file
stringlengths 66
73
| text
stringlengths 1
25.5k
|
---|---|
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔εξῆς δʼ Εὐνόστου λιμὴν μετὰ τὸ ἑπταστάδιον, καὶ ὑπὲρ τούτου ὁ ὀρυκτὸς ὃν καὶ Κιβωτὸν καλοῦσιν, ἔχων καὶ αὐτὸς νεώρια. ἐνδοτέρω δὲ τούτου διῶρυξ πλωτὴ μέχρι τῆς λίμνης τεταμένη τῆς Μαρεώτιδος· ἔξω μὲν οὖν τῆς διώρυγος μικρὸν ἔτι λείπεται τῆς πόλεως· εἶθʼ ἡ Νεκρόπολις τὸ προάστειον, ἐν ᾧ κῆποί τε πολλοὶ καὶ ταφαὶ καὶ καταγωγαὶ πρὸς τὰς ταριχείας τῶν νεκρῶν ἐπιτήδειαι. ἐντὸς δὲ τῆς διώρυγος τό τε Σαράπειον καὶ ἄλλα τεμένη ἀρχαῖα ἐκλελειμμένα πως διὰ τὴν τῶν νέων κατασκευὴν τῶν ἐν Νικοπόλει· καὶ γὰρ ἀμφιθέατρον καὶ στάδιον καὶ οἱ πεντετηρικοὶ ἀγῶνες ἐκεῖ συντελοῦνται· τὰ δὲ παλαιὰ ὠλιγώρηται. συλλήβδην δʼ εἰπεῖν ἡ πόλις μεστή ἐστιν ἀναθημάτων καὶ ἱερῶν· κάλλιστον δὲ τὸ γυμνάσιον μείζους ἢ σταδιαίας ἔχον τὰς στοάς· ἐν μέσῳ δὲ τό τε δικαστήριον καὶ τὰ ἄλση. ἔστι δὲ καὶ Πάνειον, ὕψος τι χειροποίητον στροβιλοειδὲς ἐμφερὲς ὄχθῳ πετρώδει διὰ κοχλίου τὴν ἀνάβασιν ἔχον· ἀπὸ δὲ τῆς κορυφῆς ἔστιν ἀπιδεῖν ὅλην τὴν πόλιν ὑποκειμένην αὐτῷ πανταχόθεν. ἀπὸ δὲ τῆς Νεκροπόλεως ἡ ἐπὶ τὸ μῆκος πλατεῖα διατείνει παρὰ τὸ γυμνάσιον μέχρι τῆς πύλης τῆς Κανωβικῆς· εἶθʼ ἱππόδρομος καλούμενός ἐστι καὶ αἱ παρακείμεναι ἄλλαι μέχρι τῆς διώρυγος τῆς Κανωβικῆς. διὰ δὲ τοῦ ἱπποδρόμου διελθόντι ἡ Νικόπολις ἔστιν, ἔχουσα κατοικίαν ἐπὶ θαλάττῃ πόλεως οὐκ ἐλάττω· τριάκοντα δέ εἰσιν ἀπὸ τῆς Ἀλεξανδρείας στάδιοι. τοῦτον δὲ ἐτίμησεν ὁ Σεβαστὸς Καῖσαρ τὸν τόπον, ὅτι ἐνταῦθα ἐνίκα τῇ μάχῃ τοὺς ἐπεξιόντας ἐπʼ αὐτὸν μετὰ Ἀντωνίου, καὶ λαβὼν ἐξ ἐφόδου τὴν πόλιν ἠνάγκασε τὸν μὲν Ἀντώνιον ἑαυτὸν διαχειρίσασθαι, τὴν δὲ Κλεοπάτραν ζῶσιν ἐλθεῖν εἰς τὴν ἐξουσίαν· μικρὸν δʼ ὕστερον κἀκείνη ἑαυτὴν ἐν τῇ φρουρᾷ διεχειρίσατο λάθρᾳ δήγματι ἀσπίδος ἢ φαρμάκῳ ἐπιχρίστῳ (λέγεται γὰρ ἀμφοτέρως), καὶ συνέβη καταλυθῆναι τὴν τῶν Λαγιδῶν ἀρχὴν πολλὰ συμμείνασαν ἔτη. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πτολεμαῖος γὰρ ὁ Λάγου διεδέξατο Ἀλέξανδρον, ἐκεῖνον δὲ ὁ Φιλάδελφος, τοῦτον δὲ ὁ Εὐεργέτης, εἶθʼ ὁ Φιλοπάτωρ ὁ τῆς Ἀγαθοκλείας, εἶθʼ ὁ Ἐπιφανής, εἶθʼ ὁ Φιλομήτωρ, παῖς παρὰ πατρὸς ἀεὶ διαδεχόμενος· τοῦτον δʼ ἀδελφὸς διεδέξατο ὁ δεύτερος Εὐεργέτης ὃν καὶ Φύσκωνα προσαγορεύουσι, τοῦτον δʼ ὁ Λάθουρος ἐπικληθεὶς Πτολεμαῖος, τοῦτον δʼ ὁ Αὐλητὴς ὁ καθʼ ἡμᾶς, ὅσπερ ἦν τῆς Κλεοπάτρας πατήρ. ἅπαντες μὲν οὖν οἱ μετὰ τὸν τρίτον Πτολεμαῖον ὑπὸ τρυφῆς διεφθαρμένοι χεῖρον ἐπολιτεύσαντο, χείριστα δʼ ὁ τέταρτος καὶ ὁ ἕβδομος καὶ ὁ ὕστατος ὁ Αὐλητής, ὃς χωρὶς τῆς ἄλλης ἀσελγείας χοραυλεῖν ἤσκησε, καὶ ἐπʼ αὐτῷ γε ἐσεμνύνετο τοσοῦτον ὥστʼ οὐκ ὤκνει συντελεῖν ἀγῶνας ἐν τοῖς βασιλείοις, εἰς οὓς παρῄει διαμιλλησόμενος τοῖς ἀνταγωνισταῖς. τοῦτον μὲν οὖν οἱ Ἀλεξανδρεῖς ἐξέβαλον, τριῶν δʼ αὐτῷ θυγατέρων οὐσῶν, ὧν μία γνησία ἡ πρεσβυτάτη, ταύτην ἀνέδειξαν βασίλισσαν· οἱ υἱοὶ δʼ αὐτοῦ δύο νήπιοι τῆς τότε χρείας ἐξέπιπτον τελέως. τῇ δὲ κατασταθείσῃ μετεπέμψαντο ἄνδρα ἐκ τῆς Συρίας κυβιοσάκτην τινά, προσποιησάμενον τοῦ γένους εἶναι τῶν Συριακῶν βασιλέων· τοῦτον μὲν οὖν ὀλίγων ἡμερῶν ἀπεστραγγάλισεν ἡ βασίλισσα οὐ φέρουσα τὸ βάναυσον καὶ τὸ ἀνελεύθερον. ἧκε δʼ ἀντʼ ἐκείνου προσποιησάμενος καὶ αὐτὸς εἶναι Μιθριδάτου υἱὸς τοῦ Εὐπάτορος Ἀρχέλαος, ὃς ἦν μὲν Ἀρχελάου υἱὸς τοῦ πρὸς Σύλλαν διαπολεμήσαντος καὶ μετὰ ταῦτα τιμηθέντος ὑπὸ Ῥωμαίων, πάππος δὲ τοῦ βασιλεύσαντος Καππαδόκων ὑστάτου καθʼ ἡμᾶς, ἱερεὺς δὲ τῶν ἐν Πόντῳ Κομάνων. Γαβινίῳ δὲ τότε συνδιέτριψεν ὡς συστρατεύσων ἐπὶ Παρθυαίους, λαθὼν δὲ τοῦτον κομίζεται διά τινων εἰς τὴν βασίλισσαν καὶ ἀναδείκνυται βασιλεύς. ἐν τούτῳ τὸν Αὐλητὴν ἀφικόμενον εἰς Ῥώμην δεξάμενος Πομπήιος Μάγνος συνίστησι τῇ συγκλήτῳ καὶ διαπράττεται κάθοδον μὲν τούτῳ, τῶν δὲ πρέσβεων τῶν πλείστων, ἑκατὸν ὄντων, ὄλεθρον τῶν καταπρεσβευσάντων αὐτοῦ· τούτων δʼ ἦν καὶ Δίων ὁ Ἀκαδημαϊκὸς ἀρχιπρεσβευτὴς γεγονώς. καταχθεὶς οὖν ὑπὸ Γαβινίου Πτολεμαῖος τόν τε Ἀρχέλαον ἀναιρεῖ καὶ τὴν θυγατέρα, χρόνον δʼ οὐ πολὺν τῇ βασιλείᾳ προσθεὶς τελευτᾷ νόσῳ, καταλιπὼν δύο μὲν υἱεῖς δύο δὲ θυγατέρας, πρεσβυτάτην δὲ Κλεοπάτραν. οἱ μὲν οὖν Ἀλεξανδρεῖς ἀπέδειξαν βασιλέας τόν τε πρεσβύτερον τῶν παίδων καὶ τὴν Κλεοπάτραν, οἱ δὲ συνόντες τῷ παιδὶ καταστασιάσαντες ἐξέβαλον τὴν Κλεοπάτραν, καὶ ἀπῆρε μετὰ τῆς ἀδελφῆς εἰς τὴν Συρίαν. ἐν τούτῳ Πομπήιος Μάγνος ἧκε φεύγων ἐκ Παλαιφαρσάλου πρὸς τὸ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος· τοῦτον μὲν οὖν δολοφονοῦσιν οἱ μετὰ τοῦ βασιλέως· ἐπελθὼν δὲ Καῖσαρ τόν τε μειρακίσκον διαφθείρει καὶ καθίστησι τῆς Αἰγύπτου βασίλισσαν τὴν Κλεοπάτραν μεταπεμψάμενος ἐκ τῆς φυγῆς· συμβασιλεύειν δʼ ἀπέδειξε τὸν λοιπὸν ἀδελφὸν αὐτῇ νέον παντελῶς ὄντα. μετὰ δὲ τὴν Καίσαρος τελευτὴν καὶ τὰ ἐν Φιλίπποις διαβὰς Ἀντώνιος εἰς τὴν Ἀσίαν ἐξετίμησεν ἐπὶ πλέον τὴν Κλεοπάτραν ὥστε καὶ γυναῖκα ἔκρινε καὶ ἐτεκνοποιήσατο ἐξ αὐτῆς, τόν τε Ἀκτιακὸν πόλεμον συνήρατο ἐκείνῃ καὶ συνέφυγε· καὶ μετὰ ταῦτα ἐπακολουθήσας ὁ Σεβαστὸς Καῖσαρ ἀμφοτέρους κατέλυσε καὶ τὴν Αἴγυπτον ἔπαυσε παροινουμένην. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐπαρχία δὲ νῦν ἐστι, φόρους μὲν τελοῦσα ἀξιολόγους, ὑπὸ σωφρόνων δὲ ἀνδρῶν διοικουμένη τῶν πεμπομένων ἐπάρχων ἀεί. ὁ μὲν οὖν πεμφθεὶς τὴν τοῦ βασιλέως ἔχει τάξιν, ὑπʼ αὐτῷ δʼ ἐστὶν ὁ δικαιοδότης ὁ τῶν πολλῶν κρίσεων κύριος· ἄλλος δʼ ἐστὶν ὁ προσαγορευόμενος ἰδιόλογος, ὃς τῶν ἀδεσπότων καὶ τῶν εἰς Καίσαρα πίπτειν ὀφειλόντων ἐξεταστής ἐστι· παρέπονται δὲ τούτοις ἀπελεύθεροι Καίσαρος καὶ οἰκονόμοι, μείζω καὶ ἐλάττω πεπιστευμένοι πράγματα. ἔστι δὲ καὶ στρατιωτικοῦ τρία τάγματα, ὧν τὸ ἓν κατὰ τὴν πόλιν ἵδρυται τἆλλα δʼ ἐν τῇ χώρᾳ· χωρὶς δὲ τούτων ἐννέα μέν εἰσι σπεῖραι Ῥωμαίων, τρεῖς μὲν ἐν τῇ πόλει τρεῖς δʼ ἐπὶ τῶν ὅρων τῆς Αἰθιοπίας ἐν Συήνῃ, φρουρὰ τοῖς τόποις, τρεῖς δὲ κατὰ τὴν ἄλλην χώραν. εἰσὶ δὲ καὶ ἱππαρχίαι τρεῖς ὁμοίως διατεταγμέναι κατὰ τοὺς ἐπικαιρίους τόπους. τῶν δʼ ἐπιχωρίων ἀρχόντων κατὰ πόλιν μὲν ὅ τε ἐξηγητής ἐστι, πορφύραν ἀμπεχόμενος καὶ ἔχων πατρίους τιμὰς καὶ ἐπιμέλειαν τῶν τῇ πόλει χρησίμων, καὶ ὁ ὑπομνηματογράφος καὶ ὁ ἀρχιδικαστής, τέταρτος δὲ ὁ νυκτερινὸς στρατηγός. ἦσαν μὲν οὖν καὶ ἐπὶ τῶν βασιλέων αὗται αἱ ἀρχαί, κακῶς δὲ πολιτευομένων τῶν βασιλέων ἠφανίζετο καὶ ἡ τῆς πόλεως εὐκαιρία διὰ τὴν ἀνομίαν. ὁ γοῦν Πολύβιος γεγονὼς ἐν τῇ πόλει βδελύττεται τὴν τότε κατάστασιν καί φησι τρία γένη τὴν πόλιν οἰκεῖν, τό τε Αἰγύπτιον καὶ ἐπιχώριον φῦλον ὀξὺ καὶ * πολιτικόν, καὶ τὸ μισθοφορικὸν βαρὺ καὶ πολὺ καὶ ἀνάγωγον· ἐξ ἔθους γὰρ παλαιοῦ ξένους ἔτρεφον τοὺς τὰ ὅπλα ἔχοντας, ἄρχειν μᾶλλον ἢ ἄρχεσθαι δεδιδαγμένους διὰ τὴν τῶν βασιλέων οὐδένειαν· τρίτον δʼ ἦν γένος τὸ τῶν Ἀλεξανδρέων οὐδʼ αὐτὸ εὐκρινῶς πολιτικὸν διὰ τὰς αὐτὰς αἰτίας, κρεῖττον δʼ ἐκείνων ὅμως· καὶ γὰρ εἰ μιγάδες, Ἕλληνες ὅμως ἀνέκαθεν ἦσαν καὶ ἐμέμνηντο τοῦ κοινοῦ τῶν Ἑλλήνων ἔθους· ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους μάλιστα ὑπὸ τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθʼ ὃν ἧκεν εἰς τὴν Ἀλεξάνδρειαν ὁ Πολύβιος (καταστασιαζόμενος γὰρ ὁ Φύσκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ διέφθειρε), τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοιαῦτα