν τραγικόν, διότι δρᾶμα ἐποίησε Μιλήτου ἅλωσιν ὑπὸ Δαρείου. πρόκειται δʼ ἡ Λάδη νῆσος πλησίον καὶ τὰ περὶ τὰς Τραγαίας νησία ὑφόρμους ἔχοντα λῃσταῖς.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἑξῆς δʼ ἐστὶν ὁ Λατμικὸς κόλπος, ἐν ᾧ Ἡράκλεια ἡ ὑπὸ Λάτμῳ λεγομένη, πολίχνιον ὕφορμον ἔχον· ἐκαλεῖτο δὲ πρότερον Λάτμος ὁμωνύμως τῷ ὑπερκειμένῳ ὄρει, ὅπερ Ἑκαταῖος μὲν ἐμφαίνει τὸ αὐτὸ εἶναι νομίζων τῷ ὑπὸ τοῦ ποιητοῦ Φθειρῶν ὄρει λεγομένῳ (ὑπὲρ γὰρ τῆς Λάτμου φησὶ τὸ Φθειρῶν ὄρος κεῖσθαι), τινὲς δὲ τὸ Γρίον φασίν, ὡς ἂν παράλληλον τῷ Λάτμῳ ἀνῆκον ἀπὸ τῆς Μιλησίας πρὸς ἕω διὰ τῆς Καρίας μέχρι Εὐρώμου καὶ Χαλκητόρων· ὑπέρκειται δὲ ταύτης ἐν ὄψει. μικρὸν δʼ ἄπωθεν διαβάντι ποταμίσκον πρὸς τῷ Λάτμῳ δείκνυται τάφος Ἐνδυμίωνος ἔν τινι σπηλαίῳ· εἶτα ἀφʼ Ἡρακλείας ἐπὶ Πύρραν πολίχνην πλοῦς ἑκατόν που σταδίων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μικρὸν δὲ πλέον τὸ ἀπὸ Μιλήτου εἰς Ἡράκλειαν ἐγκολπίζοντι, εὐθυπλοίᾳ δʼ εἰς Πύρραν ἐκ Μιλήτου τριάκοντα· τοσαύτην ἔχει μακροπορίαν ὁ παρὰ γῆν πλοῦς. ἀνάγκη δʼ ἐπὶ τῶν ἐνδόξων τόπων ὑπομένειν τὸ περισκελὲς τῆς τοιαύτης γεωγραφίας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐκ δὲ Πύρρας ἐπὶ τὴν ἐκβολὴν τοῦ Μαιάνδρου πεντήκοντα· τεναγώδης δʼ ὁ τόπος καὶ ἑλώδης· ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς σκάφεσι τριάκοντα σταδίους πόλις Μυοῦς, μία τῶν Ἰάδων τῶν δώδεκα, ἣ νῦν διʼ ὀλιγανδρίαν Μιλησίοις συμπεπόλισται. ταύτην ὄψον λέγεται Θεμιστοκλεῖ δοῦναι Ξέρξης, ἄρτον δὲ Μαγνησίαν, οἶνον δὲ Λάμψακον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔνθεν ἐν σταδίοις τέτταρσι κώμη Καρικὴ Θυμβρία, παρʼ ἣν ἄορνόν ἐστι σπήλαιον ἱερόν, Χαρώνιον λεγόμενον, ὀλεθρίους ἔχον ἀποφοράς. ὑπέρκειται δὲ Μαγνησία ἡ πρὸς Μαιάνδρῳ, Μαγνήτων ἀποικία τῶν ἐν Θετταλίᾳ καὶ Κρητῶν, περὶ ἧς αὐτίκα ἐροῦμεν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὰς ἐκβολὰς τοῦ Μαιάνδρου ὁ κατὰ Πριήνην ἐστὶν αἰγιαλός· ὑπὲρ αὐτοῦ δʼ ἡ Πριήνη καὶ Μυκάλη τὸ ὄρος εὔθηρον καὶ εὔδενδρον. ἐπίκειται δὲ τῇ Σαμίᾳ καὶ ποιεῖ πρὸς αὐτὴν ἐπέκεινα τῆς Τρωγιλίου καλουμένης ἄκρας ὅσον ἑπταστάδιον πορθμόν. λέγεται δʼ ὑπό τινων ἡ Πριήνη Κάδμη, ἐπειδὴ Φιλωτᾶς ὁ ἐπικτίσας αὐτὴν Βοιώτιος ὑπῆρχεν· ἐκ Πριήνης δʼ ἦν Βίας εἷς τῶν ἑπτὰ σοφῶν, περὶ οὗ φησιν οὕτως Ἱππῶναξ καὶ δικάσσασθαι Βίαντος τοῦ Πριηνέως κρέσσον.Hipponax fr. 79 (Bergk)
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τῆς δὲ Τρωγιλίου πρόκειται νησίον ὁμώνυμον· ἐντεῦθεν δὲ τὸ ἐγγυτάτω δίαρμά ἐστιν ἐπὶ Σούνιον σταδίων χιλίων ἑξακοσίων, κατʼ ἀρχὰς μὲν Σάμον ἐν δεξιᾷ ἔχοντι καὶ Ἰκαρίαν καὶ Κορσίας, τοὺς δὲ Μελαντίους σκοπέλους ἐξ εὐωνύμων, τὸ λοιπὸν δὲ διὰ μέσων τῶν Κυκλάδων νήσων. καὶ αὐτὴ δʼ ἡ Τρωγίλιος ἄκρα πρόπους τις τῆς Μυκάλης ἐστί. τῇ Μυκάλῃ δʼ ὄρος ἄλλο πρόσκειται τῆς Ἐφεσίας Πακτύης· καὶ ἡ Μεσωγὶς δὲ εἰς αὐτὴν καταστρέφει.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἀπὸ δὲ τῆς Τρωγιλίου στάδιοι τετταράκοντα εἰς τὴν Σάμον· βλέπει δὲ πρὸς νότον καὶ αὐτὴ καὶ ὁ λιμὴν ἔχων ναύσταθμον. ἔστι δʼ αὐτῆς ἐν ἐπιπέδῳ τὸ πλέον ὑπὸ τῆς θαλάττης κλυζόμενον, μέρος δέ τι καὶ εἰς τὸ ὄρος ἀνέχει τὸ ὑπερκείμενον. ἐν δεξιᾷ μὲν οὖν προσπλέουσι πρὸς τὴν πόλιν ἔστι τὸ Ποσείδιον ἄκρα ἡ ποιοῦσα πρὸς τὴν Μυκάλην τὸν ἑπταστάδιον πορθμόν, ἔχει δὲ νεὼν Ποσειδῶνος· πρόκειται δʼ αὐτοῦ νησίδιον ἡ Ναρθηκίς· ἐπʼ ἀριστερᾷ δὲ τὸ προάστειον τὸ πρὸς τῷ Ἡραίῳ καὶ ὁ Ἴμβρασος ποταμὸς καὶ τὸ Ἡραῖον, ἀρχαῖον ἱερὸν καὶ νεὼς μέγας, ὃς νῦν πινακοθήκη ἐστί· χωρὶς δὲ τοῦ πλήθους τῶν ἐνταῦθα κειμένων πινάκων ἄλλαι πινακοθῆκαι καὶ ναΐσκοι τινές εἰσι πλήρεις τῶν ἀρχαίων τεχνῶν· τό τε ὕπαιθρον ὁμοίως μεστὸν ἀνδριάντων ἐστὶ τῶν ἀρίστων· ὧν τρία Μύρωνος ἔργα κολοσσικὰ ἱδρυμένα ἐπὶ μιᾶς βάσεως, ἃ ἦρε μὲν Ἀντώνιος ἀνέθηκε δὲ πάλιν ὁ Σεβαστὸς Καῖσαρ εἰς τὴν αὐτὴν βάσιν τὰ δύο, τὴν Ἀθηνᾶν καὶ τὸν Ἡρακλέα, τὸν δὲ Δία εἰς τὸ Καπετώλιον μετήνεγκε κατασκευάσας αὐτῷ ναΐσκον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
περίπλους δʼ ἐστὶ τῆς Σαμίων νήσου σταδίων ἑξακοσίων. ἐκαλεῖτο δὲ Παρθενία πρότερον οἰκούντων Καρῶν, εἶτα Ἀνθεμοῦς, εἶτα Μελάμφυλλος, εἶτα Σάμος, εἴτʼ ἀπό τινος ἐπιχωρίου ἥρωος εἴτʼ ἐξ Ἰθάκης καὶ Κεφαλληνίας ἀποικήσαντος. καλεῖται μὲν οὖν καὶ ἄκρα τις Ἄμπελος βλέπουσά πως πρὸς τὸ τῆς Ἰκαρίας Δρέπανον, ἀλλὰ καὶ τὸ ὄρος ἅπαν ὃ ποιεῖ τὴν ὅλην νῆσον ὀρεινὴν ὁμωνύμως λέγεται· ἔστι δʼ οὐκ εὔοινος, καίπερ εὐοινουσῶν τῶν κύκλῳ νήσων, καὶ τῆς ἠπείρου σχεδόν τι τῆς προσεχοῦς πάσης τοὺς ἀρίστους ἐκφερούσης οἴνουςpost οἴνους· οἷον Χίου καὶ Λέσβου καὶ Κῶ.· οἷον Χίου καὶ Λέσβου καὶ Κῶ· καὶ μὴν καὶ ὁ Ἐφέσιος καὶ Μητροπολίτης ἀγαθοί, ἥ τε Μεσωγὶς καὶ ὁ Τμῶλος καὶ ἡ Κατακεκαυμένη καὶ Κνίδος καὶ Σμύρνα καὶ ἄλλοι ἀσημότεροι τόποι διαφόρως χρηστοινοῦσιν ἢ πρὸς ἀπόλαυσιν ἢ πρὸς διαίτας ἰατρικάς. περὶ μὲν οὖν οἴνους οὐ πάνυ εὐτυχεῖ Σάμος, τὰ δʼ ἄλλα εὐδαίμων, ὡς δῆλον ἔκ τε τοῦ περιμάχητον γενέσθαι καὶ ἐκ τοῦ τοὺς ἐπαινοῦντας μὴ ὀκνεῖν ἐφαρμόττειν αὐτῇ τὴν λέγουσαν παροιμίαν ὅτι φέρει καὶ ὀρνίθων γάλαpost γάλα· καθάπερ που καὶ Μένανδρος ἔφη.. τοῦτο δὲ καὶ τῶν τυραννίδων αἴτιον αὐτῇ κατέστη καὶ τῆς πρὸς Ἀθηναίους ἔχθρας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
αἱ μὲν οὖν τυραννίδες ἤκμασαν κατὰ Πολυκράτη μάλιστα καὶ τὸν ἀδελφὸν αὐτοῦ Συλοσῶντα· ἦν δʼ ὁ μὲν καὶ τύχῃ καὶ δυνάμει λαμπρὸς ὥστε καὶ θαλαττοκρατῆσαι· τῆς δʼ εὐτυχίας αὐτοῦ σημεῖον τιθέασιν ὅτι ῥίψαντος εἰς τὴν θάλατταν ἐπίτηδες τὸν δακτύλιον λίθου καὶ γλύμματος πολυτελοῦς, ἀνήνεγκε μικρὸν ὕστερον τῶν ἁλιέων τις τὸν καταπιόντα ἰχθὺν αὐτόν· ἀνατμηθέντος δʼ εὑρέθη ὁ δακτύλιος· πυθόμενον δὲ τοῦτο τὸν Αἰγυπτίων βασιλέα φασὶ μαντικῶς πως ἀποφθέγξασθαι ὡς ἐν βραχεῖ καταστρέψει τὸν βίον εἰς οὐκ εὐτυχὲς τέλος ὁ τοσοῦτον ἐξηρμένος ταῖς εὐπραγίαις· καὶ δὴ καὶ συμβῆναι τοῦτο· ληφθέντα γὰρ ἐξ ἀπάτης ὑπὸ τοῦ σατράπου τῶν Περσῶν κρεμασθῆναι. τούτῳ συνεβίωσεν Ἀνακρέων ὁ μελοποιός· καὶ δὴ καὶ πᾶσα ἡ ποίησις πλήρης ἐστὶ τῆς περὶ αὐτοῦ μνήμης. ἐπὶ τούτου δὲ καὶ Πυθαγόραν ἱστοροῦσιν ἰδόντα φυομένην τὴν τυραννίδα ἐκλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν εἰς Αἴγυπτον καὶ Βαβυλῶνα φιλομαθείας χάριν· ἐπανιόντα δʼ ἐκεῖθεν, ὁρῶντα ἔτι συμμένουσαν τὴν τυραννίδα, πλεύσαντα εἰς Ἰταλίαν ἐκεῖ διατελέσαι τὸν βίον. περὶ Πολυκράτους μὲν ταῦτα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Συλοσῶν δʼ ἀπελείφθη μὲν ἰδιώτης ὑπὸ τοῦ ἀδελφοῦ, Δαρείῳ δὲ τῷ Ὑστάσπεω χαρισάμενος ἐσθῆτα, ἧς ἐπεθύμησεν ἐκεῖνος φοροῦντα ἰδών, οὔπω δʼ ἐβασίλευε τότε, βασιλεύσαντος ἀντέλαβε δῶρον τὴν τυραννίδα. πικρῶς δʼ ἦρξεν, ὥστε καὶ ἐλειπάνδρησεν ἡ πόλις· κἀκεῖθεν ἐκπεσεῖν συνέβη τὴν παροιμίαν ἕκητι Συλοσῶντος εὐρυχωρίη.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Ἀθηναῖοι δὲ πρότερον μὲν πέμψαντες στρατηγὸν Περικλέα καὶ σὺν αὐτῷ Σοφοκλέα τὸν ποιητὴν πολιορκίᾳ κακῶς διέθηκαν ἀπειθοῦντας τοὺς Σαμίους, ὕστερον δὲ καὶ κληρούχους ἔπεμψαν δισχιλίους ἐξ ἑαυτῶν, ὧν ἦν καὶ Νεοκλῆς ὁ Ἐπικούρου τοῦ φιλοσόφου πατήρ, γραμματοδιδάσκαλος, ὥς φασι· καὶ δὴ καὶ τραφῆναί φασιν ἐνθάδε καὶ ἐν Τέῳ καὶ ἐφηβεῦσαι Ἀθήνησι· γενέσθαι δʼ αὐτῷ συνέφηβον Μένανδρον τὸν κωμικόν· Σάμιος δʼ ἦν καὶ Κρεώφυλος, ὅν φασι δεξάμενον ξενίᾳ ποτὲ Ὅμηρον λαβεῖν δῶρον τὴν ἐπιγραφὴν τοῦ ποιήματος ὃ καλοῦσιν Οἰχαλίας ἅλωσιν. Καλλίμαχος δὲ τοὐναντίον ἐμφαίνει διʼ ἐπιγράμματός τινος, ὡς ἐκείνου μὲν ποιήσαντος λεγομένου δʼ Ὁμήρου διὰ τὴν λεγομένην ξενίαν τοῦ Σαμίου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον Ὅμηρον δεξαμένου· κλείω δʼ Εὔρυτον ὅσσʼ ἔπαθεν, καὶ ξανθὴν Ἰόλειαν· Ὁμήρειον δὲ καλεῦμαι γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα. τινὲς δὲ διδάσκαλον Ὁμήρου τοῦτόν φασιν, οἱ δʼ οὐ τοῦτον ἀλλʼ Ἀριστέαν τὸν Προκοννήσιον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
παράκειται δὲ τῇ Σάμῳ νῆσος Ἰκαρία ἀφʼ ἧς τὸ Ἰκάριον πέλαγος. αὕτη δʼ ἐπώνυμός ἐστιν Ἰκάρου παιδὸς τοῦ Δαιδάλου, ὅν φασι τῷ πατρὶ κοινωνήσαντα τῆς φυγῆς, ἡνίκα ἀμφότεροι πτερωθέντες ἀπῆραν ἐκ Κρήτης, πεσεῖν ἐνθάδε μὴ κρατήσαντα τοῦ δρόμου· μετεωρισθέντι γὰρ πρὸς τὸν ἥλιον ἐπὶ πλέον περιρρυῆναι τὰ πτερὰ τακέντος τοῦ κηροῦ. τριακοσίων δʼ ἐστὶ τὴν περίμετρον σταδίων ἡ νῆσος ἅπασα καὶ ἀλίμενος πλὴν ὑφόρμων, ὧν ὁ κάλλιστος Ἱστοὶ λέγονται· ἄκρα δʼ ἐστὶν ἀνατείνουσα πρὸς ζέφυρον. ἔστι δὲ καὶ Ἀρτέμιδος ἱερὸν καλούμενον Ταυροπόλιον ἐν τῇ νήσῳ καὶ πολισμάτιον Οἰνόη, καὶ ἄλλο Δράκανον ὁμώνυμον τῇ ἄκρᾳ ἐφʼ ᾗ ἵδρυται, πρόσορμον ἔχον· ἡ δὲ ἄκρα διέχει τῆς Σαμίων ἄκρας τῆς Κανθαρίου καλουμένης ὀγδοήκοντα σταδίους, ὅπερ ἐστὶν ἐλάχιστον δίαρμα τὸ μεταξύ. νυνὶ μέντοι λιπανδροῦσαν Σάμιοι νέμονται τὰ πολλὰ βοσκημάτων χάριν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὸν Σάμιον πορθμὸν τὸν πρὸς Μυκάλῃ πλέουσιν εἰς Ἔφεσον ἐν δεξιᾷ ἐστιν ἡ Ἐφεσίων παραλία· μέρος δέ τι ἔχουσιν αὐτῆς καὶ οἱ Σάμιοι. πρῶτον δʼ ἐστὶν ἐν τῇ παραλίᾳ τὸ Πανιώνιον τρισὶ σταδίοις ὑπερκείμενον τῆς θαλάττης, ὅπου τὰ Πανιώνια, κοινὴ πανήγυρις τῶν Ἰώνων, συντελεῖται τῷ Ἑλικωνίῳ Ποσειδῶνι καὶ θυσία· ἱερῶνται δὲ Πριηνεῖς· εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Πελοποννησιακοῖς. εἶτα Νεάπολις, ἣ πρότερον μὲν ἦν Ἐφεσίων νῦν δὲ Σαμίων διαλλαξαμένων πρὸς τὸ Μαραθήσιον, τὸ ἐγγυτέρω πρὸς τὸ ἀπωτέρω· εἶτα Πύγελα πολίχνιον, ἱερὸν ἔχον Ἀρτέμιδος Μουνυχίας, ἵδρυμα Ἀγαμέμνονος, οἰκούμενον ὑπὸ μέρους τῶν ἐκείνου λαῶν· πυγαλγίας γάρ τινας καὶ γενέσθαι καὶ κληθῆναι, κάμνοντας δʼ ὑπὸ τοῦ πάθους καταμεῖναι, καὶ τυχεῖν οἰκείου τοῦδε τοῦ ὀνόματος τὸν τόπον. εἶτα λιμὴν Πάνορμος καλούμενος ἔχων ἱερὸν τῆς Ἐφεσίας Ἀρτέμιδος· εἶθʼ ἡ πόλις. ἐν δὲ τῇ αὐτῇ παραλίᾳ μικρὸν ὑπὲρ τῆς θαλάττης ἐστὶ καὶ ἡ Ὀρτυγία, διαπρεπὲς ἄλσος παντοδαπῆς ὕλης, κυπαρίττου δὲ τῆς πλείστης. διαρρεῖ δὲ ὁ Κέγχριος ποταμός, οὗ φασι νίψασθαι τὴν Λητὼ μετὰ τὰς ὠδῖνας. ἐνταῦθα γὰρ μυθεύουσι τὴν λοχείαν καὶ τὴν τροφὸν τὴν Ὀρτυγίαν καὶ τὸ ἄδυτον ἐν ᾧ ἡ λοχεία, καὶ τὴν πλησίον ἐλαίαν, ᾗ πρῶτον ἐπαναπαύσασθαί φασι τὴν θεὸν ἀπολυθεῖσαν τῶν ὠδίνων. ὑπέρκειται δὲ τοῦ ἄλσους ὄρος ὁ Σολμισσός, ὅπου στάντας φασὶ τοὺς Κουρῆτας τῷ ψόφῳ τῶν ὅπλων ἐκπλῆξαι τὴν Ἥραν ζηλοτύπως ἐφεδρεύουσαν, καὶ λαθεῖν συμπράξαντας τὴν λοχείαν τῇ Λητοῖ. ὄντων δʼ ἐν τῷ τόπῳ πλειόνων ναῶν, τῶν μὲν ἀρχαίων τῶν δʼ ὕστερον γενομένων, ἐν μὲν τοῖς ἀρχαίοις ἀρχαῖά ἐστι