δʼ ἦν, εἰ μὴ χείρω, καὶ τὰ τῶν ὕστερον βασιλέων. Ῥωμαῖοι δʼ εἰς δύναμιν, ὡς εἰπεῖν, ἐπηνώρθωσαν τὰ πολλά, τὴν μὲν πόλιν διατάξαντες ὡς εἶπον, κατὰ δὲ τὴν χώραν ἐπιστρατήγους τινὰς καὶ νομάρχας καὶ ἐθνάρχας καλουμένους ἀποδείξαντες, πραγμάτων οὐ μεγάλων ἐπιστατεῖν ἠξιωμένους. τῆς δʼ εὐκαιρίας τῆς κατὰ τὴν πόλιν τὸ μέγιστόν ἐστιν ὅτι τῆς Αἰγύπτου πάσης μόνος ἐστὶν οὗτος ὁ τόπος πρὸς ἄμφω πεφυκὼς εὖ, τά τε ἐκ θαλάττης διὰ τὸ εὐλίμενον, καὶ τὰ ἐκ τῆς χώρας ὅτι πάντα εὐμαρῶς ὁ ποταμὸς πορθμεύει συνάγει τε εἰς τοιοῦτον χωρίον ὅπερ μέγιστον ἐμπόριον τῆς οἰκουμένης ἐστί. τῆς μὲν οὖν πόλεως ταύτας ἄν τις λέγοι τὰς ἀρετάς· τῆς Αἰγύπτου δὲ τὰς προσόδουςἃς ante ἔν ἔν τινι λόγῳ Κικέρων φράζει φήσας κατʼ ἐνιαυτὸν τῷ τῆς Κλεοπάτρας πατρὶ τῷ Αὐλητῇ προσφέρεσθαι φόρον ταλάντων μυρίων δισχιλίων πεντακοσίων. ὅπου οὖν ὁ κάκιστα καὶ ῥᾳθυμότατα τὴν βασιλείαν διοικῶν τοσαῦτα προσωδεύετο, τί χρὴ νομίσαι τὰ νῦν διὰ τοσαύτης ἐπιμελείας οἰκονομούμενα καὶ τῶν Ἰνδικῶν ἐμποριῶν καὶ τῶν Τρωγλοδυτικῶν ἐπηυξημένων ἐπὶ τοσοῦτον; πρότερον μέν γε οὐδʼ εἴκοσι πλοῖα ἐθάρρει τὸν Ἀράβιον κόλπον διαπερᾶν ὥστε ἔξω τῶν στενῶν ὑπερκύπτειν, νῦν δὲ καὶ στόλοι μεγάλοι στέλλονται μέχρι τῆς Ἰνδικῆς καὶ τῶν ἄκρων τῶν Αἰθιοπικῶν, ἐξ ὧν ὁ πολυτιμότατος κομίζεται φόρτος εἰς τὴν Αἴγυπτον, κἀντεῦθεν πάλιν εἰς τοὺς ἄλλους ἐκπέμπεται τόπους, ὥστε τὰ τέλη διπλάσια συνάγεται τὰ μὲν εἰσαγωγικὰ τὰ δὲ ἐξαγωγικά· τῶν δὲ βαρυτίμων βαρέα καὶ τὰ τέλη. καὶ γὰρ δὴ καὶ μονοπωλίας ἔχει· μόνη γὰρ ἡ Ἀλεξάνδρεια τῶν τοιούτων ὡς ἐπὶ τὸ πολὺ καὶ ὑποδοχεῖόν ἐστι καὶ χορηγεῖ τοῖς ἐκτός. ἔτι δὲ μᾶλλον κατιδεῖν ἔστι τὴν εὐφυΐαν ταύτην περιοδεύοντι τὴν χώραν, καὶ πρῶτον τὴν παραλίαν ἀρξαμένην ἀπὸ τοῦ Καταβαθμοῦ· μέχρι δεῦρο γάρ ἐστιν ἡ Αἴγυπτος, ἡ δʼ ἑξῆς ἐστι Κυρηναία καὶ οἱ περιοικοῦντες βάρβαροι Μαρμαρίδαι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀπὸ μὲν οὖν Καταβαθμοῦ εἰς Παραιτόνιον εὐθυπλοοῦντι σταδίων ἐστὶν ἐνακοσίων ὁ δρόμος· πόλις δʼ ἐστὶ καὶ λιμὴν μέγας τετταράκοντά που σταδίων· καλοῦσι δʼ οἱ μὲν Παραιτόνιον τὴν πόλιν οἱ δʼ Ἀμμωνίαν. μεταξὺ δὲ ἥ τε Αἰγυπτίων κώμη καὶ ἡ Αἰνησίσφυρα ἄκρα, καὶ Τυνδάρειοι σκόπελοι, νησίδια τέτταρα ἔχοντα λιμένα· εἶθʼ ἑξῆς ἄκρα Δρέπανον καὶ νῆσος Αἰνησίππεια ἔχουσα λιμένα καὶ κώμη Ἆπις, ἀφʼ ἧς εἰς μὲν Παραιτόνιον στάδιοι ἑκατὸν εἰς δὲ Ἄμμωνος ὁδὸς ἡμερῶν πέντε· ἀπὸ δὲ τοῦ Παραιτονίου εἰς Ἀλεξάνδρειαν χίλιοί που καὶ τριακόσιοι στάδιοι. μεταξὺ δὲ πρῶτον μὲν ἄκρα λευκόγειος, Λευκὴ ἀκτὴ καλουμένη· ἔπειτα Φοινικοῦς λιμὴν καὶ Πνιγεὺς κώμη· εἶτα νῆσος Σιδωνία λιμένα ἔχουσα· εἶτʼ Ἀντίφραι μικρὸν ἀπωτέρω τῆς θαλάττης· ἅπασα μὲν ἡ χώρα αὕτη οὐκ εὔοινος, πλείω δεχομένου τοῦ κεράμου θάλατταν ἢ οἶνον ὃν δὴ καλοῦσι Λιβυκόν, ᾧ δὴ καὶ τῷ ζύθῳ τὸ πολὺ φῦλον χρῆται τῶν Ἀλεξανδρέων· σκώπτονται δὲ μάλιστα αἱ Ἀντίφραι. εἶθʼ ὁ Δέρρις λιμὴν καλούμενος οὕτως διὰ τὴν πλησίον πέτραν μέλαιναν δέρρει ἐοικυῖαν· ὀνομάζουσι δὲ καὶ Ζεφύριον τὸν πλησίον τόπον· εἶτʼ ἄλλος λιμὴν Λεύκασπις καὶ ἄλλοι πλείους· εἶτα Κυνὸς σῆμα· εἶτα Ταπόσειρις οὐκ ἐπὶ θαλάττῃ, πανήγυριν δεχομένη μεγάλην· καὶ ἄλλη δʼ ἐστὶ Ταπόσειρις ἐπέκεινα τῆς πόλεως ἱκανῶς· αὐτῆς δὲ πλησίον πετρῶδες ἐπὶ τῇ θαλάττῃ χωρίον καὶ αὐτὸ δεχόμενον πολλοὺς τοὺς κωμάζοντας ἅπασαν ὥραν ἔτους· εἶθʼ ἡ Πλινθίνη καὶ Νικίου κώμη καὶ Χερρόνησος φρούριον, πλησίον ἤδη τῆς Ἀλεξανδρείας καὶ τῆς Νεκροπόλεως ἐν ἑβδομήκοντα σταδίοις. ἡ δὲ Μάρεια λίμνη παρατείνουσα μέχρι καὶ δεῦρο πλάτος μὲν ἔχει πλειόνων ἢ πεντήκοντα καὶ ἑκατὸν σταδίων, μῆκος δʼ ἐλαττόνων ἢ τριακοσίων. ἔχει δʼ ὀκτὼ νήσους καὶ τὰ κύκλῳ πάντʼ οἰκούμενα καλῶς· εὐοινία τέ ἐστι περὶ τοὺς τόπους ὥστε καὶ διαχεῖσθαι πρὸς παλαίωσιν τὸν Μαρεώτην οἶνον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | φύεται δʼ ἐν τοῖς Αἰγυπτιακοῖς ἕλεσι καὶ ταῖς λίμναις ἥ τε βύβλος καὶ ὁ Αἰγύπτιος κύαμος ἐξ οὗ τὸ κιβώριον, σχεδόν τι ἰσοΰψεις ῥάβδοι ὅσον δεκάποδες. ἀλλʼ ἡ μὲν βύβλος ψιλὴ ῥάβδος ἐστὶν ἐπʼ ἄκρῳ χαίτην ἔχουσα, ὁ δὲ κύαμος κατὰ πολλὰ μέρη φύλλα καὶ ἄνθη ἐκφέρει καὶ καρπὸν ὅμοιον τῷ παρʼ ἡμῖν κυάμῳ, μεγέθει μόνον καὶ γεύσει διαλλάττοντα. οἱ οὖν κυαμῶνες ἡδεῖαν ὄψιν παρέχουσι καὶ τέρψιν τοῖς ἐνευωχεῖσθαι βουλομένοις· εὐωχοῦνται δʼ ἐν σκάφαις θαλαμηγοῖς, ἐνδύνοντες εἰς τὸ πύκνωμα τῶν κυάμων καὶ σκιαζόμενοι τοῖς φύλλοις· ἔστι γὰρ σφόδρα μεγάλα ὥστε καὶ ἀντὶ ποτηρίων καὶ τρυβλίων χρῆσθαι· ἔχει γάρ τινα καὶ κοιλότητα ἐπιτηδείαν πρὸς τοῦτο· καὶ δὴ καὶ ἡ Ἀλεξάνδρεια μεστὴ τούτων ἐστὶ κατὰ τὰ ἐργαστήρια ὡς σκεύεσι χρωμένων· καὶ οἱ ἀγροὶ μίαν τινὰ τῶν προσόδων καὶ ταύτην ἔχουσι τὴν ἀπὸ τῶν φύλλων. ὁ μὲν δὴ κύαμος τοιοῦτος, ἡ δὲ βύβλος ἐνταῦθα μὲν οὐ πολλὴ φύεται (οὐ γὰρ ἀσκεῖται), ἐν δὲ τοῖς κάτω μέρεσι τοῦ Δέλτα πολλή, ἡ μὲν χείρων, ἡ δὲ βελτίων ἡ ἱερατική· κἀνταῦθα δέ τινες τῶν τὰς προσόδους ἐπεκτείνειν βουλομένων μετήνεγκαν τὴν Ἰουδαϊκὴν ἐντρέχειαν, ἣν ἐκεῖνοι παρεῦρον ἐπὶ τοῦ φοίνικος καὶ μάλιστα τοῦ καρυωτοῦ, καὶ τοῦ βαλσάμου· οὐ γὰρ ἐῶσι πολλαχοῦ φύεσθαι, τῇ δὲ σπάνει τιμὴν ἐπιτιθέντες τὴν πρόσοδον οὕτως αὔξουσι, τὴν δὲ κοινὴν χρείαν διαλυμαίνονται. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δεξιᾷ δὲ τῆς Κανωβικῆς πύλης ἐξιόντι ἡ διῶρυξ ἔστιν ἡ ἐπὶ Κάνωβον συνάπτουσα τῇ λίμνῃ· ταύτῃ δὲ καὶ ἐπὶ Σχεδίαν ὁ πλοῦς ἐπὶ τὸν μέγαν ποταμὸν καὶ ἐπὶ τὸν Κάνωβον, πρῶτον δὲ ἐπὶ τὴν Ἐλευσῖνα· ἔστι δʼ αὕτη κατοικία πλησίον τῆς τε Ἀλεξανδρείας καὶ τῆς Νικοπόλεως ἐπʼ αὐτῇ τῇ Κανωβικῇ διώρυγι κειμένη, διαίτας ἔχουσα καὶ ἀπόψεις τοῖς καπυρίζειν βουλομένοις καὶ ἀνδράσι καὶ γυναιξίν, ἀρχή τις Κανωβισμοῦ καὶ τῆς ἐκεῖ λαμυρίας. ἀπὸ δὲ τῆς Ἐλευσῖνος προελθοῦσι μικρὸν ἐν δεξιᾷ ἐστιν ἡ διῶρυξ ἀνάγουσα ἐπὶ τὴν Σχεδίαν· διέχει δὲ τετράσχοινον τῆς Ἀλεξανδρείας ἡ Σχεδία, κατοικία πόλεως, ἐν ᾗ τὸ ναύσταθμον τῶν θαλαμηγῶν πλοίων, ἐφʼ οἷς οἱ ἡγεμόνες εἰς τὴν ἄνω χώραν ἀναπλέουσιν· ἐνταῦθα δὲ καὶ τὸ τελώνιον τῶν ἄνωθεν καταγομένων καὶ ἀναγομένων· οὗ χάριν καὶ σχεδία ἔζευκται ἐπὶ τῷ ποταμῷ, ἀφʼ ἧς καὶ τοὔνομα τῷ τόπῳ. μετὰ δὲ τὴν διώρυγα τὴν ἐπὶ Σχεδίαν ἄγουσαν ὁ ἑξῆς ἐπὶ τὸν Κάνωβον πλοῦς ἐστι παράλληλος τῇ παραλίᾳ τῇ ἀπὸ Φάρου μέχρι τοῦ Κανωβικοῦ στόματος· στενὴ γάρ τις ταινία μεταξὺ διήκει τοῦ τε πελάγους καὶ τῆς διώρυγος, ἐν ᾗ ἔστιν ἥ τε μικρὰ Ταπόσειρις μετὰ τὴν Νικόπολιν καὶ τὸ Ζεφύριον, ἄκρα ναΐσκον ἔχουσα Ἀρσινόης Ἀφροδίτης· τὸ δὲ παλαιὸν καὶ Θῶνίν τινα πόλιν ἐνταῦθά φασιν, ἐπώνυμον τοῦ βασιλέως τοῦ δεξαμένου Μενέλαόν τε καὶ Ἑλένην ξενίᾳ. περὶ οὖν τῶν τῆς Ἑλένης φαρμάκων φησὶν οὕτως ὁ ποιητής ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Κάνωβος δʼ ἐστὶ πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἐπώνυμος Κανώβου τοῦ Μενελάου κυβερνήτου ἀποθανόντος αὐτόθι, ἔχουσα τὸ τοῦ Σαράπιδος ἱερὸν πολλῇ ἁγιστείᾳ τιμώμενον καὶ θεραπείας ἐκφέρον, ὥστε καὶ τοὺς ἐλλογιμωτάτους ἄνδρας πιστεύειν καὶ ἐγκοιμᾶσθαι αὐτοὺς ὑπὲρ ἑαυτῶν ἢ ἑτέρους. συγγράφουσι δέ τινες καὶ τὰς θεραπείας, ἄλλοι δὲ ἀρετὰς τῶν ἐνταῦθα λογίων. ἀντὶ πάντων δʼ ἐστὶν ὁ τῶν πανηγυριστῶν ὄχλος τῶν ἐκ τῆς Ἀλεξανδρείας κατιόντων τῇ διώρυγι· πᾶσα γὰρ ἡμέρα καὶ πᾶσα νὺξ πληθύει τῶν ἐν τοῖς πλοιαρίοις καταυλουμένων καὶ κατορχουμένων ἀνέδην μετὰ τῆς ἐσχάτης ἀκολασίας καὶ ἀνδρῶν καὶ γυναικῶν, τῶν δʼ ἐν αὐτῷ τῷ Κανώβῳ καταγωγὰς ἐχόντων ἐπικειμένας τῇ διώρυγι εὐφυεῖς πρὸς τὴν τοιαύτην ἄνεσιν καὶ εὐωχίαν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὸν Κάνωβον ἔστι τὸ Ἡράκλειον Ἡρακλέους ἔχον ἱερόν· εἶτα τὸ Κανωβικὸν στόμα καὶ ἡ ἀρχὴ τοῦ Δέλτα. τὰ δʼ ἐν δεξιᾷ τῆς Κανωβικῆς διώρυγος ὁ Μενελαΐτης ἐστὶ νομὸς ἀπὸ τοῦ ἀδελφοῦ τοῦ πρώτου Πτολεμαίου καλούμενος, οὐ μὰ Δία ἀπὸ τοῦ ἥρωος, ὡς ἔνιοί φασιν ὧν καὶ Ἀρτεμίδωρος. μετὰ δὲ τὸ Κανωβικὸν στόμα ἔστι τὸ Βολβιτικόν, εἶτα τὸ Σεβεννυτικὸν καὶ τὸ Φατνιτικόν, τρίτον ὑπάρχον τῷ μεγέθει παρὰ τὰ πρῶτα δύο, οἷς ὥρισται τὸ Δέλτα· καὶ γὰρ οὐ πόρρω τῆς κορυφῆς σχίζεται εἰς τὸ ἐντὸς τοῦ Δέλτα. τῷ δὲ Φατνιτικῷ συνάπτει τὸ Μενδήσιον, εἶτα τὸ Τανιτικὸν καὶ τελευταῖον τὸ Πηλουσιακόν. ἔστι δὲ καὶ ἄλλα τούτων μεταξὺ ὡς ἂν ψευδοστόματα ἀσημότερα. ἔχει μὲν οὖν εἰσαγωγὰς τὰ στόματα, ἀλλʼ οὐκ εὐφυεῖς οὐδὲ μεγάλοις πλοίοις ἀλλʼ ὑπηρετικοῖς διὰ τὸ βραχέα εἶναι καὶ ἑλώδη. μάλιστα μέντοι τῷ Κανωβικῷ στόματι ἐχρῶντο ὡς ἐμπορίῳ, τῶν κατʼ Ἀλεξάνδρειαν λιμένων ἀποκεκλειμένων, ὡς προείπομεν. μετὰ δὲ τὸ Βολβίτινον στόμα ἐπὶ πλέον ἔκκειται ταπεινὴ καὶ ἀμμώδης ἄκρα· καλεῖται δὲ Ἀγνοῦ κέρας· εἶθʼ ἡ Περσέως σκοπὴ καὶ τὸ Μιλησίων τεῖχος· πλεύσαντες γὰρ ἐπὶ Ψαμμιτίχου τριάκοντα ναυσὶ Μιλήσιοι (κατὰ Κυαξάρη δʼ οὗτος ἦν τὸν Μῆδον) κατέσχον εἰς τὸ στόμα τὸ Βολβίτινον, εἶτʼ ἐκβάντες ἐτείχισαν τὸ λεχθὲν κτίσμα· χρόνῳ δʼ ἀναπλεύσαντες εἰς τὸν Σαϊτικὸν νομὸν καταναυμαχήσαντες Ἰνάρων πόλιν ἔκτισαν Ναύκρατιν οὐ πολὺ τῆς Σχεδίας ὕπερθεν. μετὰ δὲ τὸ τῶν Μιλησίων τεῖχος ἐπὶ τὸ Σεβεννυτικὸν προϊόντι στόμα λίμναι εἰσίν, ὧν ἡ ἑτέρα Βουτικὴ καλεῖται ἀπὸ Βούτου πόλεως, καὶ ἡ Σεβεννυτικὴ δὲ πόλις καὶ ἡ Σάις, μητρόπολις τῆς κάτω χώρας, ἐν ᾗ τιμῶσι τὴν Ἀθηνᾶν· ἐν δὲ τῷ ἱερῷ αὐτῆς ἡ θήκη κεῖται τοῦ Ψαμμιτίχου· περὶ δὲ τὴν Βοῦτον καὶ Ἑρμοῦ πόλις ἐν νήσῳ κειμένη· ἐν δὲ τῇ Βούτῳ Λητοῦς ἐστι μαντεῖον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δὲ τῇ μεσογείῳ τῇ ὑπὲρ τοῦ Σεβεννυτικοῦ καὶ Φατνιτικοῦ στόματος Ξόις ἐστὶ καὶ νῆσος καὶ πόλις ἐν τῷ Σεβεννυτικῷ νομῷ. ἔστι δὲ καὶ Ἑρμοῦ πόλις καὶ Λύκου πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τῶν ζῴων τράγον· ὡς δὲ Πίνδαρός φησιν, οἱ τράγοι ἐνταῦθα γυναιξὶ μίγνυνταιpost μίγνυνται· Μένδητα παρὰ κρημνὸν θαλάσσης ἔσκατον Νείλου κέρας, αἰγίβατοι ὅθι τράγοι γυναιξὶ μίσγονται.. πλησίον δὲ Μένδητος καὶ Διὸς πόλις καὶ αἱ περὶ αὐτὴν λίμναι καὶ Λεοντόπολις· εἶτʼ ἀπωτέρω ἡ Βούσιρις πόλις ἐν τῷ Βουσιρίτῃ νομῷ καὶ Κυνὸς πόλις. φησὶ δʼ Ἐρατοσθένης κοινὸν μὲν εἶναι τοῖς βαρβάροις πᾶσιν ἔθος τὴν ξενηλασίαν, τοὺς δʼ Αἰγυπτίους ἐλέγχεσθαι διὰ τῶν περὶ τὸν Βούσιριν μεμυθευμένων ἐν τῷ Βουσιρίτῃ νομῷ, διαβάλλειν τὴν ἀξενίαν βουλομένων τοῦ τόπου τούτου τῶν ὕστερον, οὐ βασιλέως μὰ Δία οὐδὲ τυράννου γενομένου τινὸς Βουσίριδος· προσεπιφημισθῆναι δὲ καὶ τὸ Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε, προσλαμβάνοντος πρὸς τοῦτο πάμπολυ καὶ τοῦ ἀλιμένου καὶ τοῦ μηδὲ τὸν ὄντα λιμένα ἀνεῖσθαι τὸν πρὸς τῇ Φάρῳ, φρουρεῖσθαι δʼ ὑπὸ βουκόλων λῃστῶν ἐπιτιθεμένων τοῖς προσορμιζομένοις, Καρχηδονίους δὲ καταποντοῦν εἴ τις τῶν ξένων εἰς Σαρδὼ παραπλεύσειεν ἢ ἐπὶ στήλας· διὰ δὲ ταῦτʼ ἀπιστεῖσθαι τὰ πολλὰ τῶν ἑσπερίων· καὶ τοὺς Πέρσας δὲ κακῶς ἡγεῖσθαι τοῖς πρέσβεσι τὰς ὁ δοὺς κύκλῳ καὶ διὰ δυσκόλων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | συνάπτει δὲ καὶ ὁ Ἀθριβίτης νομὸς καὶ Ἄθριβις πόλις καὶ ἔτι ὁ Προσωπίτης νομός, ἐν ᾧ Ἀφροδίτης πόλις. ὑπὲρ δὲ τὸ Μενδήσιον στόμα καὶ τὸ Τανιτικὸν λίμνη μεγάλη καὶ ὁ Μενδήσιός ἐστι νομὸς καὶ ὁ Λεοντοπολίτης καὶ πόλις Ἀφροδίτης καὶ ὁ Φαρβητίτης νομός· εἶτα τὸ Τανιτικὸν στόμα ὅ τινες Σαϊτικὸν λέγουσι, καὶ ὁ Τανίτης νομὸς καὶ πόλις ἐν αὐτῷ μεγάλη Τάνις. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μεταξὺ δὲ τοῦ Τανιτικοῦ καὶ τοῦ Πηλουσιακοῦ λίμναι καὶ ἕλη μεγάλα καὶ συνεχῆ κώμας πολλὰς ἔχοντα· καὶ αὐτὸ δὲ τὸ Πηλούσιον κύκλῳ περικείμενα ἔχει ἕλη, ἅ τινες βάραθρα καλοῦσι, καὶ τέλματα· ᾤκισται δʼ ἀπὸ θαλάττης ἐν πλείοσιν ἢ εἴκοσι σταδίοις, τὸν δὲ κύκλον ἔχει τοῦ τείχους σταδίων εἴκοσιν· ὠνόμασται δʼ ἀπὸ τοῦ πηλοῦ καὶ τῶν τελμάτων. ταύτῃ δὲ καὶ δυσείσβολός ἐστιν ἡ Αἴγυπτος ἐκ τῶν ἑωθινῶν τόπων τῶν κατὰ Φοινίκην καὶ τὴν Ἰουδαίαν· καὶ ἐκ τῆς Ἀραβίας δὲ τῆς Ναβαταίων ἥπερ ἐστὶ προσεχής, διὰ τούτων ἐπὶ τὴν Αἴγυπτον ἡ ὁδός. ἡ δὲ μεταξὺ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου Ἀραβία μέν ἐστι, καὶ ἐπί γε τῶν ἄκρων αὐτῆς ἵδρυται τὸ Πηλούσιον· ἀλλʼ ἔρημος ἅπασά ἐστι καὶ ἄβατος στρατοπέδῳ. ὁ δὲ μεταξὺ ἰσθμὸς Πηλουσίου καὶ τοῦ μυχοῦ τοῦ καθʼ Ἡρώων πόλιν χιλίων μέν ἐστι σταδίων, ὡς δὲ Ποσειδώνιός φησιν ἐλαττόνων ἢ χιλίων καὶ πεντακοσίων· πρὸς δὲ τῷ ἄνυδρος εἶναι καὶ ἀμμώδης ἑρπετῶν πλῆθος ἔχει τῶν ἀμμοδυτῶν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀπὸ δὲ Σχεδίας ἀναπλέουσιν ἐπὶ Μέμφιν ἐν δεξιᾷ μέν εἰσι πάμπολλαι κῶμαι μέχρι τῆς Μαρείας λίμνης, ὧν ἐστι καὶ ἡ Χαβρίου κώμη καλουμένη· ἐπὶ δὲ τῷ ποταμῷ Ἑρμοῦ πόλις ἐστίν· εἶτα Γυναικῶν πόλις καὶ νομὸς Γυναικοπολίτης· ἐφεξῆς δὲ Μώμεμφις καὶ Μωμεμφίτης νομός· μεταξὺ δὲ διώρυγες πλείους εἰς τὴν Μαρεῶτιν. οἱ δὲ Μωμεμφῖται τὴν Ἀφροδίτην τιμῶσι, καὶ τρέφεται θήλεια βοῦς ἱερά, καθάπερ ἐν Μέμφει ὁ Ἆπις, ἐν Ἡλίου δὲ πόλει ὁ Μνεῦις· οὗτοι μὲν οὖν θεοὶ νομίζονται, οἱ δὲ παρὰ τοῖς ἄλλοις, παρὰ πολλοῖς γὰρ δὴ ἔν τε τῷ Δέλτα καὶ ἔξω αὐτοῦ τοῖς μὲν ἄρρην τοῖς δὲ θήλεια τρέφεται, οὗτοι δὲ θεοὶ μὲν οὐ νομίζονται ἱεροὶ δέ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔υπὲρ δὲ Μωμέμφεώς εἰσι δύο νιτρίαι πλεῖστον νίτρον ἔχουσαι καὶ νομὸς Νιτριώτης. τιμᾶται δʼ ἐνταῦθα ὁ Σάραπις καὶ παρὰ μόνοις τούτοις θύεται ἐν Αἰγύπτῳ πρόβατον· πλησίον δὲ καὶ ἐνταῦθα πόλις Μενέλαος, ἐν ἀριστερᾷ δὲ ἐν τῷ Δέλτα ἐπὶ μὲν τῷ ποταμῷ Ναύκρατις, ἀπὸ δὲ τοῦ ποταμοῦ δίσχοινον διέχουσα ἡ Σάις καὶ μικρὸν ταύτης ὕπερθε τὸ τοῦ Ὀσίριδος ἄσυλον, ἐν ᾧ κεῖσθαι τὸν Ὄσιρίν φασιν. ἀμφισβητοῦσι δὲ τούτου πολλοί, καὶ μάλιστα οἱ τὰς Φιλὰς οἰκοῦντες τὰς ὑπὲρ Συήνης καὶ τῆς Ἐλεφαντίνης. μυθεύουσι γὰρ δὴ διότι ἡ Ἶσις κατὰ πολλοὺς τόπους κατὰ γῆς θείη σοροὺς τοῦ Ὀσίριδος (μία δὲ τούτων ἦν ἔχουσα τὸν Ὄσιριν ἀφανὴς πᾶσι), τοῦτο δὲ πράξειε λαθεῖν βουλομένη τὸν Τυφῶνα, μὴ ἐπελθὼν ἐκρίψειε τὸ σῶμα τῆς θήκης. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀπὸ μὲν δὴ τῆς Ἀλεξανδρείας ἐπὶ τὴν τοῦ Δέλτα κορυφὴν αὕτη ἡ περιήγησις. φησὶ δʼ ὁ Ἀρτεμίδωρος σχοίνων ὀκτὼ καὶ εἴκοσι τὸν ἀνάπλουν, τοῦτο δʼ εἶναι σταδίους ὀκτακοσίους τετταράκοντα, λογιζόμενος τριακονταστάδιον τὴν σχοῖνον· ἡμῖν μέντοι πλέουσιν ἄλλοτʼ ἄλλῳ μέτρῳ χρώμενοι τῶν σχοίνων ἀπεδίδοσαν τὰ διαστήματα, ὥστε καὶ τετταρακοντασταδίους καὶ ἔτι μείζους κατὰ τόπους ὁμολογεῖσθαι παρʼ αὐτῶν. καὶ διότι παρὰ τοῖς Αἰγυπτίοις ἄστατόν ἐστι τὸ τῆς σχοίνου μέτρον, αὐτὸς ὁ Ἀρτεμίδωρος ἐν τοῖς ἑξῆς δηλοῖ. ἀπὸ μὲν γὰρ Μέμφεως μέχρι Θηβαΐδος τὴν σχοῖνον ἑκάστην φησὶν εἶναι σταδίων ἑκατὸν εἴκοσιν, ἀπὸ δὲ τῆς Θηβαΐδος μέχρι Συήνης ἑξήκοντα, ἀπὸ δὲ Πηλουσίου πρὸς τὴν αὐτὴν ἀναπλέουσι κορυφὴν σχοίνους μὲν πέντε καὶ εἴκοσί φησι σταδίους δὲ ἑπτακοσίους πεντήκοντα, τῷ αὐτῷ μέτρῳ χρησάμενος. πρώτην δʼ ἐκ τοῦ Πηλουσίου προελθοῦσιν εἶναι διώρυγα τὴν πληροῦσαν τὰς κατὰ τὰ ἕλη καλουμένας λίμνας, αἳ δύο μέν εἰσιν, ἐν ἀριστερᾷ δὲ κεῖνται τοῦ μεγάλου ποταμοῦ ὑπὲρ τὸ Πηλούσιον ἐν τῇ Ἀραβίᾳ· καὶ ἄλλας δὲ λέγει λίμνας καὶ διώρυγας ἐν τοῖς αὐτοῖς μέρεσιν ἔξω τοῦ Δέλτα. ἔστι δὲ καὶ νομὸς Σεθρωίτης παρὰ τὴν ἑτέραν λίμνην· ἕνα δὲ τῶν δέκα τῶν ἐν τῷ Δέλτα διαριθμεῖται καὶ τοῦτον· εἰς δὲ τὰς αὐτὰς λίμνας συμβάλλουσι καὶ ἄλλαι δύο διώρυγες. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἄλλη δʼ ἐστὶν ἐκδιδοῦσα εἰς τὴν Ἐρυθρὰν καὶ τὸν Ἀράβιον κόλπον κατὰ πόλιν Ἀρσινόην ἣν ἔνιοι Κλεοπατρίδα καλοῦσι. διαρρεῖ δὲ καὶ διὰ τῶν πικρῶν καλουμένων λιμνῶν, αἳ πρότερον μὲν ἦσαν πικραί, τμηθείσης δὲ τῆς διώρυγος τῆς λεχθείσης μετεβάλοντο τῇ κράσει τοῦ ποταμοῦ, καὶ νῦν εἰσιν εὔοψοι, μεσταὶ δὲ καὶ τῶν λιμναίων ὀρνέων. ἐτμήθη δὲ ἡ διῶρυξ κατʼ ἀρχὰς μὲν ὑπὸ Σεσώστριος πρὸ τῶν Τρωικῶν, οἱ δὲ ὑπὸ τοῦ Ψαμμιτίχου παιδός, ἀρξαμένου μόνον, εἶτʼ ἐκλιπόντος τὸν βίον, ὕστερον δὲ ὑπὸ Δαρείου τοῦ πρώτου, διαδεξαμένου τὸ ἑξῆς ἔργον. καὶ οὗτος δὲ δόξῃ ψευδεῖ πεισθεὶς ἀφῆκε τὸ ἔργον περὶ συντέλειαν ἤδη· ἐπείσθη γὰρ μετεωροτέραν εἶναι τὴν Ἐρυθρὰν θάλατταν τῆς Αἰγύπτου καὶ εἰ διακοπείη πᾶς ὁ μεταξὺ ἰσθμός, ἐπικλυσθήσεσθαι τῇ θαλάττῃ τὴν Αἴγυπτον· οἱ μέντοι Πτολεμαϊκοὶ βασιλεῖς διακόψαντες κλειστὸν ἐποίησαν τὸν εὔριπον ὥστε ὅτε βούλοιντο ἐκπλεῖν ἀκωλύτως εἰς τὴν ἔξω θάλατταν καὶ εἰσπλεῖν πάλιν. εἴρηται δὲ καὶ περὶ τῆς τῶν ὑδάτων ἐπιφανείας καὶ ἐν τοῖς πρώτοις ὑπομνήμασι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πλησίον δὲ τῆς Ἀρσινόης καὶ ἡ τῶν Ἡρώων ἐστὶ πόλις καὶ ἡ Κλεοπατρὶς ἐν τῷ μυχῷ τοῦ Ἀραβίου κόλπου τῷ πρὸς Αἴγυπτον καὶ λιμένες καὶ κατοικίαι διώρυγές τε πλείους καὶ λίμναι πλησιάζουσαι τούτοις· ἐνταῦθα δʼ ἐστὶ καὶ ὁ Φαγρωριοπολίτης νομὸς καὶ πόλις Φαγρωριόπολις. ἡ δὲ ἀρχὴ τῆς διώρυγος τῆς ἐκδιδούσης εἰς τὴν Ἐρυθρὰν ἀπὸ κώμης ἄρχεται Φακούσης, ᾗ συνεχής ἐστι καὶ ἡ Φίλωνος κώμη· πλάτος δʼ ἔχει πηχῶν ἑκατὸν ἡ διῶρυξ, βάθος δʼ ὅσον ἀρκεῖν μυριοφόρῳ νηί· οὗτοι δʼ οἱ τόποι πλησιάζουσι τῇ κορυφῇ τοῦ Δέλτα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | αὐτοῦ δὲ καὶ ἡ Βούβαστος πόλις καὶ ὁ Βουβαστίτης νομὸς καὶ ὑπὲρ αὐτὸν ὁ Ἡλιοπολίτης νομός. ἐνταῦθα δʼ ἐστὶν ἡ τοῦ Ἡλίου πόλις ἐπὶ χώματος ἀξιολόγου κειμένη, τὸ ἱερὸν ἔχουσα τοῦ Ἡλίου καὶ τὸν βοῦν τὸν Μνεῦιν ἐν σηκῷ τινι τρεφόμενον, ὃς παρʼ αὐτοῖς νενόμισται θεός, ὥσπερ καὶ ἐν Μέμφει ὁ Ἆπις. πρόκεινται δὲ τοῦ χώματος λίμναι τὴν ἀνάχυσιν ἐκ τῆς πλησίον διώρυγος ἔχουσαι. νυνὶ μὲν οὖν ἐστι πανέρημος ἡ πόλις, τὸ ἱερὸν ἔχουσα τῷ Αἰγυπτίῳ τρόπῳ κατεσκευασμένον ἀρχαῖον, ἔχον πολλὰ τεκμήρια τῆς Καμβύσου μανίας καὶ ἱεροσυλίας, ὃς τὰ μὲν πυρὶ τὰ δὲ σιδήρῳ διελωβᾶτο τῶν ἱερῶν, ἀκρωτηριάζων καὶ περικαίων, καθάπερ καὶ τοὺς ὀβελίσκους, ὧν δύο καὶ εἰς Ῥώμην ἐκομίσθησαν οἱ μὴ κεκακωμένοι τελέως, ἄλλοι δʼ εἰσὶ κἀκεῖ καὶ ἐν Θήβαις, τῇ νῦν Διοσπόλει, οἱ μὲν ἑστῶτες ἀκμὴν πυρίβρωτοι οἱ δὲ καὶ κείμενοι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τῆς δὲ κατασκευῆς τῶν ἱερῶν ἡ διάθεσις τοιαύτη· κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸ τέμενος λιθόστρωτόν ἐστιν ἔδαφος, πλάτος μὲν ὅσον πλεθριαῖον ἢ καὶ ἔλαττον, μῆκος δὲ καὶ τριπλάσιον καὶ τετραπλάσιον, ἔστιν ὅπου καὶ μεῖζον· καλεῖται δὲ τοῦτο δρόμος, καθάπερ Καλλίμαχος εἴρηκεν ὁ δρόμος ἱερὸς οὗτος Ἀνούβιδος. διὰ δὲ τοῦ μήκους παντὸς ἑξῆς ἐφʼ ἑκάτερα τοῦ πλάτους σφίγγες ἵδρυνται λίθιναι, πήχεις εἴκοσιν ἢ μικρῷ πλείους ἀπʼ ἀλλήλων διέχουσαι, ὥσθʼ ἕνα μὲν ἐκ δεξιῶν εἶναι στίχον τῶν σφιγγῶν ἕνα δʼ ἐξ εὐωνύμων· μετὰ δὲ τὰς σφίγγας πρόπυλον μέγα, εἶτʼ ἄλλο προελθόντι πρόπυλον, εἶτʼ ἄλλο· οὐκ ἔστι δὲ διωρισμένος ἀριθμὸς οὔτε τῶν προπύλων οὔτε τῶν σφιγγῶν· ἄλλα δʼ ἐν ἄλλοις ἱεροῖς, ὥσπερ καὶ τὰ μήκη καὶ τὰ πλάτη τῶν δρόμων. μετὰ δὲ τὰ προπύλαια ὁ νεὼς πρόναον ἔχων μέγα καὶ ἀξιόλογον, τὸν δὲ σηκὸν σύμμετρον, ξόανον δʼ οὐδέν, ἢ οὐκ ἀνθρωπόμορφον, ἀλλὰ τῶν ἀλόγων ζῴων τινός· τοῦ δὲ προνάου παρʼ ἑκάτερον πρόκειται τὰ λεγόμενα πτερά· ἔστι δὲ ταῦτα ἰσοϋψῆ τῷ νεῷ τείχη δύο, κατʼ ἀρχὰς μὲν ἀφεστῶτα ἀπʼ ἀλλήλων μικρὸν πλέον ἢ τὸ πλάτος ἐστὶ τῆς κρηπῖδος τοῦ νεώ, ἔπειτʼ εἰς τὸ πρόσθεν προϊόντι κατʼ ἐπινευούσας γραμμὰς μέχρι πηχῶν πεντήκοντα ἢ ἑξήκοντα· ἀναγλυφὰς δʼ ἔχουσιν οἱ τοῖχοι οὗτοι μεγάλων εἰδώλων, ὁμοίων τοῖς Τυρρηνικοῖς καὶ τοῖς ἀρχαίοις σφόδρα τῶν παρὰ τοῖς Ἕλλησι δημιουργημάτων. ἔστι δέ τις καὶ πολύστυλος οἶκος, καθάπερ ἐν Μέμφει, βαρβαρικὴν ἔχων τὴν κατασκευήν· πλὴν γὰρ τοῦ * μεγάλων εἶναι καὶ πολλῶν καὶ πολυστίχων τῶν στύλων οὐδὲν ἔχει χαρίεν οὐδὲ γραφικόν, ἀλλὰ ματαιοπονίαν ἐμφαίνει μᾶλλον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δὲ τῇ Ἡλίου πόλει καὶ οἴκους εἴδομεν μεγάλους ἐν οἷς διέτριβον οἱ ἱερεῖς· μάλιστα γὰρ δὴ ταύτην κατοικίαν ἱερέων γεγονέναι φασὶ τὸ παλαιὸν φιλοσόφων ἀνδρῶν καὶ ἀστρονομικῶν· ἐκλέλοιπε δὲ καὶ τοῦτο νυνὶ τὸ σύστημα καὶ ἡ ἄσκησις. ἐκεῖ μὲν οὖν οὐδεὶς ἡμῖν ἐδείκνυτο τῆς τοιαύτης ἀσκήσεως προεστώς, ἀλλʼ οἱ ἱεροποιοὶ μόνον καὶ ἐξηγηταὶ τοῖς ξένοις τῶν περὶ τὰ ἱερά. παρηκολούθει δέ τις ἐξ Ἀλεξανδρείας ἀναπλέοντι εἰς τὴν Αἴγυπτον Αἰλίῳ Γάλλῳ τῷ ἡγεμόνι Χαιρήμων τοὔνομα, προσποιούμενος τοιαύτην τινὰ ἐπιστήμην, γελώμενος δὲ τὸ πλέον ὡς ἀλαζὼν καὶ ἰδιώτης· ἐκεῖ δʼ οὖν ἐδείκνυντο οἵ τε τῶν ἱερέων οἶκοι καὶ Πλάτωνος καὶ Εὐδόξου διατριβαί. συνανέβη γὰρ δὴ τῷ Πλάτωνι ὁ Εὔδοξος δεῦρο, καὶ συνδιέτριψαν τοῖς ἱερεῦσιν ἐνταῦθα ἐκεῖνοι τρισκαίδεκα ἔτη, ὡς εἴρηταί τισι· περιττοὺς γὰρ ὄντας κατὰ τὴν ἐπιστήμην τῶν οὐρανίων, μυστικοὺς δὲ καὶ δυσμεταδότους, τῷ χρόνῳ καὶ ταῖς θεραπείαις ἐξελιπάρησαν ὥστε τινὰ τῶν θεωρημάτων ἱστορῆσαι· τὰ πολλὰ δὲ ἀπεκρύψαντο οἱ βάρβαροι. οὗτοι δὲ τὰ ἐπιτρέχοντα τῆς ἡμέρας καὶ τῆς νυκτὸς μόρια ταῖς τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις εἰς τὴν ἐκπλήρωσιν τοῦ ἐνιαυσίου χρόνου παρέδοσαν· ἀλλʼ ἠγνοεῖτο τέως ὁ ἐνιαυτὸς παρὰ τοῖς Ἕλλησιν ὡς καὶ ἄλλα πλείω, ἕως οἱ νεώτεροι ἀστρολόγοι παρέλαβον παρὰ τῶν μεθερμηνευσάντων εἰς τὸ Ἑλληνικὸν τὰ τῶν ἱερέων ὑπομνήματα· καὶ ἔτι νῦν παραλαμβάνουσι τὰ ἀπʼ ἐκείνων, ὁμοίως καὶ τὰ τῶν Χαλδαίων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐντεῦθεν δὴ ὁ Νεῖλός ἐστιν ὁ ὑπὲρ τοῦ Δέλτα· τούτου δὴ τὰ μὲν δεξιὰ καλοῦσι Λιβύην ἀναπλέοντι, ὥσπερ καὶ τὰ περὶ τὴν Ἀλεξάνδρειαν καὶ τὴν Μαρεῶτιν, τὰ δʼ ἐν ἀριστερᾷ Ἀραβίαν. ἡ μὲν οὖν Ἡλίου πόλις ἐν τῇ Ἀραβίᾳ ἐστίν, ἐν δὲ τῇ Λιβύῃ Κερκέσουρα πόλις κατὰ τὰς Εὐδόξου κειμένη σκοπάς· δείκνυται γὰρ σκοπή τις πρὸ τῆς Ἡλίου πόλεως, καθάπερ καὶ πρὸ τῆς Κνίδου, πρὸς ἣν ἐσημειοῦτο ἐκεῖνος τῶν οὐρανίων τινὰς κινήσεις· ὁ δὲ νομὸς Λητοπολίτης οὗτος. ἀναπλεύσαντι δʼ ἐστὶ Βαβυλών, φρούριον ἐρυμνόν, ἀποστάντων ἐνταῦθα Βαβυλωνίων τινῶν, εἶτα διαπραξαμένων ἐνταῦθα κατοικίαν παρὰ τῶν βασιλέων· νυνὶ δʼ ἐστὶ στρατόπεδον ἑνὸς τῶν τριῶν ταγμάτων τῶν φρουρούντων τὴν Αἴγυπτον· ῥάχις δʼ ἐστὶν ἀπὸ τοῦ στρατοπέδου καὶ μέχρι Νείλου καθήκουσα, διʼ ἧς ἀπὸ τοῦ ποταμοῦ τροχοὶ καὶ κοχλίαι τὸ ὕδωρ ἀνάγουσιν, ἀνδρῶν ἑκατὸν πεντήκοντα ἐργαζομένων δεσμίων· ἀφορῶνται δʼ ἐνθένδε τηλαυγῶς αἱ πυραμίδες ἐν τῇ περαίᾳ ἐν Μέμφει καὶ εἰσὶ πλησίον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐγγὺς δὲ καὶ ἡ Μέμφις αὐτὴ τὸ βασίλειον