ξόανα, ἐν δὲ τοῖς ὕστερον Σκόπα ἔργα· ἡ μὲν Λητὼ σκῆπτρον ἔχουσα, ἡ δʼ Ὀρτυγία παρέστηκεν ἑκατέρᾳ τῇ χειρὶ παιδίον ἔχουσα. πανήγυρις δʼ ἐνταῦθα συντελεῖται κατʼ ἔτος, ἔθει δέ τινι οἱ νέοι φιλοκαλοῦσι μάλιστα περὶ τὰς ἐνταῦθα εὐωχίας λαμπρυνόμενοι· τότε δὲ καὶ τῶν Κουρήτων ἀρχεῖον συνάγει συμπόσια καί τινας μυστικὰς θυσίας ἐπιτελεῖ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὴν δὲ πόλιν ᾤκουν μὲν Κᾶρές τε καὶ Λέλεγες, ἐκβαλὼν δʼ ὁ Ἄνδροκλος τοὺς πλείστους ᾤκισεν ἐκ τῶν συνελθόντων αὐτῷ περὶ τὸ Ἀθήναιον καὶ τὴν Ὑπέλαιον, προσπεριλαβὼν καὶ τῆς περὶ τὸν Κορησσὸν παρωρείας. μέχρι μὲν δὴ τῶν κατὰ Κροῖσον οὕτως ᾠκεῖτο, ὕστερον δʼ ἀπὸ τῆς Παρωρείου καταβάντες περὶ τὸ νῦν ἱερὸν ᾤκησαν μέχρι Ἀλεξάνδρου. Λυσίμαχος δὲ τὴν νῦν πόλιν τειχίσας, ἀηδῶς τῶν ἀνθρώπων μεθισταμένων, τηρήσας καταρράκτην ὄμβρον συνήργησε καὶ αὐτὸς καὶ τοὺς ῥινούχους ἐνέφραξεν ὥστε κατακλύσαι τὴν πόλιν· οἱ δὲ μετέστησαν ἄσμενοι. ἐκάλεσε δʼ Ἀρσινόην ἀπὸ τῆς γυναικὸς τὴν πόλιν, ἐπεκράτησε μέντοι τὸ ἀρχαῖον ὄνομα. ἦν δὲ γερουσία καταγραφομένη, τούτοις δὲ συνῄεσαν οἱ ἐπίκλητοι καλούμενοι καὶ διῴκουν πάντα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτʼ ἄλλος ἐποίησε μείζω· ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίονας· τούτων δὲ μαρτύριά ἐστι τὰ γενηθέντα τότε ψηφίσματα, ἅπερ ἀγνοοῦντά φησιν ὁ Ἀρτεμίδωρος τὸν Ταυρομενίτην Τίμαιον καὶ ἄλλως βάσκανον ὄντα καὶ συκοφάντην (διὸ καὶ Ἐπιτίμαιον κληθῆναι) λέγειν ὡς ἐκ τῶν Περσικῶν παρακαταθηκῶν ἐποιήσαντο τοῦ ἱεροῦ τὴν ἐπισκευήν· οὔτε δὲ ὑπάρξαι παρακαταθήκας τότε, εἴ τε ὑπῆρξαν, συνεμπεπρῆσθαι τῷ ναῷ· μετὰ δὲ τὴν ἔμπρησιν τῆς ὀροφῆς ἠφανισμένης, ἐν ὑπαίθρῳ τῷ σηκῷ τίνα ἂν ἐθελῆσαι παρακαταθήκην κειμένην ἔχειν; Ἀλέξανδρον δὴ τοῖς Ἐφεσίοις ὑποσχέσθαι τὰ γεγονότα καὶ τὰ μέλλοντα ἀναλώματα, ἐφʼ ᾧ τε τὴν ἐπιγραφὴν αὐτὸν ἔχειν, τοὺς δὲ μὴ ἐθελῆσαι, πολὺ μᾶλλον οὐκ ἂν ἐθελήσαντας ἐξ ἱεροσυλίας καὶ ἀποστερήσεως φιλοδοξεῖν· ἐπαινεῖ τε τὸν εἰπόντα τῶν Ἐφεσίων πρὸς τὸν βασιλέα, ὡς οὐ πρέποι θεῷ θεοῖς ἀναθήματα κατασκευάζειν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὴν τοῦ νεὼ συντέλειαν, ὅν φησιν εἶναι Δεινοκράτους ἔργον (τοῦ δʼ αὐτοῦ καὶ τὴν Ἀλεξανδρείας κτίσιν· τὸν δʼ αὐτὸν ὑποσχέσθαι Ἀλεξάνδρῳ τὸν Ἄθω διασκευάσειν εἰς αὐτόν, ὡσανεὶ ἐκ πρόχου τινὸς εἰς φιάλην καταχέοντα σπονδήν, ποιήσοντα πόλεις δύο, τὴν μὲν ἐκ δεξιῶν τοῦ ὄρους τὴν δʼ ἐν ἀριστερᾷ, ἀπὸ δὲ τῆς ἑτέρας εἰς τὴν ἑτέραν ῥέοντα ποταμόν), μετὰ δʼ οὖν τὸν νεὼν τὸ τῶν ἄλλων ἀναθημάτων πλῆθος εὑρέσθαι τῇ ἐκτιμήσει τῶν δημιουργῶν, τὸν δὲ δὴ βωμὸν εἶναι τῶν Πραξιτέλους ἔργων ἅπαντα σχεδόν τι πλήρη. ἡμῖν δʼ ἐδείκνυτο καὶ τῶν Θράσωνός τινα, οὗπερ καὶ τὸ Ἑκατήσιόν ἐστι καὶ ἡ κηρίνη Πηνελόπη καὶ ἡ πρεσβῦτις ἡ Εὐρύκλεια. ἱερέας δʼ εὐνούχους εἶχον οὓς ἐκάλουν Μεγαβύζους, καὶ ἀλλαχόθεν μετιόντες ἀεί τινας ἀξίους τῆς τοιαύτης προστασίας, καὶ ἦγον ἐν τιμῇ μεγάλῃ· συνιερᾶσθαι δὲ τούτοις ἐχρῆν παρθένους. νυνὶ δὲ τὰ μὲν φυλάττεται τῶν νομίμων τὰ δʼ ἧττον, ἄσυλον δὲ μένει τὸ ἱερὸν καὶ νῦν καὶ πρότερον· τῆς δʼ ἀσυλίας τοὺς ὅρους ἀλλαγῆναι συνέβη πολλάκις, Ἀλεξάνδρου μὲν ἐπὶ στάδιον ἐκτείναντος, Μιθριδάτου δὲ τόξευμα ἀφέντος ἀπὸ τῆς γωνίας τοῦ κεράμου καὶ δόξαντος ὑπερβαλέσθαι μικρὰ τὸ στάδιον, Ἀντωνίου δὲ διπλασιάσαντος τοῦτο καὶ συμπεριλαβόντος τῇ ἀσυλίᾳ μέρος τι τῆς πόλεως· ἐφάνη δὲ τοῦτο βλαβερὸν καὶ ἐπὶ τοῖς κακούργοις ποιοῦν τὴν πόλιν, ὥστʼ ἠκύρωσεν ὁ Σεβαστὸς Καῖσαρ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔχει δʼ ἡ πόλις καὶ νεώρια καὶ λιμένα· βραχύστομον δʼ ἐποίησαν οἱ ἀρχιτέκτονες, συνεξαπατηθέντες τῷ κελεύσαντι βασιλεῖ. οὗτος δʼ ἦν Ἄτταλος ὁ φιλάδελφος· οἰηθεὶς γὰρ οὗτος βαθὺν τὸν εἴσπλουν ὁλκάσι μεγάλαις ἔσεσθαι καὶ αὐτὸν τὸν λιμένα τεναγώδη ὄντα πρότερον διὰ τὰς ἐκ τοῦ Καΰστρου προχώσεις, ἐὰν παραβληθῇ χῶμα τῷ στόματι πλατεῖ τελέως ὄντι, ἐκέλευσε γενέσθαι τὸ χῶμα. συνέβη δὲ τοὐναντίον· ἐντὸς γὰρ ἡ χοῦς εἰργομένη τεναγίζειν μᾶλλον ἐποίησε τὸν λιμένα σύμπαντα μέχρι τοῦ στόματος· πρότερον δʼ ἱκανῶς αἱ πλημμυρίδες καὶ ἡ παλίρροια τοῦ πελάγους ἀφῄρει τὴν χοῦν καὶ ἀνέσπα πρὸς τὸ ἐκτός. ὁ μὲν οὖν λιμὴν τοιοῦτος· ἡ δὲ πόλις τῇ πρὸς τὰ ἄλλα εὐκαιρίᾳ τῶν τόπων αὔξεται καθʼ ἑκάστην ἡμέραν, ἐμπόριον οὖσα μέγιστον τῶν κατὰ τὴν Ἀσίαν τὴν ἐντὸς τοῦ Ταύρου.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἄνδρες δʼ ἀξιόλογοι γεγόνασιν ἐν αὐτῇ τῶν μὲν παλαιῶν Ἡράκλειτός τε ὁ σκοτεινὸς καλούμενος καὶ Ἑρμόδωρος, περὶ οὗ ὁ αὐτὸς οὗτός φησιν ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον, φάντες ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλῃ τε καὶ μετʼ ἄλλων. δοκεῖ δʼ οὗτος ὁ ἀνὴρ νόμους τινὰς Ῥωμαίοις συγγράψαι. καὶ Ἱππῶναξ δʼ ἐστὶν ὁ ποιητὴς ἐξ Ἐφέσου καὶ Παρράσιος ὁ ζωγράφος καὶ Ἀπελλῆς, τῶν δὲ νεωτέρων Ἀρτεμίδωρος καὶ Ἀλέξανδρος ῥήτωρ ὁ Λύχνος προσαγορευθείς, ὃς καὶ ἐπολιτεύσατο καὶ συνέγραψεν ἱστορίαν καὶ ἔπη κατέλιπεν, ἐν οἷς τά τε οὐράνια διατίθεται καὶ τὰς ἠπείρους γεωγραφεῖ, καθʼ ἑκάστην ἐκδοὺς ποίημα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὴν ἐκβολὴν τοῦ Καΰστρου λίμνη ἐστὶν ἐκ τοῦ πελάγους ἀναχεομένη (καλεῖται δὲ Σελινουσία) καὶ ἐφεξῆς ἄλλη σύρρους αὐτῇ μεγάλας ἔχουσαι προσόδους, ἃς οἱ βασιλεῖς μὲν ἱερὰς οὔσας ἀφείλοντο τὴν θεόν, Ῥωμαῖοι δʼ ἀπέδοσαν· πάλιν δʼ οἱ δημοσιῶναι βιασάμενοι περιέστησαν εἰς ἑαυτοὺς τὰ τέλη, πρεσβεύσας δὲ ὁ Ἀρτεμίδωρος, ὥς φησι, τάς τε λίμνας ἀπέλαβε τῇ θεῷ καὶ τὴν Ἡρακλεῶτιν ἀφισταμένην ἐξενίκησε κριθεὶς ἐν Ῥώμῃ· ἀντὶ δὲ τούτων εἰκόνα χρυσῆν ἀνέστησεν ἡ πόλις ἐν τῷ ἱερῷ. τῆς δὲ λίμνης ἐν τῷ κοιλοτάτῳ βασιλέως ἐστὶν ἱερόν· φασὶ δʼ Ἀγαμέμνονος ἵδρυμα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶτα τὸ Γαλλήσιον ὄρος καὶ ἡ Κολοφὼν πόλις Ἰωνικὴ καὶ τὸ πρὸ αὐτῆς ἄλσος τοῦ Κλαρίου Ἀπόλλωνος, ἐν ᾧ καὶ μαντεῖόν ἐστι παλαιόν. λέγεται δὲ Κάλχας ὁ μάντις μετʼ Ἀμφιλόχου τοῦ Ἀμφιαράου κατὰ τὴν ἐκ Τροίας ἐπάνοδον πεζῇ δεῦρο ἀφικέσθαι, περιτυχὼν δʼ ἑαυτοῦ κρείττονι μάντει κατὰ τὴν Κλάρον, Μόψῳ τῷ Μαντοῦς τῆς Τειρεσίου θυγατρός, διὰ λύπην ἀποθανεῖν. Ἡσίοδος μὲν οὖν οὕτω πως διασκευάζει τὸν μῦθον· προτεῖναι γάρ τι τοιοῦτο τῷ Μόψῳ τὸν Κάλχαντα θαῦμά μʼ ἔχει κατὰ θυμόν, ὅσους ἐρινειὸς ὀλύνθους οὗτος ἔχει μικρός περ ἐών· εἴποις ἂν ἀριθμόν; τὸν δʼ ἀποκρίνασθαι μύριοί εἰσιν ἀριθμόν, ἀτὰρ μέτρον γε μέδιμνος· εἷς δὲ περισσεύει, τὸν ἐπενθέμεν οὔ κε δύναιο. ὣς φάτο· καί σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου. καὶ τότε δὴ Κάλχανθʼ ὕπνος θανάτοιο κάλυψε.Hes. fr. 160 (Rzach) Φερεκύδης δέ φησιν ὗν προβαλεῖν ἔγκυον τὸν Κάλχαντα πόσους ἔχει χοίρους, τὸν δʼ εἰπεῖν ὅτι τρεῖς, ὧν ἕνα θῆλυν· ἀληθεύσαντος δʼ ἀποθανεῖν ὑπὸ λύπης. οἱ δὲ τὸν μὲν Κάλχαντα προβαλεῖν τὴν ὗν φασι τὸν δὲ ἐρινεόν, καὶ τὸν μὲν εἰπεῖν τἀληθὲς τὸν δὲ μή, ἀποθανεῖν δὲ ὑπὸ λύπης καὶ κατά τι λόγιον. λέγει δʼ αὐτὸ Σοφοκλῆς ἐν Ἑλένης ἀπαιτήσει ὡς εἱμαρμένον εἴη ἀποθανεῖν, ὅταν κρείττονι ἑαυτοῦ μάντει περιτύχῃ· οὗτος δὲ καὶ εἰς Κιλικίαν μεταφέρει τὴν ἔριν καὶ τὸν θάνατον τοῦ Κάλχαντος. τὰ μὲν παλαιὰ τοιαῦτα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐκτήσαντο δέ ποτε καὶ ναυτικὴν ἀξιόλογον δύναμιν Κολοφώνιοι καὶ ἱππικήν, ἐν ᾗ τοσοῦτον διέφερον τῶν ἄλλων ὥσθʼ, ὅπου ποτὲ ἐν τοῖς δυσκαταλύτοις πολέμοις τὸ ἱππικὸν τῶν Κολοφωνίων ἐπικουρήσειε, λύεσθαι τὸν πόλεμον· ἀφʼ οὗ καὶ τὴν παροιμίαν ἐκδοθῆναι τὴν λέγουσαν τὸν Κολοφῶνα ἐπέθηκεν ὅταν τέλος ἐπιτεθῇ βέβαιον τῷ πράγματι. ἄνδρες δʼ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος αὐλητὴς ἅμα καὶ ποιητὴς ἐλεγείας, καὶ Ξενοφάνης ὁ φυσικός, ὁ τοὺς σίλλους ποιήσας διὰ ποιημάτων· λέγει δὲ Πίνδαρος καὶ Πολύμναστόν τινα τῶν περὶ τὴν μουσικὴν ἐλλογίμων φθέγμα μὲν πάγκοινον ἔγνωκας ;Πολυμνάστου Κολοφωνίου ἀνδρός.Pind. Fr. 188 (Bergk) καὶ Ὅμηρον δέ τινες ἐντεῦθεν εἶναί φασιν. Εὐθυπλοίᾳ μὲν οὖν ἑβδομήκοντα στάδιοί εἰσιν ἐξ Ἐφέσου, ἐγκολπίζοντι δὲ ἑκατὸν καὶ εἴκοσι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Κολοφῶνα ὄρος Κοράκιον καὶ νησίον ἱερὸν Ἀρτέμιδος, εἰς ὃ διανηχομένας τίκτειν τὰς ἐλάφους πεπιστεύκασιν. εἶτα Λέβεδος διέχουσα Κολοφῶνος ἑκατὸν καὶ εἴκοσιν· ἐνταῦθα τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἡ σύνοδος καὶ κατοικία τῶν ἐν Ἰωνίᾳ μέχρι Ἑλλησπόντου, ἐν ᾗ πανήγυρίς τε καὶ ἀγῶνες κατʼ ἔτος συντελοῦνται τῷ Διονύσῳ. ἐν Τέῳ δὲ ᾤκουν πρότερον τῇ ἐφεξῆς πόλει τῶν Ἰώνων, ἐμπεσούσης δὲ στάσεως εἰς Ἔφεσον κατέφυγον· Ἀττάλου δʼ εἰς Μυόννησον αὐτοὺς καταστήσαντος μεταξὺ Τέω καὶ Λεβέδου, πρεσβεύονται Τήιοι δεόμενοι Ῥωμαίων μὴ περιιδεῖν ἐπιτειχιζομένην σφίσι τὴν Μυόννησον, οἱ δὲ μετέστησαν εἰς Λέβεδον δεξαμένων τῶν Λεβεδίων ἀσμένως διὰ τὴν κατέχουσαν αὐτοὺς ὀλιγανδρίαν. καὶ Τέως δὲ Λεβέδου διέχει ἑκατὸν εἴκοσι, μεταξὺ δὲ νῆσος Ἀσπίς, οἱ δʼ Ἀρκόνησον καλοῦσι· καὶ ἡ Μυόννησος δὲ ἐφʼ ὕψους χερρονησίζοντος κατοικεῖται.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
καὶ ἡ Τέως δὲ ἐπὶ χερρονήσῳ ἵδρυται λιμένα ἔχουσα· ἐνθένδʼ ἐστὶν Ἀνακρέων ὁ μελοποιός, ἐφʼ οὗ Τήιοι τὴν πόλιν ἐκλιπόντες εἰς Ἄβδηρα ἀπῴκησαν Θρᾳκίαν πόλιν, οὐ φέροντες τὴν τῶν Περσῶν ὕβριν, ἀφʼ οὗ καὶ τοῦτʼ εἴρηται Ἄβδηρα καλὴ Τηίων ἀποικίη. πάλιν δʼ ἐπανῆλθόν τινες αὐτῶν χρόνῳ ὕστερον· εἴρηται δὲ καὶ περὶ Ἀπελλικῶντος ὅτι Τήιος ἦν κἀκεῖνος· γέγονε δὲ καὶ συγγραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως. ἔστι καὶ ἄλλος λιμὴν ὁ πρόσβορρος ἀπὸ τριάκοντα σταδίων τῆς πόλεως Γερραιίδαι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶτα Χαλκιδεῖς καὶ ὁ τῆς χερρονήσου ἰσθμὸς τῆς Τηίων καὶ Ἐρυθραίων· ἐντὸς μὲν οὖν τοῦ ἰσθμοῦ οἰκοῦσιν οὗτοι, ἐπʼ αὐτῷ δὲ τῷ ἰσθμῷ Τήιοι καὶ Κλαζομένιοι· τὸ μὲν γὰρ νότιον τοῦ ἰσθμοῦ πλευρὸν ἔχουσι Τήιοι τοὺς Χαλκιδέας, τὸ δὲ πρόσβορρον Κλαζομένιοι, καθʼ ὃ συνάπτουσι τῇ Ἐρυθραίᾳ. κεῖται δʼ Ὑπόκρημνος ὁ τόπος ἐπὶ τῇ ἀρχῇ τοῦ ἰσθμοῦ, ἐντὸς μὲν ἀπολαμβάνων τὴν Ἐρυθραίαν ἐκτὸς δὲ τὴν τῶν Κλαζομενίων. ὑπέρκειται δὲ τῶν Χαλκιδέων ἄλσος καθιερωμένον Ἀλεξάνδρῳ τῷ Φιλίππου, καὶ ἀγὼν ὑπὸ τοῦ κοινοῦ τῶν Ἰώνων Ἀλεξάνδρεια καταγγέλλεται, συντελούμενος ἐνταῦθα. ἡ δʼ ὑπέρβασις τοῦ ἰσθμοῦ τοῦ ἀπὸ τοῦ Ἀλεξανδρείου καὶ τῶν Χαλκιδέων μέχρι τοῦ Ὑποκρήμνου πεντήκοντά εἰσι στάδιοι, ὁ δὲ περίπλους πλείους ἢ χίλιοι. κατὰ μέσον δέ που τὸν περίπλουν αἱ Ἐρυθραί, πόλις Ἰωνικὴ λιμένα ἔχουσα καὶ νησῖδας προκειμένας τέτταρας Ἵππους καλουμένας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πρὶν δʼ ἐλθεῖν ἐπὶ τὰς Ἐρυθράς, πρῶτον μὲν Ἔραι πολίχνιόν ἐστι Τηίων· εἶτα Κώρυκος ὄρος ὑψηλὸν καὶ λιμὴν ὑπʼ αὐτῷ Κασύστης καὶ ἄλλος Ἐρυθρᾶς λιμὴν καλούμενος καὶ ἐφεξῆς πλείους ἕτεροι. φασὶ δὲ τὸν παράπλουν τοῦ Κωρύκου πάντα λῃστήριον ὑπάρξαι τῶν Κωρυκαίων καλουμένων, εὑρομένων τρόπον καινὸν τῆς ἐπιβουλῆς τῶν πλοϊζομένων· κατεσπαρμένους γὰρ ἐν τοῖς λιμέσι τοῖς καθορμιζομένοις ἐμπόροις προσφοιτᾶν καὶ ὠτακουστεῖν τί φέροιεν καὶ ποῦ πλέοιεν, εἶτα συνελθόντας ἀναχθεῖσι τοῖς ἀνθρώποις ἐπιτίθεσθαι καὶ καθαρπάζειν· ἀφʼ οὗ δὴ πάντα τὸν πολυπράγμονα καὶ κατακούειν ἐπιχειροῦντα τῶν λάθρα καὶ ἐν ἀπορρήτῳ διαλεγομένων Κωρυκαῖον καλοῦμεν, καὶ ἐν παροιμίᾳ φαμέν τοῦ δʼ ἆρʼ ὁ Κωρυκαῖος ἠκροάζετο, ὅταν δοκῇ τις πράττειν διʼ ἀπορρήτων ἢ λαλεῖν, μὴ λανθάνῃ δὲ διὰ τοὺς κατασκοποῦντας καὶ φιλοπευστοῦντας τὰ μὴ προσήκοντα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Κώρυκον Ἁλόννησος νησίον· εἶτα τὸ Ἄργεννον, ἄκρα τῆς Ἐρυθραίας πλησιάζουσα μάλιστα τῷ Χίων Ποσειδίῳ ποιοῦντι πορθμὸν ὅσον ἑξήκοντα σταδίων. μεταξὺ δὲ τῶν Ἐρυθρῶν καὶ τοῦ Ὑποκρήμνου Μίμας ἐστὶν ὄρος ὑψηλὸν εὔθηρον πολύδενδρον· εἶτα κώμη Κυβέλεια καὶ ἄκρα Μέλαινα καλουμένη μύλων ἔχουσα λατόμιον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐκ δʼ Ἐρυθρῶν Σίβυλλά ἐστιν, ἔνθους καὶ μαντικὴ γυνὴ τῶν ἀρχαίων τις· κατʼ Ἀλέξανδρον δὲ ἄλλη ἦν τὸν αὐτὸν τρόπον μαντική, καλουμένη Ἀθηναΐς, ἐκ τῆς αὐτῆς πόλεως· καὶ καθʼ ἡμᾶς Ἡρακλείδης Ἡροφίλειος ἰατρὸς συσχολαστὴς Ἀπολλωνίου τοῦ Μυός.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἡ δὲ Χίος τὸν μὲν περίπλουν ἐστὶ σταδίων ἐνακοσίων παρὰ γῆν φερομένῳ, πόλιν δʼ ἔχει εὐλίμενον καὶ ναύσταθμον ναυσὶν ὀγδοήκοντα. ἐν δὲ τῷ περίπλῳ δεξιὰν τὴν νῆσον ἔχοντι ἀπὸ τῆς πόλεως πρῶτον μέν ἐστι τὸ Ποσείδιον, εἶτα Φάναι λιμὴν βαθύς, καὶ νεὼς Ἀπόλλωνος καὶ ἄλσος φοινίκων· εἶτα Νότιον ὕφορμος αἰγιαλός· εἶτα Λαΐους, καὶ οὗτος ὕφορμος αἰγιαλός, ὅθεν εἰς τὴν πόλιν ἑξήκοντα σταδίων ἰσθμός· περίπλους δὲ τριακοσίων ἑξήκοντα ὃν ἐπήλθομεν. εἶτα Μέλαινα ἄκρα, καθʼ ἣν τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας, ὑψηλή, πόλιν ὁμώνυμον ἔχουσα· κύκλος δὲ τῆς νήσου τετταράκοντα στάδιοι. εἶθʼ ἡ Ἀριουσία χώρα τραχεῖα καὶ ἀλίμενος σταδίων ὅσον τριάκοντα, οἶνον ἄριστον φέρουσα τῶν Ἑλληνικῶν. εἶτα τὸ Πελιναῖον ὄρος ὑψηλότατον τῶν ἐν τῇ νήσῳ. ἔχει δʼ ἡ νῆσος καὶ λατόμιον μαρμάρου λίθου. ἄνδρες δὲ Χῖοι γεγόνασιν ἐλλόγιμοι Ἴων τε ὁ τραγικὸς καὶ Θεόπομπος ὁ συγγραφεὺς καὶ Θεόκριτος ὁ σοφιστής· οὗτοι δὲ καὶ ἀντεπολιτεύσαντο ἀλλήλοις. ἀμφισβητοῦσι δὲ καὶ Ὁμήρου Χῖοι, μαρτύριον μέγα τοὺς Ὁμηρίδας καλουμένους ἀπὸ τοῦ ἐκείνου γένους προχειριζόμενοι, ὧν καὶ Πίνδαρος μέμνηται ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοίPind. N. 2.1 ἐκέκτηντο δὲ καὶ ναυτικόν ποτε Χῖοι, καὶ ἀνθήπτοντο τῆς κατὰ θάλατταν ἀρχῆς καὶ ἐλευθερίας. ἐκ Χίου δʼ εἰς Λέσβον νότῳ τετρακόσιοί που στάδιοι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐκ δὲ τοῦ Ὑποκρήμνου Χύτριόν ἐστι τόπος, ὅπου πρότερον ἵδρυντο Κλαζομεναί· εἶθʼ ἡ νῦν πόλις νησία ἔχουσα προκείμενα ὀκτὼ γεωργούμενα· Κλαζομένιος δʼ ἦν ἀνὴρ ἐπιφανὴς Ἀναξαγόρας ὁ φυσικός, Ἀναξιμένους ὁμιλητὴς τοῦ Μιλησίου· διήκουσαν δὲ τούτου Ἀρχέλαος ὁ φυσικὸς καὶ Εὐριπίδης ὁ ποιητής. εἶθʼ ἱερὸν Ἀπόλλωνος καὶ θερμὰ ὕδατα καὶ ὁ Σμυρναίων κόλπος καὶ ἡ πόλις.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἑξῆς δὲ ἄλλος κόλπος, ἐν ᾧ ἡ παλαιὰ Σμύρνα ἀπὸ εἴκοσι σταδίων τῆς νῦν. Λυδῶν δὲ κατασπασάντων τὴν Σμύρναν περὶ τετρακόσια ἔτη διετέλεσεν οἰκουμένη κωμηδόν· εἶτα ἀνήγειρεν αὐτὴν Ἀντίγονος, καὶ μετὰ ταῦτα Λυσίμαχος, καὶ νῦν ἐστι καλλίστη τῶν πασῶν, μέρος μέν τι ἔχουσα ἐπʼ ὄρει τετειχισμένον, τὸ δὲ πλέον ἐν πεδίῳ πρὸς τῷ λιμένι καὶ πρὸς τῷ μητρῴῳ καὶ πρὸς γυμνασίῳ. ἔστι δʼ ἡ ῥυμοτομία διάφορος ἐπʼ εὐθειῶν εἰς δύναμιν καὶ αἱ ὁδοὶ λιθόστρωτοι στοαί τε μεγάλαι τετράγωνοι, ἐπίπεδοί τε καὶ ὑπερῷοι· ἔστι δὲ καὶ βιβλιοθήκη καὶ τὸ Ὁμήρειον, στοὰ τετράγωνος, ἔχουσα νεὼν Ὁμήρου καὶ ξόανον· μεταποιοῦνται γὰρ καὶ οὗτοι διαφερόντως τοῦ ποιητοῦ, καὶ δὴ καὶ νόμισμά τι χαλκοῦν παρʼ αὐτοῖς Ὁμήρειον λέγεται. ῥεῖ δὲ πλησίον τοῦ τείχους ὁ Μέλης ποταμός. ἔστι δὲ πρὸς τῇ ἄλλῃ κατασκευῇ τῆς πόλεως καὶ λιμὴν κλειστός. ἓν δʼ ἐλάττωμα τῶν ἀρχιτεκτόνων οὐ μικρόν, ὅτι τὰς ὁδοὺς στορνύντες ὑπορρύσεις οὐκ ἔδωκαν αὐταῖς, ἀλλʼ ἐπιπολάζει τὰ σκύβαλα καὶ μάλιστα ἐν τοῖς ὄμβροις ἐπαφιεμένων τῶν ἀποσκευῶν. ἐνταῦθα Δολοβέλλας Τρεβώνιον ἐκπολιορκήσας ἀνεῖλεν, ἕνα τῶν δολοφονησάντων Καίσαρα τὸν θεόν, καὶ τῆς πόλεως παρέλυσε πολλὰ μέρη.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Σμύρναν αἱ Λεῦκαι πολίχνιον, ὃ ἀπέστησεν Ἀριστόνικος μετὰ τὴν Ἀττάλου τοῦ φιλομήτορος τελευτήν, δοκῶν τοῦ γένους εἶναι τοῦ τῶν βασιλέων καὶ διανοούμενος εἰς ἑαυτὸν ποιεῖσθαι τὴν ἀρχήν· ἐντεῦθεν μὲν οὖν ἐξέπεσεν ἡττηθεὶς ναυμαχίᾳ περὶ τὴν Κυμαίαν ὑπὸ Ἐφεσίων, εἰς δὲ τὴν μεσόγαιαν ἀνιὼν ἤθροισε διὰ ταχέων πλῆθος ἀπόρων τε ἀνθρώπων καὶ δούλων ἐπʼ ἐλευθερίᾳ κατακεκλημένων, οὓς Ἡλιοπολίτας ἐκάλεσε. πρῶτον μὲν οὖν παρεισέπεσεν εἰς Θυάτειρα, εἶτʼ Ἀπολλωνίδα ἔσχεν, εἶτʼ ἄλλων ἐφίετο φρουρίων· οὐ πολὺν δὲ διεγένετο χρόνον, ἀλλʼ εὐθὺς αἵ τε πόλεις ἔπεμψαν πλῆθος, καὶ Νικομήδης ὁ Βιθυνὸς ἐπεκούρησε καὶ οἱ τῶν Καππαδόκων βασιλεῖς. ἔπειτα πρέσβεις Ῥωμαίων πέντε ἧκον, καὶ μετὰ ταῦτα στρατιὰ καὶ ὕπατος Πόπλιος Κράσσος, καὶ μετὰ ταῦτα Μάρκος Περπέρνας, ὃς καὶ κατέλυσε τὸν πόλεμον ζωγρίᾳ λαβὼν τὸν Ἀριστόνικον καὶ ἀναπέμψας εἰς Ῥώμην. ἐκεῖνος μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατέστρεψε τὸν βίον, Περπέρναν δὲ νόσος διέφθειρε, Κράσσος δὲ περὶ Λεύκας ἐπιθεμένων τινῶν ἔπεσεν ἐν μάχῃ. Μάνιος δʼ Ἀκύλλιος ἐπελθὼν ὕπατος μετὰ δέκα πρεσβευτῶν διέταξε τὴν ἐπαρχίαν εἰς τὸ νῦν ἔτι συμμένον τῆς πολιτείας σχῆμα. μετὰ δὲ Λεύκας Φώκαια ἐν κόλπῳ· περὶ δὲ ταύτης εἰρήκαμεν ἐν τῷ περὶ Μασσαλίας λόγῳ. εἶθʼ οἱ ὅροι τῶν Ἰώνων καὶ τῶν Αἰολέων· εἴρηται δὲ καὶ περὶ τούτων. ἐν δὲ τῇ μεσογαίᾳ τῆς Ἰωνικῆς παραλίας λοιπά ἐστι τὰ περὶ τὴν ὁδὸν τὴν ἐξ Ἐφέσου μέχρι Ἀντιοχείας καὶ τοῦ Μαιάνδρου. ἔστι δὲ καὶ τὰ χωρία ταῦτα Λυδοῖς καὶ Καρσὶν ἐπίμικτα καὶ τοῖς Ἕλλησι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πρώτη δʼ ἐστὶν ἐξ Ἐφέσου Μαγνησία πόλις Αἰολίς, λεγομένη δὲ ἐπὶ Μαιάνδρῳ· πλησίον γὰρ αὐτοῦ ἵδρυται· πολὺ δὲ πλησιαίτερον ὁ Ληθαῖος ἐμβάλλων εἰς τὸν Μαίανδρον, τὴν δʼ ἀρχὴν ἔχων ἀπὸ Πακτύου τοῦ τῶν Ἐφεσίων ὄρους· ἕτερος δʼ ἐστὶ Ληθαῖος ὁ ἐν Γορτύνῃ καὶ ὁ περὶ Τρίκκην, ἐφʼ ᾧ ὁ Ἀσκληπιὸς γεννηθῆναι λέγεται, καὶ ἔτι ἐν τοῖς Ἑσπερίταις Λίβυσι. κεῖται δʼ ἐν πεδίῳ πρὸς ὄρει καλουμένῳ Θώρακι ἡ πόλις, ἐφʼ ᾧ σταυρωθῆναί φασι Δαφίταν τὸν γραμματικὸν λοιδορήσαντα τοὺς βασιλέας διὰ διστίχου πορφύρεοι μώλωπες, ἀπορρινήματα γάζης Λυσιμάχου, Λυδῶν ἄρχετε καὶ Φρυγίης. καὶ λόγιον δʼ ἐκπεσεῖν αὐτῷ λέγεται φυλάττεσθαι τὸν Θώρακα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
δοκοῦσι δʼ εἶναι Μάγνητες Δελφῶν ἀπόγονοι τῶν ἐποικησάντων τὰ Δίδυμα ὄρη ἐν Θετταλίᾳ, περὶ ὧν φησιν Ἡσίοδος ἢ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνούς, Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἄντʼ Ἀμύροιο, νίψατο Βοιβιάδος λίμνης πόδα παρθένος ἀδμής.Hes. fr. 122 (Rzach) ἐνταῦθα δʼ ἦν καὶ τὸ τῆς Δινδυμήνης ἱερὸν μητρὸς θεῶν· ἱεράσασθαι δʼ αὐτοῦ τὴν Θεμιστοκλέους γυναῖκα, οἱ δὲ θυγατέρα παραδιδόασι· νῦν δʼ οὐκ ἔστι τὸ ἱερὸν διὰ τὸ τὴν πόλιν εἰς ἄλλον μετῳκίσθαι τόπον· ἐν δὲ τῇ νῦν πόλει τὸ τῆς Λευκοφρυήνης ἱερὸν ἔστιν Ἀρτέμιδος, ὃ τῷ μὲν μεγέθει τοῦ ναοῦ καὶ τῷ πλήθει τῶν ἀναθημάτων λείπεται τοῦ ἐν Ἐφέσῳ, τῇ δʼ εὐρυθμίᾳ καὶ τῇ τέχνῃ τῇ περὶ τὴν κατασκευὴν τοῦ σηκοῦ πολὺ διαφέρει· καὶ τῷ μεγέθει ὑπεραίρει πάντας τοὺς ἐν Ἀσίᾳ πλὴν δυεῖν, τοῦ ἐν Ἐφέσῳ καὶ τοῦ ἐν Διδύμοις. καὶ τὸ παλαιὸν δὲ συνέβη τοῖς Μάγνησιν ὑπὸ Τρηρῶν ἄρδην ἀναιρεθῆναι, Κιμμερικοῦ ἔθνους, εὐτυχήσαντας πολὺν χρόνον, τὸ δʼ ἑξῆς τοὺς Ἐφεσίους κατασχεῖν τὸν τόπον. Καλλῖνος μὲν οὖν ὡς εὐτυχούντων ἔτι τῶν Μαγνήτων μέμνηται καὶ κατορθούντων ἐν τῷ πρὸς τοὺς Ἐφεσίους πολέμῳ, Ἀρχίλοχος δὲ ἤδη φαίνεται γνωρίζων τὴν γενομένην αὐτοῖς συμφοράν κλαίειν τὰ Θασίων, οὗ τὰ Μαγνήτων κακά.Archil. ff. 20 (Bergk) ἐξ οὗ καὶ αὐτὸν νεώτερον εἶναι τοῦ Καλλίνου τεκμαίρεσθαι πάρεστιν. ἄλλης δέ τινος ἐφόδου τῶν Κιμμερίων μέμνηται πρεσβυτέρας ὁ Καλλῖνος ἐπὰν φῇ νῦν δʼ ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν,Callinus ff. 3 (Bergk) ἐν ᾗ τὴν Σάρδεων ἅλωσιν δηλοῖ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἄνδρες δʼ ἐγένοντο γνώριμοι Μάγνητες Ἡγησίας τε ὁ ῥήτωρ, ὃς ἦρξε μάλιστα τοῦ Ἀσιανοῦ λεγομένου ζήλου παραφθείρας τὸ καθεστὼς ἔθος τὸ Ἀττικόν, καὶ Σῖμος ὁ μελοποιὸς παραφθείρας καὶ αὐτὸς τὴν τῶν προτέρων μελοποιῶν ἀγωγὴν καὶ τὴν σιμῳδίαν εἰσαγαγών (καθάπερ ἔτι μᾶλλον λυσιῳδοὶ καὶ μαγῳδοί), καὶ Κλεόμαχος ὁ πύκτης, ὃς εἰς ἔρωτα ἐμπεσὼν κιναίδου τινὸς καὶ παιδίσκης ὑπὸ τῷ κιναίδῳ τρεφομένης ἀπεμιμήσατο τὴν ἀγωγὴν τῶν παρὰ τοῖς κιναίδοις διαλέκτων καὶ τῆς ἠθοποιίας· ἦρξε δὲ Σωτάδης μὲν πρῶτος τοῦ κιναιδολογεῖν, ἔπειτα Ἀλέξανδρος ὁ Αἰτωλός· ἀλλʼ οὗτοι μὲν ἐν ψιλῷ λόγῳ, μετὰ μέλους δὲ Λῦσις, καὶ ἔτι πρότερος τούτου ὁ Σῖμος. Ἀναξήνορα δὲ τὸν κιθαρῳδὸν ἐξῆρε μὲν καὶ τὰ θέατρα, ἀλλʼ ὅτι μάλιστα Ἀντώνιος, ὅς γε καὶ τεττάρων πόλεων ἀπέδειξε φορολόγον στρατιώτας αὐτῷ συστήσας. καὶ ἡ πατρὶς δʼ ἱκανῶς αὐτὸν ηὔξησε πορφύραν ἐνδύσασα ἱερωμένον τοῦ σωσιπόλιδος Διός, καθάπερ καὶ ἡ γραπτὴ εἰκὼν ἐμφανίζει ἡ ἐν τῇ ἀγορᾷ. ἔστι δὲ καὶ χαλκῆ εἰκὼν ἐν τῷ θεάτρῳ ἐπιγραφὴν ἔχουσα ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδʼ, οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδῇ.Hom. Od. 9.3 οὐ στοχασάμενος δὲ ὁ ἐπιγράψας τὸ τελευταῖον γράμμα τοῦ δευτέρου ἔπους παρέλιπε τοῦ πλάτους τῆς βάσεως μὴ συνεξαρκοῦντος, ὥστε τῆς πόλεως ἀμαθίαν καταγινώσκειν παρέσχε διὰ τὴν ἀμφιβολίαν τὴν περὶ τὴν γραφήν, εἴτε τὴν ὀνομαστικὴν δέχοιτο πτῶσιν τῆς ἐσχάτης προσηγορίας εἴτε τὴν δοτικήν· πολλοὶ γὰρ χωρὶς τοῦ ι γράφουσι τὰς δοτικάς, καὶ ἐκβάλλουσι δὲ τὸ ἔθος φυσικὴν αἰτίαν οὐκ ἔχον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Μαγνησίαν ἡ ἐπὶ Τράλλεις ἐστὶν ὁδὸς ἐν ἀριστερᾷ μὲν τὴν Μεσωγίδα ἔχουσιν, ἐν αὐτῇ δὲ τῇ ὁδῷ καὶ ἐν δεξιᾷ τὸ Μαιάνδρου πεδίον, Λυδῶν ἅμα καὶ Καρῶν νεμομένων καὶ Ἰώνων Μιλησίων τε καὶ Μυησίων, ἔτι δὲ Αἰολέων τῶν ἐν Μαγνησίᾳ· ὁ δʼ αὐτὸς τρόπος τῆς τοποθεσίας καὶ μέχρι Νύσης καὶ Ἀντιοχείας. ἵδρυται δʼ ἡ μὲν τῶν Τραλλιανῶν πόλις ἐπὶ τραπεζίου τινὸς ἄκραν ἔχοντος ἐρυμνήν· καὶ τὰ κύκλῳ δʼ ἱκανῶς εὐερκῆ· συνοικεῖται δὲ καλῶς εἴ τις ἄλλη τῶν κατὰ τὴν Ἀσίαν ὑπὸ εὐπόρων ἀνθρώπων, καὶ ἀεί τινες ἐξ αὐτῆς εἰσιν οἱ πρωτεύοντες κατὰ τὴν ἐπαρχίαν, οὓς Ἀσιάρχας καλοῦσιν· ὧν Πυθόδωρός τε ἦν, ἀνὴρ Νυσαεὺς τὸ ἐξ ἀρχῆς, ἐκεῖσε δὲ μεταβεβηκὼς διὰ τὴν ἐπιφάνειαν καὶ ἐν τῇ πρὸς Πομπήιον φιλίᾳ διαπρέπων μετʼ ὀλίγων· περιεβέβλητο δὲ καὶ οὐσίαν βασιλικὴν πλειόνων ἢ δισχιλίων ταλάντων, ἣν ὑπὸ Καίσαρος τοῦ θεοῦ πραθεῖσαν διὰ τὴν πρὸς Πομπήιον φιλίαν ἐξωνησάμενος οὐχ ἥττω τοῖς παισὶ κατέλιπε· τούτου δʼ ἐστὶ θυγάτηρ Πυθοδωρὶς ἡ νῦν βασιλεύουσα ἐν τῷ Πόντῳ, περὶ ἧς εἰρήκαμεν. οὗτός τε δὴ καθʼ ἡμᾶς ἤκμασε καὶ Μηνόδωρος, ἀνὴρ λόγιος καὶ ἄλλως σεμνὸς καὶ βαρύς, ἔχων τὴν ἱερωσύνην τοῦ Διὸς τοῦ Λαρισαίου· κατεστασιάσθη δʼ ὑπὸ τῶν Δομετίου τοῦ Ἀηνοβάρβου φίλων, καὶ ἀνεῖλεν αὐτὸν ἐκεῖνος ὡς ἀφιστάντα τὸ ναυτικόν, πιστεύσας τοῖς ἐνδειξαμένοις. ἐγένοντο δὲ καὶ ῥήτορες ἐπιφανεῖς Διονυσοκλῆς τε καὶ μετὰ ταῦτα Δάμασος ὁ σκόμβρος. κτίσμα δέ φασιν εἶναι τὰς Τράλλεις Ἀργείων καί τινων Θρᾳκῶν Τραλλίων, ἀφʼ ὧν τοὔνομα. τυραννηθῆναι δʼ ὀλίγον συνέπεσε χρόνον τὴν πόλιν ὑπὸ τῶν Κρατίππου παίδων κατὰ τὰ Μιθριδατικά.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Νῦσα δʼ ἵδρυται πρὸς τῇ Μεσωγίδι τὸ πλέον τῷ ὄρει προσανακεκλιμένη, ἔστι δʼ ὥσπερ δίπολις· διαιρεῖ γὰρ αὐτὴν χαράδρα τις ποιοῦσα φάραγγα, ἧς τὸ μὲν γέφυραν ἐπικειμένην ἔχει συνάπτουσαν τὰς δύο πόλεις, τὸ δʼ ἀμφιθεάτρῳ κεκόσμηται κρυπτὴν ἔχοντι τὴν ὑπόρρυσιν τῶν χαραδρωδῶν ὑδάτων· τῷ δὲ θεάτρῳ δύο ἄκραι, ὧν τῇ μὲν ὑπόκειται τὸ γυμνάσιον τῶν νέων, τῇ δʼ ἀγορὰ καὶ τὸ γεροντικόν· πρὸς δὲ νότον ὑποπέπτωκε τῇ πόλει τὸ πεδίον, καθάπερ καὶ ταῖς Τράλλεσιν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐν δὲ τῇ ὁδῷ τῇ μεταξὺ τῶν Τράλλεων καὶ τῆς Νύσης κώμη τῶν Νυσαέων ἐστὶν οὐκ ἄπωθεν τῆς πόλεως Ἀχάρακα, ἐν ᾗ τὸ Πλουτώνιον ἔχον καὶ ἄλσος πολυτελὲς καὶ νεὼν Πλούτωνός τε καὶ Κόρης, καὶ τὸ Χαρώνιον ἄντρον ὑπερκείμενον τοῦ ἄλσους θαυμαστὸν τῇ φύσει· λέγουσι γὰρ δὴpost δὴ· καὶ τοὺς νοσώδεις καὶ προσέχοντας ταῖς τῶν θεῶν τούτων θεραπείαις φοιτᾶν ἐκεῖσε καὶ διαιτᾶσθαι ἐν τῇ κώμῃ πλησίον τοῦ ἄντρου παρὰ τοῖς ἐμπείροις τῶν ἱερέων, οἳ ἐγκοιμῶνταί τε ὑπὲρ αὐτῶν καὶ διατάττουσιν ἐκ τῶν ὀνείρων τὰς θεραπείας. οὗτοι δʼ εἰσὶ καὶ οἱ ἐπικαλοῦντες τὴν τῶν θεῶν ἰατρείαν· ἄγουσι δὲ πολλάκις εἰς τὸ ἄντρον καὶ ἱδρύουσι μένοντας καθʼ ἡσυχίαν ἐκεῖ καθάπερ ἐν φωλεῷ σιτίων χωρὶς ἐπὶ πλείους ἡμέρας. ἔστι δʼ ὅτε καὶ ἰδίοις ἐνυπνίοις οἱ νοσηλευόμενοι προσέχουσι, μυσταγωγοῖς δʼ ὅμως καὶ συμβούλοις ἐκείνοις χρῶνται ὡς ἂν ἱερεῦσι· τοῖς δʼ ἄλλοις ἄδυτός ἐστιν ὁ τόπος καὶ ὀλέθριος. πανήγυρις δʼ ἐν τοῖς Ἀχαράκοις συντελεῖται κατʼ ἔτος, καὶ τότε μάλιστα ὁρᾶν ἔστι καὶ ἀκούειν περὶ τῶν νοσούντων τοὺς πανηγυρίζοντας· τότε δὲ καὶ περὶ τὴν μεσημβρίαν ὑπολαβόντες ταῦρον οἱ ἐκ τοῦ γυμνασίου νέοι καὶ ἔφηβοι γυμνοὶ λίπʼ ἀληλιμμένοι μετὰ σπουδῆς ἀνακομίζουσιν εἰς τὸ ἄντρον· ἀφεθεὶς δὲ μικρὸν προελθὼν πίπτει καὶ ἔκπνους γίνεται.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἀπὸ δὲ τριάκοντα σταδίων τῆς Νύσης ὑπερβᾶσι Τμῶλον καὶ τὸ ὄρος τὴν Μεσωγίδα ἐπὶ τὰ πρὸς νότον μέρη καλεῖται τόπος Λειμών, εἰς ὃν ἐξοδεύουσι πανηγυριοῦντες Νυσαεῖς τε καὶ οἱ κύκλῳ πάντες· οὐ πόρρω δὲ τούτου στόμιόν ἐστιν ἱερὸν τῶν αὐτῶν θεῶν, ὅ φασι καθήκειν μέχρι τῶν Ἀχαράκων. τοῦτον δὲ τὸν λειμῶνα ὀνομάζειν τὸν ποιητήν φασιν ὅταν φῇ Ἀσίω ἐν λειμῶνι, δεικνύντες Καϋστρίου καὶ Ἀσίου τινὸς ἡρῷον καὶ τὸν Κάυστρον πλησίον ἀπορρέοντα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἱστοροῦσι δὲ τρεῖς ἀδελφούς, Ἄθυμβρόν τε καὶ Ἀθύμβραδον καὶ Ὕδρηλον, ἐλθόντας ἐκ Λακεδαίμονος τὰς ἐπωνύμους ἑαυτῶν κτίσαι πόλεις, λιπανδρῆσαι δʼ ὕστερον, ἐξ ἐκείνων δὲ συνοικισθῆναι τὴν Νῦσαν· καὶ νῦν Ἄθυμβρον ἀρχηγέτην νομίζουσιν οἱ Νυσαεῖς.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
περίκεινται δὲ ἀξιόλογοι κατοικίαι πέραν τοῦ Μαιάνδρου, Κοσκίνια καὶ Ὀρθωσία· ἐντὸς δὲ Βρίουλα Μάσταυρα Ἀχάρακα καὶ ὑπὲρ τῆς πόλεως ἐν τῷ ὄρει τὰ Ἄρομαpost Ἄρομα· συστέλλοντες τὸ ῥῶ γράμμα., ὅθεν ἄριστος Μεσωγίτης οἶνος ὁ Ἀρομεύς.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἄνδρες δὲ γεγόνασιν ἔνδοξοι Νυσαεῖς Ἀπολλώνιός τε ὁ στωικὸς φιλόσοφος τῶν Παναιτίου γνωρίμων ἄριστος, καὶ Μενεκράτης Ἀριστάρχου μαθητής, καὶ Ἀριστόδημος ἐκείνου υἱός, οὗ διηκούσαμεν ἡμεῖς ἐσχατόγηρω νέοι παντελῶς ἐν τῇ Νύσῃ· καὶ Σώστρατος δὲ ὁ ἀδελφὸς τοῦ Ἀριστοδήμου καὶ ἄλλος Ἀριστόδημος ἀνεψιὸς αὐτοῦ ὁ παιδεύσας Μάγνον Πομπήιον ἀξιόλογοι γεγόνασι γραμματικοί· ὁ δʼ ἡμέτερος καὶ ἐρρητόρευε καὶ ἐν τῇ Ῥόδῳ καὶ ἐν τῇ πατρίδι δύο σχολὰς συνεῖχε, πρωὶ μὲν τὴν ῥητορικὴν δείλης δὲ τὴν γραμματικὴν σχολήν· ἐν δὲ τῇ Ῥώμῃ τῶν Μάγνου παίδων ἐπιστατῶν ἠρκεῖτο τῇ γραμματικῇ σχολῇ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὰ δὲ πέραν ἤδη τοῦ Μαιάνδρου τὰ λειπόμενα τῆς περιοδείας πάντʼ ἐστὶ Καρικά, οὐκέτι τοῖς Λυδοῖς ἐπιμεμιγμένων ἐνταῦθα τῶν Καρῶν ἀλλʼ ἤδη καθʼ αὑτοὺς ὄντων, πλὴν εἴ τι Μιλήσιοι καὶ Μυούσιοι τῆς παραλίας ἀποτέτμηνται. ἀρχὴ μὲν οὖν τῆς Καρίας ἐστὶν ἡ τῶν Ῥοδίων περαία πρὸς θαλάττης, τέλος δὲ τὸ Ποσείδιον τῶν Μιλησίων, ἐν δὲ τῇ μεσογαίᾳ τὰ ἄκρα τοῦ Ταύρου μέχρι Μαιάνδρου. λέγουσι γὰρ ἀρχὴν εἶναι τοῦ Ταύρου τὰ ὑπερκείμενα ὄρη τῶν Χελιδονίων καλουμένων νήσων, αἵπερ ἐν μεθορίῳ τῆς Παμφυλίας καὶ τῆς Λυκίας πρόκεινται· ἐντεῦθεν γὰρ ἐξαίρεται πρὸς ὕψος ὁ Ταῦρος· τὸ δʼ ἀληθὲς καὶ τὴν Λυκίαν ἅπασαν ὀρεινὴ ῥάχις τοῦ Ταύρου διείργει πρὸς τὰ ἐκτὸς καὶ τὸ νότιον μέρος ἀπὸ τῶν Κιβυρατικῶν μέχρι τῆς περαίας τῶν Ῥοδίων. κἀνταῦθα δʼ ἐστὶ συνεχὴς ὀρεινή, πολὺ μέντοι ταπεινοτέρα καὶ οὐκέτι τοῦ Ταύρου νομίζεται, οὐδὲ τὰ μὲν ἐκτὸς αὐτοῦ τὰ δʼ ἐντός, διὰ τὸ σποράδας εἶναι τὰς ἐξοχὰς καὶ τὰς εἰσοχὰς ἐπίσης εἴς τε πλάτος καὶ μῆκος τῆς χώρας ἁπάσης καὶ μηδὲν ἔχειν ὅμοιον διατειχίσματι. ἔστι δʼ ἅπας μὲν ὁ περίπλους κατακολπίζοντι σταδίων τετρακισχιλίων ἐνακοσίων, αὐτὸς δὲ ὁ τῆς περαίας τῶν Ῥοδίων ἐγγὺς χιλίων καὶ πεντακοσίων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἀρχὴ δὲ τὰ Δαίδαλα τῆς Ῥοδίας χωρίον, πέρας δὲ τὸ καλούμενον ὄρος Φοίνιξ, καὶ τοῦτο τῆς Ῥοδίας. πρόκειται δʼ Ἐλαιοῦσσα νῆσος διέχουσα τῆς Ῥόδου σταδίους ἑκατὸν εἴκοσι. μεταξὺ δὲ πρῶτον μὲν ἀπὸ Δαιδάλων πλέουσιν ἐπὶ τὴν δύσιν ἐπʼ εὐθείας τῇ ἐκ Κιλικίας καὶ Παμφυλίας καὶ Λυκίας παραλίᾳ κόλπος ἐστὶν εὐλίμενος Γλαῦκος καλούμενος, εἶτα τὸ Ἀρτεμίσιον ἄκρα καὶ ἱερόν, εἶτα τὸ Λητῷον ἄλσος· ὑπὲρ αὐτοῦ δὲ καὶ τῆς θαλάττης ἐν ἑξήκοντα σταδίοις Κάλυνδα πόλις· εἶτα Καῦνος καὶ ποταμὸς πλησίον Κάλβις βαθὺς ἔχων εἰσαγωγήν, καὶ μεταξὺ Πίσιλις.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔχει δʼ ἡ πόλις νεώρια καὶ λιμένα κλειστόν· ὑπέρκειται δὲ τῆς πόλεως ἐν ὕψει φρούριον Ἴμβρος. τῆς δὲ χώρας εὐδαίμονος οὔσης ἡ πόλις τοῦ θέρους ὁμολογεῖται παρὰ πάντων εἶναι δυσάερος καὶ τοῦ μετοπώρου διὰ τὰ καύματα καὶ τὴν ἀφθονίαν τῶν ὡραίων· καὶ δὴ καὶ τὰ τοιαῦτα διηγημάτια θρυλεῖται, ὅτι Στρατόνικος ὁ κιθαριστὴς ἰδὼν ἐπιμελῶς χλωροὺς τοὺς Καυνίους, τοῦτʼ εἶναι ἔφη τὸ τοῦ ποιητοῦ οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν.Hom. Il. 6.146 μεμφομένων δὲ ὡς σκώπτοιτο αὐτῷ ἡ πόλις ὡς νοσερά ἐγώ ἔφη ταύτην θαρρήσαιμʼ ἂν λέγειν νοσεράν, ὅπου καὶ οἱ νεκροὶ περιπατοῦσιν; ἀπέστησαν δέ ποτε Καύνιοι τῶν Ῥοδίων· κριθέντες δʼ ἐπὶ τῶν Ῥωμαίων ἀπελήφθησαν πάλιν· καὶ ἔστι λόγος Μόλωνος κατὰ Καυνίων. φασὶ δʼ αὐτοὺς ὁμογλώττους μὲν εἶναι τοῖς Καρσίν, ἀφῖχθαι δʼ ἐκ Κρήτης καὶ χρῆσθαι νόμοις ἰδίοις.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἑξῆς δὲ Φύσκος πολίχνη λιμένα ἔχουσα καὶ ἄλσος Λητῷον· εἶτα Λώρυμα παραλία τραχεῖα, καὶ ὄρος ὑψηλότατον τῶν ταύτῃ (ἐπʼ ἄκρῳ δὲ φρούριον ὁμώνυμον τῷ ὄρει) Φοῖνιξ· πρόκειται δʼ ἡ Ἐλαιοῦσσα νῆσος ἐν τέτταρσι σταδίοις κύκλον ἔχουσα ὅσον ὀκτωστάδιον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἡ δὲ τῶν Ῥοδίων πόλις κεῖται μὲν ἐπὶ τοῦ ἑωθινοῦ ἀκρωτηρίου, λιμέσι δὲ καὶ ὁδοῖς καὶ τείχεσι καὶ τῇ ἄλλῃ κατασκευῇ τοσοῦτον διαφέρει τῶν ἄλλων ὥστʼ οὐκ ἔχομεν εἰπεῖν ἑτέραν ἀλλʼ οὐδὲ πάρισον, μή τί γε κρείττω ταύτης τῆς πόλεως. θαυμαστὴ δὲ καὶ ἡ εὐνομία καὶ ἡ ἐπιμέλεια πρός τε τὴν ἄλλην πολιτείαν καὶ τὴν περὶ τὰ ναυτικά, ἀφʼ ἧς ἐθαλαττοκράτησε πολὺν χρόνον καὶ τὰ λῃστήρια καθεῖλε καὶ Ῥωμαίοις ἐγένετο φίλη καὶ τῶν βασιλέων τοῖς φιλορωμαίοις τε καὶ φιλέλλησιν· ἀφʼ ὧν αὐτόνομός τε διετέλεσε καὶ πολλοῖς ἀναθήμασιν ἐκοσμήθη, ἃ κεῖται τὰ μὲν πλεῖστα ἐν τῷ Διονυσίῳ καὶ τῷ γυμνασίῳ, ἄλλα δʼ ἐν ἄλλοις τόποις. ἄριστα δὲ ὅ τε τοῦ Ἡλίου κολοσσός, ὅν φησιν ὁ ποιήσας τὸ ἰαμβεῖον ὅτι ἑπτάκις δέκα Χάρης ἐποίει πηχέων ὁ Λίνδιος. κεῖται δὲ νῦν ὑπὸ σεισμοῦ πεσὼν περικλασθεὶς ἀπὸ τῶν γονάτων· οὐκ ἀνέστησαν δʼ αὐτὸν κατά τι λόγιον. τοῦτό τε δὴ τῶν ἀναθημάτων κράτιστον (τῶν γοῦν ἑπτὰ θεαμάτων ὁμολογεῖται) καὶ αἱ τοῦ Πρωτογένους γραφαί, ὅ τε Ἰάλυσος καὶ ὁ Σάτυρος παρεστὼς στύλῳ, ἐπὶ δὲ τῷ στύλῳ πέρδιξ ἐφειστήκει, πρὸς ὃν οὕτως ἐκεχήνεσαν ὡς ἔοικεν οἱ ἄνθρωποι νεωστὶ ἀνακειμένου τοῦ πίνακος, ὥστʼ ἐκεῖνον ἐθαύμαζον, ὁ δὲ Σάτυρος παρεωρᾶτο καίτοι σφόδρα κατωρθωμένος· ἐξέπληττον δʼ ἔτι μᾶλλον οἱ περδικοτρόφοι κομίζοντες τοὺς τιθασοὺς καὶ τιθέντες καταντικρύ· ἐφθέγγοντο γὰρ πρὸς τὴν γραφὴν οἱ πέρδικες καὶ ὠχλαγώγουν. ὁρῶν δὲ ὁ Πρωτογένης τὸ ἔργον πάρεργον γεγονὸς ἐδεήθη τῶν τοῦ τεμένους προεστώτων ἐπιτρέψαι παρελθόντα ἐξαλεῖψαι τὸν ὄρνιν καὶ ἐποίησε. δημοκηδεῖς δʼ εἰσὶν οἱ Ῥόδιοι καίπερ οὐ δημοκρατούμενοι, συνέχειν δʼ ὅμως βουλόμενοι τὸ τῶν πενήτων πλῆθος. σιταρχεῖται δὴ ὁ δῆμος καὶ οἱ εὔποροι τοὺς ἐνδεεῖς ὑπολαμβάνουσιν ἔθει τινὶ πατρίῳ, λειτουργίαι τέ τινές εἰσιν ὀψωνιζόμεναι, ὥσθʼ ἅμα τόν τε πένητα ἔχειν τὴν διατροφὴν καὶ τὴν πόλιν τῶν χρειῶν μὴ καθυστερεῖν καὶ μάλιστα πρὸς τὰς ναυστολίας. τῶν δὲ ναυστάθμων τινὰ καὶ κρυπτὰ ἦν καὶ ἀπόρρητα τοῖς πολλοῖς, τῷ δὲ κατοπτεύσαντι ἢ παρελθόντι εἴσω θάνατος ὥριστο ἡ ζημία. κἀνταῦθα δὲ ὥσπερ ἐν Μασσαλίᾳ καὶ Κυζίκῳ τὰ περὶ τοὺς ἀρχιτέκτονας καὶ τὰς ὀργανοποιίας καὶ θησαυροὺς ὅπλων τε καὶ τῶν ἄλλων ἐσπούδασται διαφερόντως, καὶ ἔτι γε τῶν παρʼ ἄλλοις μᾶλλον.