τῶν Αἰγυπτίων· ἔστι γὰρ ἀπὸ τοῦ Δέλτα τρίσχοινον εἰς αὐτήν· ἔχει δὲ ἱερά, τό τε τοῦ Ἄπιδος ὅς ἐστιν ὁ αὐτὸς καὶ Ὄσιρις, ὅπου ὁ βοῦς ὁ Ἆπις ἐν σηκῷ τινι τρέφεται, θεὸς ὡς ἔφην νομιζόμενος, διάλευκος τὸ μέτωπον καὶ ἄλλα τινὰ μικρὰ τοῦ σώματος, τἆλλα δὲ μέλας· οἷς σημείοις ἀεὶ κρίνουσι τὸν ἐπιτήδειον εἰς τὴν διαδοχήν, ἀπογενομένου τοῦ τὴν τιμὴν ἔχοντος. ἔστι δʼ αὐλὴ προκειμένη τοῦ σηκοῦ, ἐν ᾗ καὶ ἄλλος σηκὸς τῆς μητρὸς τοῦ βοός· εἰς ταύτην δὲ τὴν αὐλὴν ἐξαφιᾶσι τὸν Ἆπιν καθʼ ὥραν τινὰ καὶ μάλιστα πρὸς ἐπίδειξιν τοῖς ξένοις· ὁρῶσι μὲν γὰρ καὶ διὰ θυρίδος ἐν τῷ σηκῷ, βούλονται δὲ καὶ ἔξω· ἀποσκιρτήσαντα δʼ ἐν αὐτῇ μικρὰ ἀναλαμβάνουσι πάλιν εἰς τὴν οἰκείαν στάσιν. τό τε δὴ τοῦ Ἄπιδός ἐστιν ἱερὸν παρακείμενον τῷ Ἡφαιστείῳ καὶ αὐτὸ τὸ Ἡφαίστειον πολυτελῶς κατεσκευασμένον ναοῦ τε μεγέθει καὶ τοῖς ἄλλοις. πρόκειται δʼ ἐν τῷ δρόμῳ καὶ μονόλιθος κολοσσός· ἔθος δʼ ἐστὶν ἐν τῷ δρόμῳ τούτῳ ταύρων ἀγῶνας συντελεῖσθαι πρὸς ἀλλήλους, οὓς ἐπίτηδες τρέφουσί τινες, ὥσπερ οἱ ἱπποτρόφοι· συμβάλλουσι γὰρ εἰς μάχην ἀφέντες, ὁ δὲ κρείττων νομισθεὶς ἄθλου τυγχάνει. ἔστι δʼ ἐν Μέμφει καὶ Ἀφροδίτης ἱερόν, θεᾶς Ἑλληνίδος νομιζομένης· τινὲς δὲ Σελήνης ἱερὸν εἶναί φασιν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δὲ καὶ Σαράπειον ἐν ἀμμώδει τόπῳ σφόδρα ὥσθʼ ὑπʼ ἀνέμων θῖνας ἄμμων σωρεύεσθαι, ὑφʼ ὧν αἱ σφίγγες αἱ μὲν καὶ μέχρι κεφαλῆς ἑωρῶντο ὑφʼ ἡμῶν κατακεχωσμέναι αἱ δʼ ἡμιφανεῖς· ἐξ ὧν εἰκάζειν παρῆν τὸν κίνδυνον, εἰ τῷ βαδίζοντι πρὸς τὸ ἱερὸν λαῖλαψ ἐπιπέσοι. πόλις δʼ ἐστὶ μεγάλη τε καὶ εὔανδρος, δευτέρα μετὰ Ἀλεξάνδρειαν, μιγάδων ἀνδρῶν, καθάπερ καὶ τῶν ἐκεῖ συνῳκισμένων· πρόκεινται δὲ καὶ λίμναι τῆς πόλεως καὶ τῶν βασιλείων, ἃ νῦν μὲν κατέσπασται καί ἐστιν ἔρημα· ἵδρυται δʼ ἐφʼ ὕψους καθήκοντα μέχρι τοῦ κάτω τῆς πόλεως ἐδάφους· συνάπτει δʼ ἄλσος αὐτῷ καὶ λίμνη. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τετταράκοντα δʼ ἀπὸ τῆς πόλεως σταδίους προελθόντι ὀρεινή τις ὀφρύς ἐστιν, ἐφʼ ᾗ πολλαὶ μέν εἰσι πυραμίδες, τάφοι τῶν βασιλέων, τρεῖς δʼ ἀξιόλογοι· τὰς δὲ δύο τούτων καὶ ἐν τοῖς ἑπτὰ θεάμασι καταριθμοῦνται· εἰσὶ γὰρ σταδιαῖαι τὸ ὕψος, τετράγωνοι τῷ σχήματι, τῆς πλευρᾶς ἑκάστης μικρῷ μεῖζον τὸ ὕψος ἔχουσαι· μικρῷ δὲ καὶ ἡ ἑτέρα τῆς ἑτέρας ἐστὶ μείζων· ἔχει δʼ ἐν ὕψει μέσως πως μιᾶς τῶν πλευρῶν λίθον ἐξαιρέσιμον· ἀρθέντος δὲ σῦρίγξ ἐστι σκολιὰ μέχρι τῆς θήκης· αὗται μὲν οὖν ἐγγὺς ἀλλήλων ἐπὶ τῷ αὐτῷ ἐπιπέδῳ, ἀπωτέρω δʼ ἐστὶν ἐν ὕψει μείζονι τῆς ὀρεινῆς ἡ τρίτη πολὺ ἐλάττων τῶν δυεῖν, πολὺ δὲ μείζονος δαπάνης κατεσκευασμένη· ἀπὸ γὰρ θεμελίων μέχρι μέσου σχεδόν τι μέλανος λίθου ἐστίν, ἐξ οὗ καὶ τὰς θυΐας κατασκευάζουσι, κομίζοντες πόρρωθεν· ἀπὸ γὰρ τῶν τῆς Αἰθιοπίας ὀρῶν· καὶ τῷ σκληρὸς εἶναι καὶ δυσκατέργαστος πολυτελῆ τὴν πραγματείαν παρέσχε· λέγεται δὲ τῆς ἑταίρας τάφος γεγονὼς ὑπὸ τῶν ἐραστῶν, ἣν Σαπφὼ μὲν ἡ τῶν μελῶν ποιήτρια καλεῖ Δωρίχαν, ἐρωμένην τοῦ ἀδελφοῦ αὐτῆς Χαράξου γεγονυῖαν, οἶνον κατάγοντος εἰς Ναύκρατιν Λέσβιον κατʼ ἐμπορίαν, ἄλλοι δʼ ὀνομάζουσι Ῥοδῶπιν· μυθεύουσι δʼ ὅτι λουομένης αὐτῆς ἓν τῶν ὑποδημάτων αὐτῆς ἁρπάσας ἀετὸς παρὰ τῆς θεραπαίνης κομίσειεν εἰς Μέμφιν καὶ τοῦ βασιλέως δικαιοδοτοῦντος ὑπαιθρίου, γενόμενος κατὰ κορυφὴν αὐτοῦ ῥίψειε τὸ ὑπόδημα εἰς τὸν κόλπον· ὁ δὲ καὶ τῷ ῥυθμῷ τοῦ ὑποδήματος καὶ τῷ παραδόξῳ κινηθεὶς περιπέμψειεν εἰς τὴν χώραν κατὰ ζήτησιν τῆς φορούσης ἀνθρώπου τοῦτο, εὑρεθεῖσα δʼ ἐν τῇ πόλει τῶν Ναυκρατιτῶν ἀναχθείη καὶ γένοιτο γυνὴ τοῦ βασιλέως, τελευτήσασα δὲ τοῦ λεχθέντος τύχοι τάφου. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔̀εν δέ τι τῶν ὁραθέντων ὑφʼ ἡμῶν ἐν ταῖς πυραμίσι παραδόξων οὐκ ἄξιον παραλιπεῖν. ἐκ γὰρ τῆς λατύπης σωροί τινες πρὸ τῶν πυραμίδων κεῖνται· ἐν τούτοις δʼ εὑρίσκεται ψήγματα καὶ τύπῳ καὶ μεγέθει φακοειδῆ· ἐνίοις δὲ καὶ ὡς ἂν πτίσμα οἷον ἡμιλεπίστων ὑποτρέχει· φασὶ δʼ ἀπολιθωθῆναι λείψανα τῆς τῶν ἐργαζομένων τροφῆς· οὐκ ἀπέοικε δέ· καὶ γὰρ οἴκοι παρʼ ἡμῖν λόφος ἐστὶν ἐν πεδίῳ παραμήκης, οὗτος δʼ ἐστὶ μεστὸς ψήφων φακοειδῶν λίθου πωρείας· καὶ αἱ θαλάττιαι δὲ καὶ αἱ ποτάμιαι ψῆφοι σχεδόν τι τὴν αὐτὴν ἀπορίαν ὑπογράφουσιν· ἀλλʼ αὗται μὲν ἐν τῇ κινήσει τῇ διὰ τοῦ ῥεύματος εὑρεσιλογίαν τινὰ ἔχουσιν, ἐκεῖ δʼ ἀπορωτέρα ἡ σκέψις. εἴρηται δʼ ἐν ἄλλοις καὶ διότι περὶ τὸ μέταλλον τῶν λίθων, ἐξ ὧν αἱ πυραμίδες γεγόνασιν, ἐν ὄψει ταῖς πυραμίσιν ὂν πέραν ἐν τῇ Ἀραβίᾳ, Τρωικόν τι καλεῖται πετρῶδες ἱκανῶς ὄρος καὶ σπήλαια ὑπʼ αὐτῷ καὶ κώμη πλησίον καὶ τούτοις καὶ τῷ ποταμῷ, Τροία καλουμένη, κατοικία παλαιὰ τῶν Μενελάῳ συγκατακολουθησάντων αἰχμαλώτων Τρώων, καταμεινάντων δʼ αὐτόθι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ Μέμφιν Ἄκανθος πόλις ὁμοίως ἐν τῇ Λιβύῃ καὶ τὸ τοῦ Ὀσίριδος ἱερὸν καὶ τὸ τῆς ἀκάνθης ἄλσος τῆς Θηβαϊκῆς ἐξ ἧς τὸ κόμμι. εἶθʼ ὁ Ἀφροδιτοπολίτης νομὸς καὶ ἡ ὁμώνυμος πόλις ἐν τῇ Ἀραβίᾳ, ἐν ᾗ λευκὴ βοῦς ἱερὰ τρέφεται. εἶθʼ ὁ Ἡρακλεώτης νομὸς ἐν νήσῳ μεγάλῃ, καθʼ ἣν ἡ διῶρύξ ἐστιν ἐν δεξιᾷ εἰς τὴν Λιβύην ἐπὶ τὸν Ἀρσινοΐτην νομόν, ὥστε καὶ δίστομον εἶναι τὴν διώρυγα, μεταξὺ μέρους τινὸς τῆς νήσου παρεμπίπτοντος. ἔστι δʼ ὁ νομὸς οὗτος ἀξιολογώτατος τῶν ἁπάντων κατά τε τὴν ὄψιν καὶ τὴν ἀρετὴν καὶ τὴν κατασκευήν· ἐλαιόφυτός τε γὰρ μόνος ἐστὶ μεγάλοις καὶ τελείοις δένδρεσι καὶ καλλικάρποις, εἰ δὲ συγκομίζοι καλῶς τις, καὶ εὐέλαιος· ὀλιγωροῦντες δὲ τούτου πολὺ μὲν ποιοῦσιν ἔλαιον, μοχθηρὸν δὲ κατὰ τὴν ὀδμήν· ἡ δʼ ἄλλη Αἴγυπτος ἀνέλαιός ἐστι πλὴν τῶν κατʼ Ἀλεξάνδρειαν κήπων, οἳ μέχρι τοῦ ἐλαίαν χορηγεῖν ἱκανοί εἰσιν, ἔλαιον δʼ οὐχ ὑπουργοῦσιν· οἶνόν τε οὐκ ὀλίγον ἐκφέρει σῖτόν τε καὶ ὄσπρια καὶ τὰ ἄλλα σπέρματα πάμπολλα. θαυμαστὴν δὲ καὶ τὴν λίμνην ἔχει τὴν Μοίριδος καλουμένην, πελαγίαν τῷ μεγέθει καὶ τῇ χρόᾳ θαλαττοειδῆ· καὶ τοὺς αἰγιαλοὺς δὲ ἔστιν ὁρᾶν ἐοικότας τοῖς θαλαττίοις, ὡς ὑπονοεῖν τὰ αὐτὰ περὶ τῶν κατὰ Ἄμμωνα τόπων καὶ τούτων (καὶ γὰρ οὐδὲ πάμπολυ ἀφεστᾶσιν ἀλλήλων καὶ τοῦ Παραιτονίου) μὴ ὥσπερ τὸ ἱερὸν ἐκεῖνο εἰκάζειν ἔστι πρότερον ἐπὶ τῇ θαλάττῃ ἱδρῦσθαι διὰ τὸ πλῆθος τῶν τεκμηρίων, καὶ ταῦθʼ ὁμοίως τὰ χωρία πρότερον ἐπὶ τῇ θαλάττῃ ὑπῆρχεν, ἡ δὲ κάτω Αἴγυπτος καὶ τὰ μέχρι τῆς λίμνης τῆς Σιρβωνίτιδος πέλαγος ἦν, σύρρουν τυχὸν ἴσως τῇ Ἐρυθρᾷ τῇ κατὰ Ἡρώων πόλιν καὶ τὸν Αἰλανίτην μυχόν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | εἴρηται δὲ περὶ τούτων διὰ πλειόνων ἐν τῷ πρώτῳ ὑπομνήματι τῆς γεωγραφίας, καὶ νῦν δʼ ἐπὶ τοσοῦτον ὑπομνηστέον τὸ τῆς φύσεως ἅμα καὶ τὸ τῆς προνοίας ἔργον εἰς ἓν συμφέροντας· τὸ μὲν τῆς φύσεως, ὅτι τῶν πάντων ὑφʼ ἓν συννευόντων τὸ τοῦ ὅλου μέσον καὶ σφαιρουμένων περὶ τοῦτο, τὸ μὲν πυκνότατον καὶ μεσαίτατόν ἐστιν ἡ γῆ, τὸ δʼ ἧττον τοιοῦτον καὶ ἐφεξῆς τὸ ὕδωρ, ἑκάτερον δὲ σφαῖρα, ἡ μὲν στερεά, ἡ δὲ κοίλη ἐντὸς ἔχουσα τὴν γῆν· τὸ δὲ τῆς προνοίας, ὅτι βεβούληται καὶ αὐτὴ ποικίλτριά τις οὖσα καὶ μυρίων ἔργων δημιουργὸς ἐν τοῖς πρώτοις ζῷα γεννᾶν ὡς πολὺ διαφέροντα τῶν ἄλλων καὶ τούτων τὰ κράτιστα θεούς τε καὶ ἀνθρώπους, ὧν ἕνεκεν καὶ τὰ ἄλλα συνέστηκε. τοῖς μὲν οὖν θεοῖς ἀπέδειξε τὸν οὐρανὸν τοῖς δʼ ἀνθρώποις τὴν γῆν, τὰ ἄκρα τῶν τοῦ κόσμου μερῶν· ἄκρα δὲ τῆς σφαίρας τὸ μέσον καὶ τὸ ἐξωτάτω. ἀλλʼ ἐπειδὴ τῇ γῇ περίκειται τὸ ὕδωρ, οὐκ ἔστι δʼ ἔνυδρον ζῷον ὁ ἄνθρωπος, ἀλλὰ χερσαῖον καὶ ἐναέριον καὶ πολλοῦ κοινωνικὸν φωτός, ἐποίησεν ἐξοχὰς ἐν τῇ γῇ πολλὰς καὶ εἰσοχάς, ὥστʼ ἐν αἷς μὲν ἀπολαμβάνεσθαι τὸ σύμπαν ἢ καὶ τὸ πλέον ὕδωρ ἀποκρύπτον τὴν ὑπʼ αὐτῷ γῆν, ἐν αἷς δʼ ἐξέχειν τὴν γῆν ἀποκρύπτουσαν ὑφʼ ἑαυτῇ τὸ ὕδωρ, πλὴν ὅσον χρήσιμον τῷ ἀνθρωπείῳ γένει καὶ τοῖς περὶ αὐτὸ ζῴοις καὶ φυτοῖς. ἐπεὶ δʼ ἐν κινήσει συνεχεῖ τὰ σύμπαντα καὶ μεταβολαῖς μεγάλαις (οὐ γὰρ οἷόν τε ἄλλως τὰ τοιαῦτα καὶ τοσαῦτα καὶ τηλικαῦτα ἐν τῷ κόσμῳ διοικεῖσθαι), ὑποληπτέον μήτε τὴν γῆν ἀεὶ συμμένειν οὕτως ὥστʼ ἀεὶ τηλικαύτην εἶναι μηδὲν προστιθεῖσαν ἑαυτῇ μηδʼ ἀφαιροῦσαν, μήτε τὸ ὕδωρ, μηδὲ τὴν ἕδραν ἔχειν τὴν αὐτὴν ἑκάτερον, καὶ ταῦτα εἰς ἄλληλα φυσικωτάτης οὔσης καὶ ἐγγυτάτω τῆς μεταπτώσεως, ἀλλὰ καὶ τῆς γῆς πολλὴν εἰς ὕδωρ μεταβάλλειν, καὶ τῶν ὑδάτων πολλὰ χερσοῦσθαι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐν τῇ γῇ, καθʼ ἣν αὐτὴν τοσαῦται διαφοραί· ἡ μὲν γὰρ εὔθρυπτος ἡ δὲ στερεὰ καὶ πετρώδης καὶ σιδηρῖτις καὶ οὕτως ἐπὶ τῶν ἄλλων. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὑγρᾶς οὐσίας, ἡ μὲν ἁλμυρὶς ἡ δὲ γλυκεῖα καὶ πότιμος, ἡ δὲ φαρμακώδης καὶ σωτήριος καὶ ὀλέθριος καὶ ψυχρὰ καὶ θερμή. τί οὖν θαυμαστὸν εἴ τινα μέρη τῆς γῆς ἃ νῦν οἰκεῖται θαλάττῃ πρότερον κατείχετο, τὰ δὲ νῦν πελάγη πρότερον ᾠκεῖτο; καθάπερ καὶ πηγὰς τὰς πρότερον ἐκλιπεῖν συνέβη, τὰς δʼ ἀνεῖσθαι, καὶ ποταμοὺς καὶ λίμνας, οὕτω δὲ καὶ ὄρη καὶ πεδία εἰς ἄλληλα μεταπίπτειν· περὶ ὧν καὶ πρότερον εἰρήκαμεν πολλὰ καὶ νῦν εἰρήσθω. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔η δʼ οὖν Μοίριδος λίμνη διὰ τὸ μέγεθος καὶ τὸ βάθος ἱκανή ἐστι κατὰ τὰς ἀναβάσεις τὴν πλημμυρίδα φέρειν καὶ μὴ ὑπερπολάζειν εἰς τὰ οἰκούμενα καὶ πεφυτευμένα, εἶτα ἐν τῇ ἀποβάσει τὸ πλεονάζον ἀποδοῦσα τῇ αὐτῇ διώρυγι κατὰ θάτερον τῶν στομάτων ἔχειν ὑπολειπόμενον τὸ χρήσιμον πρὸς τὰς ἐποχετείας καὶ αὐτὴ καὶ ἡ διῶρυξ. ταῦτα μὲν φυσικά, ἐπίκειται δὲ τοῖς στόμασιν ἀμφοτέροις τῆς διώρυγος κλεῖθρα οἷς ταμιεύουσιν οἱ ἀρχιτέκτονες τό τε εἰσρέον ὕδωρ καὶ τὸ ἐκρέον. πρὸς δὲ τούτοις ἡ τοῦ λαβυρίνθου κατασκευὴ πάρισον ταῖς πυραμίσιν ἐστὶν ἔργον καὶ ὁ παρακείμενος τάφος τοῦ κατασκευάσαντος βασιλέως τὸν λαβύρινθον. ἔστι δὲ κατὰ τὸν πρῶτον εἴσπλουν τὸν εἰς τὴν διώρυγα προελθόντι ὅσον τριάκοντα ἢ τετταράκοντα σταδίους ἐπίπεδόν τι τραπεζῶδες χωρίον, ἔχον κώμην τε καὶ βασίλειον μέγα ἐκ πολλῶν βασιλείων, ὅσοι πρότερον ἦσαν νομοί· τοσαῦται γάρ εἰσιν αὐλαὶ περίστυλοι συνεχεῖς ἀλλήλαις ἐφʼ ἕνα στίχον πᾶσαι καὶ ἐφʼ ἑνὸς τοίχου ὡς ἂν τείχους μακροῦ προκειμένας ἔχοντος τὰς αὐλάς· αἱ δʼ εἰς αὐτὰς ὁδοὶ καταντικρὺ τοῦ τείχους εἰσί· πρόκεινται δὲ τῶν εἰσόδων κρυπταί τινες μακραὶ καὶ πολλαί, διʼ ἀλλήλων ἔχουσαι σκολιὰς τὰς ὁδοὺς ὥστε χωρὶς ἡγεμόνος μηδενὶ τῶν ξένων εἶναι δυνατὴν τὴν εἰς ἑκάστην αὐλὴν πάροδόν τε καὶ ἔξοδον. τὸ δὲ θαυμαστόν, ὅτι αἱ στέγαι τῶν οἴκων ἑκάστου μονόλιθοι, καὶ τῶν κρυπτῶν τὰ πλάτη μονολίθοις ὡσαύτως ἐστέγασται πλαξὶν ὑπερβαλλούσαις τὸ μέγεθος, ξύλων οὐδαμοῦ καταμεμιγμένων οὐδʼ ἄλλης ὕλης οὐδεμιᾶς· ἀναβάντα τε ἐπὶ τὸ στέγος οὐ μεγάλῳ ὕψει ἅτε μονοστέγῳ ἔστιν ἰδεῖν πεδίον λίθινον ἐκ τηλικούτων λίθων, ἐντεῦθεν δὲ πάλιν εἰς τὰς αὐλὰς ἐκπίπτοντα ἑξῆς ὁρᾶν κειμένας ὑπὸ μονολίθων κιόνων ὑπηρεισμένας ἑπτὰ καὶ εἴκοσι· καὶ οἱ τοῖχοι δὲ οὐκ ἐξ ἐλαττόνων τῷ μεγέθει λίθων σύγκεινται. ἐπὶ τέλει δὲ τῆς οἰκοδομίας ταύτης πλέον ἢ στάδιον ἐπεχούσης ὁ τάφος ἐστί, πυραμὶς τετράγωνος, ἑκάστην τετράπλεθρον πως ἔχουσα τὴν πλευρὰν καὶ τὸ ἴσον ὕψος· Ἰμάνδης δʼ ὄνομα ὁ ταφείς. πεποιῆσθαι δέ φασι τὰς αὐλὰς τοσαύτας, ὅτι τοὺς νομοὺς ἔθος ἦν ἐκεῖσε συνέρχεσθαι πάντας ἀριστίνδην μετὰ τῶν οἰκείων ἱερέων καὶ ἱερειῶν, θυσίας τεpost τε· καὶ θεοδοσίας καὶ δικαιοδοσίας περὶ τῶν μεγίστων χάριν· κατήγετο δὲ τῶν νομῶν ἕκαστος εἰς τὴν ἀποδειχθεῖσαν αὐλὴν αὐτῷ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | παραπλεύσαντι δὲ ταῦτα ἐφʼ ἑκατὸν σταδίους πόλις ἐστὶν Ἀρσινόη· κροκοδείλων δὲ πόλις ἐκαλεῖτο πρότερον, σφόδρα γὰρ ἐν τῷ νομῷ τούτῳ τιμῶσι τὸν κροκόδειλον, καὶ ἔστιν ἱερὸς παρʼ αὐτοῖς ἐν λίμνῃ καθʼ αὑτὸν τρεφόμενος, χειροήθης τοῖς ἱερεῦσι· καλεῖται δὲ Σοῦχος· τρέφεται δὲ σιτίοις καὶ κρέασι καὶ οἴνῳ, προσφερόντων ἀεὶ τῶν ξένων τῶν ἐπὶ τὴν θέαν ἀφικνουμένων. ὁ γοῦν ἡμέτερος ξένος, ἀνὴρ τῶν ἐντίμων, αὐτόθι μυσταγωγῶν ἡμᾶς, συνῆλθεν ἐπὶ τὴν λίμνην, κομίζων ἀπὸ τοῦ δείπνου πλακουντάριόν τι καὶ κρέας ὀπτὸν καὶ προχοίδιόν τι μελικράτου· εὕρομεν δὲ ἐπὶ τῷ χείλει κείμενον τὸ θηρίον· προσιόντες δὲ οἱ ἱερεῖς οἱ μὲν διέστησαν αὐτοῦ τὸ στόμα, ὁ δὲ ἐνέθηκε τὸ πέμμα καὶ πάλιν τὸ κρέας, εἶτα τὸ μελίκρατον κατήρασε· καθαλόμενος δὲ εἰς τὴν λίμνην διῇξεν εἰς τὸ πέραν· ἐπελθόντος δὲ καὶ ἄλλου τῶν ξένων κομίζοντος ὁμοίως ἀπαρχήν, λαβόντες περιῆλθον δρόμῳ καὶ καταλαβόντες προσήνεγκαν ὁμοίως τὰ προσενεχθέντα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὸν Ἀρσινοΐτην καὶ τὸν Ἡρακλεωτικὸν νομὸν Ἡρακλέους πόλις, ἐν ᾗ ὁ ἰχνεύμων τιμᾶται ὑπεναντίως τοῖς Ἀρσινοΐταις· οἱ μὲν γὰρ τοὺς κροκοδείλους τιμῶσι, καὶ διὰ τοῦτο ἥ τε διῶρυξ αὐτῶν ἐστι μεστὴ τῶν κροκοδείλων καὶ ἡ τοῦ Μοίριδος λίμνη· σέβονται γὰρ καὶ ἀπέχονται αὐτῶν· οἱ δὲ τοὺς ἰχνεύμονας τοὺς ὀλεθριωτάτους τοῖς κροκοδείλοις, καθάπερ καὶ ταῖς ἀσπίσι· καὶ γὰρ τὰ ὠὰ διαφθείρουσιν αὐτῶν καὶ αὐτὰ τὰ θηρία, τῷ πηλῷ θωρακισθέντες· κυλισθέντες γὰρ ἐν αὐτῷ ξηραίνονται πρὸς τὸν ἥλιον, εἶτα τὰς ἀσπίδας μὲν ἢ τῆς κεφαλῆς ἢ τῆς οὐρᾶς λαβόμενοι κατασπῶσιν εἰς τὸν ποταμὸν καὶ διαφθείρουσι· τοὺς δὲ κροκοδείλους ἐνεδρεύσαντες, ἡνίκʼ ἂν ἡλιάζωνται κεχηνότες, ἐμπίπτουσιν εἰς τὰ χάσματα καὶ διαφαγόντες τὰ σπλάγχνα καὶ τὰς γαστέρας ἐκδύνουσιν ἐκ νεκρῶν τῶν σωμάτων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔εξῆς δʼ ἐστὶν ὁ Κυνοπολίτης νομὸς καὶ Κυνῶν πόλις, ἐν ᾗ ὁ Ἄνουβις τιμᾶται καὶ τοῖς κυσὶ τιμὴ καὶ σίτισις τέτακταί τις ἱερά. ἐν δὲ τῇ περαίᾳ Ὀξύρυγχος πόλις καὶ νομὸς ὁμώνυμος· τιμῶσι δὲ τὸν ὀξύρυγχον καὶ ἔστιν αὐτοῖς ἱερὸν ὀξυρύγχου, καίτοι καὶ τῶν ἄλλων Αἰγυπτίων κοινῇ τιμώντων τὸν ὀξύρυγχον. τινὰ μὲν γὰρ τῶν ζῴων ἅπαντες κοινῇ τιμῶσιν Αἰγύπτιοι, καθάπερ τῶν μὲν πεζῶν τρία, βοῦν κύνα αἴλουρον, τῶν δὲ πτηνῶν δύο, ἱέρακα καὶ ἶβιν, τῶν δʼ ἐνύδρων δύο, λεπιδωτὸν ἰχθὺν καὶ ὀξύρυγχον· ἄλλα δʼ ἐστὶν ἃ τιμῶσι καθʼ ἑαυτοὺς ἕκαστοι, καθάπερ Σα̈ῖται πρόβατον καὶ Θηβα̈ῖται, λάτον δὲ τῶν ἐν τῷ Νείλῳ τινὰ ἰχθὺν Λατοπολῖται, λύκον τε Λυκοπολῖται, κυνοκέφαλον δὲ Ἑρμοπολῖται, κῆβον δὲ Βαβυλώνιοι οἱ κατὰ Μέμφιν· ἔστι δʼ ὁ κῆβος τὸ μὲν πρόσωπον ἐοικὼς σατύρῳ, τἆλλα δὲ κυνὸς καὶ ἄρκτου μεταξύ, γεννᾶται δʼ ἐν Αἰθιοπίᾳ· ἀετὸν δὲ Θηβαῖοι, λέοντα δὲ Λεοντοπολῖται, αἶγα δὲ καὶ τράγον Μενδήσιοι, μυγαλῆν δὲ Ἀθριβῖται, ἄλλοι δʼ ἄλλο τι· τὰς δʼ αἰτίας οὐχ ὁμολογουμένας λέγουσιν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἑξῆς δʼ ἐστὶν Ἑρμοπολιτικὴ φυλακή, τελώνιόν τι τῶν ἐκ τῆς Θηβαΐδος καταφερομένων· ἐντεῦθεν ἀρχὴ τῶν ἑξηκοντασταδίων σχοίνων ἕως Συήνης καὶ Ἐλεφαντίνης· εἶτα ἡ Θηβαϊκὴ φυλακὴ καὶ διῶρυξ φέρουσα ἐπὶ Τάνιν· εἶτα Λύκων πόλις καὶ Ἀφροδίτης καὶ Πανῶν πόλις, λινουργῶν καὶ λιθουργῶν κατοικία παλαιά. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔπειτα Πτολεμαϊκὴ πόλις, μεγίστη τῶν ἐν τῇ Θηβαΐδι καὶ οὐκ ἐλάττων Μέμφεως, ἔχουσα καὶ σύστημα πολιτικὸν ἐν τῷ ἑλληνικῷ τρόπῳ. ὑπὲρ δὲ ταύτης ἡ Ἄβυδος, ἐν ᾗ τὸ Μεμνόνιον βασίλειον θαυμαστῶς κατεσκευασμένον ὁλόλιθον τῇ αὐτῇ κατασκευῇ ᾗπερ τὸν λαβύρινθον ἔφαμεν, οὐ πολλαπλοῦν δέ· καὶ κρήνη ἐν βάθει κειμένη ὥστε καταβαίνειν εἰς αὐτὴν * κατακαμφθεισῶν ψαλίδων διὰ μονολίθων ὑπερβαλλόντων τῷ μεγέθει καὶ τῇ κατασκευῇ. ἔστι δὲ διῶρυξ ἄγουσα ἐπὶ τὸν τόπον ἀπὸ τοῦ μεγάλου ποταμοῦ. περὶ δὲ τὴν διώρυγα ἀκανθῶν τῶν Αἰγυπτίων ἄλσος ἐστὶν ἱερὸν τοῦ Ἀπόλλωνος. ἔοικε δὲ ὑπάρξαι ποτὲ ἡ Ἄβυδος πόλις μεγάλη, δευτερεύουσα μετὰ τὰς Θήβας, νυνὶ δʼ ἐστὶ κατοικία μικρά· εἰ δʼ ὥς φασιν ὁ Μέμνων ὑπὸ τῶν Αἰγυπτίων Ἰσμάνδης λέγεται, καὶ ὁ λαβύρινθος Μεμνόνιον ἂν εἴη καὶ τοῦ αὐτοῦ ἔργον οὗπερ καὶ τὰ ἐν Ἀβύδῳ καὶ τὰ ἐν Θήβαις· καὶ γὰρ ἐκεῖ λέγεταί τινα Μεμνόνια. κατὰ δὲ τὴν Ἄβυδον ἔστιν ἡ πρώτη αὔασις ἐκ τῶν λεχθεισῶν τριῶν ἐν τῇ Λιβύῃ, διέχουσα ὁδὸν ἡμερῶν ἑπτὰ ἐνθένδε διʼ ἐρημίας, εὔυδρός τε κατοικία καὶ εὔοινος καὶ τοῖς ἄλλοις ἱκανή, δευτέρα δʼ ἡ κατὰ τὴν Μοίριδος λίμνην, τρίτη δὲ ἡ κατὰ τὸ μαντεῖον τὸ ἐν Ἄμμωνι· καὶ αὗται δὲ κατοικίαι εἰσὶν ἀξιόλογοι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πολλὰ δʼ εἰρηκότες περὶ τοῦ Ἄμμωνος τοσοῦτον εἰπεῖν βουλόμεθα ὅτι τοῖς ἀρχαίοις μᾶλλον ἦν ἐν τιμῇ καὶ ἡ μαντικὴ καθόλου καὶ τὰ χρηστήρια, νυνὶ δʼ ὀλιγωρία κατέχει πολλή, τῶν Ῥωμαίων ἀρκουμένων τοῖς Σιβύλλης χρησμοῖς καὶ τοῖς Τυρρηνικοῖς θεοπροπίοις διά τε σπλάγχνων καὶ ὀρνιθείας καὶ διοσημιῶν. διόπερ καὶ τὸ ἐν Ἄμμωνι σχεδόν τι ἐκλέλειπται χρηστήριον, πρότερον δὲ ἐτετίμητο. δηλοῦσι δὲ μάλιστα τοῦτο οἱ τὰς Ἀλεξάνδρου πράξεις ἀναγράψαντες, προστιθέντες μὲν πολὺ καὶ τὸ τῆς κολακείας εἶδος ἐμφαίνοντες δέ τι καὶ πίστεως ἄξιον. ὁ γοῦν Καλλισθένης φησὶ τὸν Ἀλέξανδρον φιλοδοξῆσαι μάλιστα ἀνελθεῖν ἐπὶ τὸ χρηστήριον, ἐπειδὴ καὶ Περσέα ἤκουσε πρότερον ἀναβῆναι καὶ Ἡρακλέα· ὁρμήσαντα δʼ ἐκ Παραιτονίου καίπερ νότων ἐπιπεσόντων βιάσασθαι, πλανώμενον δʼ ὑπὸ τοῦ κονιορτοῦ σωθῆναι γενομένων ὄμβρων καὶ δυεῖν κοράκων ἡγησαμένων τὴν ὁδόν, ἤδη τούτων κολακευτικῶς λεγομένων· τοιαῦτα δὲ καὶ τὰ ἑξῆς· μόνῳ γὰρ δὴ τῷ βασιλεῖ τὸν ἱερέα ἐπιτρέψαι παρελθεῖν εἰς τὸν νεὼ μετὰ τῆς συνήθους στολῆς, τοὺς δʼ ἄλλους μετενδῦναι τὴν ἐσθῆτα, ἔξωθέν τε τῆς θεμιστείας ἀκροάσασθαι πάντας πλὴν Ἀλεξάνδρου, τοῦτον δʼ ἔνδοθεν. εἶναι δʼ οὐχ ὥσπερ ἐν Δελφοῖς καὶ Βραγχίδαις τὰς ἀποθεσπίσεις διὰ λόγων, ἀλλὰ νεύμασι καὶ συμβόλοις τὸ πλέον, ὡς καὶ παρʼ Ὁμήρῳ ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων, τοῦ προφήτου τὸν Δία ὑποκριναμένου· τοῦτο μέντοι ῥητῶς εἰπεῖν τὸν ἄνθρωπον πρὸς τὸν βασιλέα ὅτι εἴη Διὸς υἱός. προστραγῳδεῖ δὲ τούτοις ὁ Καλλισθένης, ὅτι τοῦ Ἀπόλλωνος τὸ ἐν Βραγχίδαις μαντεῖον ἐκλελοιπότος, ἐξ ὅτου τὸ ἱερὸν ὑπὸ τῶν Βραγχιδῶν σεσύλητο ἐπὶ Ξέρξου περσισάντων, ἐκλελοιπυίας δὲ καὶ τῆς κρήνης, τότε ἥ τε κρήνη ἀνάσχοι καὶ μαντεῖα πολλὰ οἱ Μιλησίων πρέσβεις κομίσαιεν εἰς Μέμφιν περὶ τῆς ἐκ Διὸς γενέσεως τοῦ Ἀλεξάνδρου καὶ τῆς ἐσομένης περὶ Ἄρβηλα νίκης καὶ τοῦ Δαρείου θανάτου καὶ τῶν ἐν Λακεδαίμονι νεωτερισμῶν· περὶ δὲ τῆς εὐγενείας καὶ τὴν Ἐρυθραίαν Ἀθηναΐδα φησὶν ἀνειπεῖν· καὶ γὰρ ταύτην ὁμοίαν γενέσθαι τῇ παλαιᾷ Σιβύλλῃ τῇ Ἐρυθραίᾳ. τὰ μὲν δὴ τῶν συγγραφέων τοιαῦτα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δὲ τῇ Ἀβύδῳ τιμῶσι τὸν Ὄσιριν· ἐν δὲ τῷ ἱερῷ τοῦ Ὀσίριδος οὐκ ἔξεστιν οὔτε ᾠδὸν οὔτε αὐλητὴν οὔτε ψάλτην ἀπάρχεσθαι τῷ θεῷ, καθάπερ τοῖς ἄλλοις θεοῖς ἔθος. μετὰ δὲ τὴν Ἄβυδον Διὸς πόλις ἡ μικρά, εἶτα Τέντυρα πόλις· ἐνταῦθα δὲ διαφερόντως παρὰ τοὺς ἄλλους Αἰγυπτίους ὁ κροκόδειλος ἠτίμωται καὶ ἔχθιστος τῶν ἁπάντων θηρίων νενόμισται. οἱ μὲν γὰρ ἄλλοι καίπερ εἰδότες τὴν κακίαν τοῦ ζῴου καὶ ὡς ὀλέθριον τῷ ἀνθρωπίνῳ γένει, σέβονται ὅμως καὶ ἀπέχονται· οὗτοι δὲ πάντα τρόπον ἀνιχνεύουσι καὶ ἐκφθείρουσιν αὐτούς· ἔνιοι δʼ ὥσπερ τοὺς Ψύλλους φασὶ τοὺς πρὸς τῇ Κυρηναίᾳ φυσικήν τινα ἀντιπάθειαν ἔχειν πρὸς τὰ ἑρπετά, οὕτω καὶ τοὺς Τεντυρίτας πρὸς τοὺς κροκοδείλους, ὥστε μηδὲν ὑπʼ αὐτῶν πάσχειν ἀλλὰ καὶ κολυμβᾶν ἀδεῶς καὶ διαπερᾶν, μηδενὸς ἄλλου θαρροῦντος· εἴς τε τὴν Ῥώμην κομισθεῖσι τοῖς κροκοδείλοις ἐπιδείξεως χάριν συνηκολούθουν οἱ Τεντυρῖται· γενομένης τε δεξαμενῆς καὶ πήγματός τινος ὑπὲρ μιᾶς τῶν πλευρῶν, ὥστε τοῖς θηρίοις ἐκβᾶσι τοῦ ὕδατος ἡλιαστήριον εἶναι, ἐκεῖνοι ἦσαν οἱ τοτὲ μὲν ἐξέλκοντες δικτύῳ πρὸς τὸ ἡλιαστήριον, ὡς καὶ ὑπὸ τῶν θεατῶν ὁραθῆναι, ἐμβαίνοντες ἅμα εἰς τὸ ὕδωρ, τοτὲ δὲ πάλιν εἰς τὴν δεξαμενὴν κατασπῶντες. τιμῶσι δὲ Ἀφροδίτην· ὄπισθεν δὲ τοῦ νεὼ τῆς Ἀφροδίτης Ἴσιδος ἔστιν ἱερόν· εἶτα τὰ Τυφώνια καλούμενα καὶ ἡ εἰς Κοπτὸν διῶρυξ, πόλιν κοινὴν Αἰγυπτίων τε καὶ Ἀράβων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐντεῦθέν ἐστιν ἰσθμὸς εἰς τὴν Ἐρυθρὰν κατὰ πόλιν Βερενίκην, ἀλίμενον μὲν τῇ δʼ εὐκαιρίᾳ τοῦ ἰσθμοῦ καταγωγὰς ἐπιτηδείους ἔχουσαν. λέγεται δʼ ὁ Φιλάδελφος πρῶτος στρατοπέδῳ τεμεῖν τὴν ὁδὸν ταύτην ἄνυδρον οὖσαν, καὶ κατασκευάσαι σταθμούςpost σταθμούς· ὥσπερ τοῖς ἐμπορίοις ὁδεύμασι καὶ διὰ τῶν καμήλων, τοῦτο δὲ πρᾶξαι διὰ τὸ τὴν Ἐρυθρὰν δύσπλουν εἶναι καὶ μάλιστα τοῖς ἐκ τοῦ μυχοῦ πλοϊζομένοις. ἐφάνη δὴ τῇ πείρᾳ πολὺ τὸ χρήσιμον, καὶ νῦν ὁ Ἰνδικὸς φόρτος ἅπας καὶ ὁ Ἀράβιος καὶ τοῦ Αἰθιοπικοῦ ὁ τῷ Ἀραβίῳ κόλπῳ κατακομιζόμενος εἰς Κοπτὸν φέρεται, καὶ τοῦτʼ ἔστιν ἐμπόριον τῶν τοιούτων φορτίων. οὐκ ἄπωθεν δὲ τῆς Βερενίκης ἐστὶ Μυὸς ὅρμος, πόλις ἔχουσα τὸ ναύσταθμον τῶν πλοϊζομένων, καὶ τῆς Κοπτοῦ οὐ πολὺ ἀφέστηκεν ἡ καλουμένη Ἀπόλλωνος πόλις, ὥστε καὶ αἱ διορίζουσαι τὸν ἰσθμὸν δύο πόλεις ἑκατέρωθέν εἰσιν. ἀλλὰ νῦν ἡ Κοπτὸς καὶ ὁ Μυὸς ὅρμος εὐδοκιμεῖ, καὶ χρῶνται τοῖς τόποις τούτοις. πρότερον μὲν οὖν ἐνυκτοπόρουν πρὸς τὰ ἄστρα βλέποντες οἱ καμηλέμποροι καὶ καθάπερ οἱ πλέοντες ὥδευον κομίζοντες καὶ ὕδωρ, νυνὶ δὲ καὶ ὑδρεῖα κατεσκευάκασιν, ὀρύξαντες πολὺ βάθος, καὶ ἐκ τῶν οὐρανίων καίπερ ὄντων σπανίων ὅμως δεξαμενὰς πεποίηνται· ἡ δʼ ὁδός ἐστιν ἓξ ἢ ἑπτὰ ἡμερῶν. ἐπὶ δὲ τῷ ἰσθμῷ τούτῳ καὶ τὰ τῆς σμαράγδου μέταλλά ἐστι, τῶν Ἀράβων ὀρυττόντων βαθεῖς τινας ὑπονόμους, καὶ ἄλλων λίθων πολυτελῶν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν Ἀπόλλωνος πόλιν αἱ Θῆβαι (καλεῖται δὲ νῦν Διὸς πόλις) αἵθʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν. Ὅμηρος μὲν οὕτω· λέγει δὲ καὶ τὸν πλοῦτον οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐνὶ κτήματα κεῖται. καὶ ἄλλοι δὲ τοιαῦτα λέγουσι, μητρόπολιν τιθέντες τῆς Αἰγύπτου ταύτην· καὶ νῦν δʼ ἴχνη δείκνυται τοῦ μεγέθους αὐτῆς ἐπὶ ὀγδοήκοντα σταδίους τὸ μῆκος· ἔστι δʼ ἱερὰ τὰ πλείω. καὶ τούτων δὲ τὰ πολλὰ ἠκρωτηρίασε Καμβύσης· νυνὶ δὲ κωμηδὸν συνοικεῖται, μέρος μέν τι ἐν τῇ Ἀραβίᾳ ἐν ᾗπερ ἡ πόλις, μέρος δέ τι καὶ ἐν τῇ περαίᾳ ὅπου τὸ Μεμνόνιον· ἐνταῦθα δὲ δυεῖν κολοσσῶν ὄντων μονολίθων ἀλλήλων πλησίον, ὁ μὲν σώζεται, τοῦ δʼ ἑτέρου τὰ ἄνω μέρη τὰ ἀπὸ τῆς καθέδρας πέπτωκε σεισμοῦ γενηθέντος, ὥς φασι. πεπίστευται δʼ ὅτι ἅπαξ καθʼ ἡμέραν ἑκάστην ψόφος ὡς ἂν πληγῆς οὐ μεγάλης ἀποτελεῖται ἀπὸ τοῦ μένοντος ἐν τῷ θρόνῳ καὶ τῇ βάσει μέρους· κἀγὼ δὲ παρὼν ἐπὶ τῶν τόπων μετὰ Γάλλου Αἰλίου καὶ τοῦ πλήθους τῶν συνόντων αὐτῷ φίλων τε καὶ στρατιωτῶν περὶ ὥραν πρώτην ἤκουσα τοῦ ψόφου· εἴτε δὲ ἀπὸ τῆς βάσεως εἴτε ἀπὸ τοῦ κολοσσοῦ εἴτʼ ἐπίτηδες τῶν κύκλῳ καὶ περὶ τὴν βάσιν ἱδρυμένων τινὸς ποιήσαντος τὸν ψόφον, οὐκ ἔχω διισχυρίσασθαι· διὰ γὰρ τὸ ἄδηλον τῆς αἰτίας πᾶν μᾶλλον ἐπέρχεται πιστεύειν ἢ τὸ ἐκ τῶν λίθων οὕτω τεταγμένων ἐκπέμπεσθαι τὸν ἦχον. ὑπὲρ δὲ τοῦ Μεμνονίου θῆκαι βασιλέων ἐν σπηλαίοις λατομηταὶ περὶ τετταράκοντα, θαυμαστῶς κατεσκευασμέναι καὶ θέας ἄξιαι· ἐν δὲ ταῖς Θήβαις ἐπί τινων ὀβελίσκων ἀναγραφαὶ δηλοῦσαι τὸν πλοῦτον τῶν τότε βασιλέων καὶ τὴν ἐπικράτειαν, ὡς μέχρι Σκυθῶν καὶ Βακτρίων καὶ Ἰνδῶν καὶ τῆς νῦν Ἰωνίας διατείνασαν, καὶ φόρων πλῆθος καὶ στρατιᾶς περὶ ἑκατὸν μυριάδας. λέγονται δὲ καὶ ἀστρονόμοι καὶ φιλόσοφοι μάλιστα οἱ ἐνταῦθα ἱερεῖς· τούτων δʼ ἐστὶ καὶ τὸ τὰς ἡμέρας μὴ κατὰ σελήνην ἄγειν ἀλλὰ κατὰ ἥλιον, τοῖς τριακονθημέροις δώδεκα μησὶν ἐπαγόντων πέντε ἡμέρας κατʼ ἐνιαυτὸν ἕκαστον· εἰς δὲ τὴν ἐκπλήρωσιν τοῦ ὅλου ἐνιαυτοῦ, ἐπιτρέχοντος μορίου τινὸς τῆς ἡμέρας, περίοδόν τινα συντιθέασιν ἐξ ὅλων ἡμερῶν καὶ ὅλων ἐνιαυτῶν τοσούτων ὅσα μόρια τὰ ἐπιτρέχοντα συνελθόντα ποιεῖ ἡμέραν. ἀνατιθέασι δὲ τῷ Ἑρμῇ πᾶσαν τὴν τοιαύτην μάλιστα σοφίαν· τῷ δὲ Διὶ ὃν μάλιστα τιμῶσιν, εὐειδεστάτη καὶ γένους λαμπροτάτου παρθένος ἱερᾶται, ἃς καλοῦσιν οἱ Ἕλληνες παλλάδας· αὕτη δὲ καὶ παλλακεύει καὶ σύνεστιν οἷς βούλεται μέχρι ἂν ἡ φυσικὴ γένηται κάθαρσις τοῦ σώματος· μετὰ δὲ τὴν κάθαρσιν δίδοται πρὸς ἄνδρα, πρὶν δὲ δοθῆναι πένθος αὐτῆς ἄγεται μετὰ τὸν τῆς παλλακείας καιρόν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ Θήβας Ἑρμωνθὶς πόλις, ἐν ᾗ ὅ τε Ἀπόλλων τιμᾶται καὶ ὁ Ζεύς· τρέφεται δὲ καὶ ἐνταῦθα βοῦς· ἔπειτα Κροκοδείλων πόλις τιμῶσα τὸ θηρίον· εἶτα Ἀφροδίτης πόλις καὶ μετὰ ταῦτα Λατόπολις τιμῶσα Ἀθηνᾶν καὶ τὸν λάτον· εἶτα Εἰλειθυίας πόλις καὶ ἱερόν· ἐν δὲ τῇ περαίᾳ Ἱεράκων πόλις τὸν ἱέρακα τιμῶσα· εἶτʼ Ἀπόλλωνος πόλις καὶ αὕτη πολεμοῦσα τοῖς κροκοδείλοις. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔η δὲ Συήνη καὶ ἡ Ἐλεφαντίνη ἡ μὲν ἐπὶ τῶν ὅρων τῆς Αἰθιοπίας καὶ τῆς Αἰγύπτου πόλις, ἡ δʼ ἐν τῷ Νείλῳ προκειμένη τῆς Συήνης νῆσος ἐν ἡμισταδίῳ καὶ ἐν ταύτῃ πόλις ἔχουσα ἱερὸν Κνούφιδος καὶ νειλομέτριον, καθάπερ Μέμφις. ἔστι δὲ τὸ νειλομέτριον συννόμῳ λίθῳ κατεσκευασμένον ἐπὶ τῇ ὄχθῃ τοῦ Νείλου φρέαρ, ἐν ᾧ τὰς ἀναβάσεις τοῦ Νείλου σημειοῦνται τὰς μεγίστας τε καὶ ἐλαχίστας καὶ τὰς μέσας· συναναβαίνει γὰρ καὶ συνταπεινοῦται τῷ ποταμῷ τὸ ἐν τῷ φρέατι ὕδωρ. εἰσὶν οὖν ἐν τῷ τοίχῳ τοῦ φρέατος παραγραφαί, μέτρα τῶν τελείων καὶ τῶν ἄλλων ἀναβάσεων· ἐπισκοποῦντες οὖν ταύτας διασημαίνουσι τοῖς ἄλλοις, ὅπως εἰδεῖεν· πρὸ πολλοῦ γὰρ ἴσασιν ἐκ τῶν τοιούτων σημείων * καὶ τῶν ἡμερῶν τὴν ἐσομένην ἀνάβασιν καὶ προδηλοῦσι. τοῦτο δὲ καὶ τοῖς γεωργοῖς χρήσιμον τῆς τῶν ὑδάτων ταμιείας χάριν καὶ παραχωμάτων καὶ διωρύγων καὶ ἄλλων τοιούτων, καὶ τοῖς ἡγεμόσι τῶν προσόδων χάριν· αἱ γὰρ μείζους ἀναβάσεις μείζους καὶ τὰς προσόδους ὑπαγορεύουσιν. ἐν δὲ τῇ Συήνῃ καὶ τὸ φρέαρ ἐστὶ τὸ διασημαῖνον τὰς θερινὰς τροπάς,καὶ ante διότι διότι τῷ τροπικῷ κύκλῳ ὑπόκεινται οἱ τόποι οὗτοιpost οἷτοι· καὶ ποιοῦσιν ἀσκίους τοὺς γνώμονας κατὰ μεσημβρίαν· ἀπὸ γὰρ τῶν ἡμετέρων τόπων, λέγω δὲ τῶν Ἑλλαδικῶν, προϊοῦσιν ἐπὶ τὴν μεσημβρίαν ἐνταῦθα πρῶτον ὁ ἥλιος κατὰ κορυφὴν ἡμῖν γίνεται καὶ ποιεῖ τοὺς γνώμονας ἀσκίους κατὰ μεσημβρίαν· ἀνάγκη δὲ κατὰ κορυφὴν ἡμῖν γινομένου καὶ εἰς τὰ φρέατα βάλλειν μέχρι τοῦ ὕδατος τὰς αὐγάς, κἂν βαθύτατα ᾖ· κατὰ κάθετον γὰρ ἡμεῖς τε ἕσταμεν καὶ τὰ ὀρύγματα τῶν φρεάτων κατεσκεύασται. εἰσὶ δʼ ἐνταῦθα τρεῖς σπεῖραι Ῥωμαίων ἱδρυμέναι φρουρᾶς χάριν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μικρὸν δʼ ὑπὲρ τῆς Ἐλεφαντίνης ἐστὶν ὁ μικρὸς καταράκτης, ἐφʼ ᾧ καὶ θέαν τινὰ οἱ σκαφῖται τοῖς ἡγεμόσιν ἐπιδείκνυνται· ὁ μὲν γὰρ καταράκτης ἐστὶ κατὰ μέσον τὸν ποταμόν, πετρώδης τις ὀφρύς, ἐπίπεδος μὲν ἄνωθεν ὥστε δέχεσθαι τὸν ποταμόν, τελευτῶσα δʼ εἰς κρημνόν, καθʼ οὗ καταρρήγνυται τὸ ὕδωρ, ἑκατέρωθεν δὲ πρὸς τῇ γῇ ῥεῖθρον, ὃ μάλιστα καὶ ἀνάπλουν ἔχει· ἀναπλεύσαντες οὖν ταύτῃ καταρρέουσιν ἐπὶ τὸν καταράκτην καὶ ὠθοῦνται μετὰ τῆς σκάφης ἐπὶ τὸν κρημνὸν καὶ σώζονται σὺν αὐτῇ ἀπαθεῖς. τοῦ δὲ καταράκτου μικρὸν ἐπάνω τὰς Φιλὰς εἶναι συμβαίνει, κοινὴν κατοικίαν Αἰθιόπων τε καὶ Αἰγυπτίων, κατεσκευασμένην ὥσπερ καὶ τὴν Ἐλεφαντίνην καὶ τὸ μέγεθος ἴσην, ἱερὰ ἔχουσαν Αἰγύπτια· ὅπου καὶ ὄρνεον τιμᾶται ὃ καλοῦσι μὲν ἱέρακα, οὐδὲν δὲ ὅμοιον ἔμοιγε ἐφαίνετο ἔχειν τοῖς παρʼ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ἱέραξιν, ἀλλὰ καὶ τῷ μεγέθει μεῖζον ἦν καὶ τῇ ποικιλίᾳ πολὺ ἐξηλλαγμένον· Αἰθιοπικὸν δʼ ἔφασαν εἶναι, κἀκεῖθεν κομίζεσθαι, ὅταν ἐκλίπῃ ἢ καὶ πρότερον· καὶ δὴ καὶ τότε ἐδείχθη ἡμῖν πρὸς ἐκλείψει ὂν διὰ νόσον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἤλθομεν δʼ εἰς Φιλὰς ἐκ Συήνης ἀπήνῃ διʼ ὁμαλοῦ σφόδρα πεδίου σταδίους ὁμοῦ τι ἑκατόν. παρʼ ὅλην δὲ τὴν ὁδὸν ἦν ἰδεῖν ἑκατέρωθεν πολλαχοῦ ὥσπερ ἑρμαῖα πέτρον ἠλίβατον στρογγύλον, λεῖον ἱκανῶς, ἐγγὺς σφαιροειδοῦς, τοῦ μέλανος καὶ σκληροῦ λίθου, ἐξ οὗ αἱ θυῗαι γίνονται, ἐπὶ πέτρῳ κείμενον μείζονι καὶ ἐπʼ ἐκείνῳ πάλιν ἄλλον· ἔστι δʼ ὅτε αὐτοὶ καθʼ αὑτοὺς ἔκειντο οἱ πέτροι· ἦν δʼ ὁ μὲν μέγιστος τὴν διάμετρον ποδῶν οὐκ ἐλαττόνων ἢ δώδεκα, ἅπαντες δὲ μείζους ἢ ἡμίσεις τούτων. διέβημεν δὲ εἰς τὴν νῆσον ἐπὶ πάκτωνος· ὁ δὲ πάκτων διὰ σκυταλίδων πεπηγός ἐστι σκάφιον ὥστʼ ἐοικέναι διαπλοκίνῳ· ἑστῶτες δʼ ἐν ὕδατι ἢ καὶ σανιδίοις τισὶ προσκαθήμενοι ῥᾳδίως ἐπεραιώθημεν δεδιότες μάτην· ἀκίνδυνα γάρ ἐστιν, ἂν μή τις ὑπέργομον ποιήσῃ τὸ πορθμεῖον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | καθʼ ὅλην δὲ τὴν Αἴγυπτον τοῦ φοίνικος ἀγεννοῦς ὄντος καὶ ἐκφέροντος καρπὸν οὐκ εὔβρωτον ἐν τοῖς περὶ τὸ Δέλτα τόποις καὶ περὶ τὴν Ἀλεξάνδρειαν, ὁ ἐν τῇ Θηβαΐδι φοῖνιξ ἄριστος τῶν ἄλλων φύεται. θαυμάζειν οὖν ἄξιον πῶς ταὐτὸ κλίμα οἰκοῦντες τῇ Ἰουδαίᾳ καὶ ὅμοροι οἱ περὶ τὸ Δέλτα καὶ τὴν Ἀλεξάνδρειαν τοσοῦτον διαλλάττουσιν, ἐκείνης πρὸς ἄλλῳ φοίνικι καὶ τὸν καρυωτὸν γεννώσης, * οὐ πολὺ κρείττονα τοῦ Βαβυλωνίου. διττὸς δʼ ἐστὶν ὅ τε ἐν τῇ Θηβαΐδι καὶ ὁ ἐν τῇ Ἰουδαίᾳ, ὅ τε ἄλλος καὶ ὁ καρυωτός· σκληρότερος δʼ ὁ Θηβαϊκός, ἀλλὰ τῇ γεύσει εὐστομώτερος. ἔστι δὲ καὶ νῆσος ἡ μάλιστα ἐκφέρουσα τὸν ἄριστον, μεγίστην τελοῦσα πρόσοδον τοῖς ἡγεμόσι· βασιλικὴ γὰρ ἦν, ἰδιώτῃ δʼ οὐ μετῆν, καὶ νῦν τῶν ἡγεμόνων ἐστί. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πολλὰ δʼ Ἡρόδοτός τε καὶ ἄλλοι φλυαροῦσιν, ὥσπερ μέλος ἢ ῥυθμὸν ἢ ἥδυσμά τι τῷ λόγῳ τὴν τερατείαν προσφέροντες· οἷον καὶ τὸ φάσκειν περὶ τὰς νήσους τὰς πρὸς τῇ Συήνῃ καὶ τῇ Ἐλεφαντίνῃ (πλείους δʼ εἰσὶ) τὰς πηγὰς τοῦ Νείλου εἶναι, καὶ βάθος ἄβυσσον ἔχειν τὸν πόρον κατὰ τοῦτον τὸν τόπον. νήσους δʼ ὁ Νεῖλος κατεσπαρμένας ἔχει παμπόλλας, τὰς μὲν καλυπτομένας ὅλας ἐν ταῖς ἀναβάσεσι, τὰς δʼ ἐκ μέρους, ἐποχετεύεται δὲ τοῖς κοχλίαις τὰ λίαν ἔξαλα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἦν μὲν οὖν ἡ Αἴγυπτος εἰρηνικὴ τὸ πλέον ἐξ ἀρχῆς διὰ τὸ αὔταρκες τῆς χώρας καὶ τὸ δυσείσβολον τοῖς ἔξωθεν, ἀπὸ μὲν τῶν ἄρκτων ἀλιμένῳ παραλίᾳ καὶ πελάγει τῷ Αἰγυπτίῳ φρουρουμένη, ἀπὸ δὲ τῆς ἕω καὶ τῆς ἑσπέρας ἐρήμοις ὄρεσι, τοῖς τε Λιβυκοῖς καὶ τοῖς Ἀραβίοις, ὥσπερ ἔφαμεν· λοιπὰ δὲ τὰ πρὸς νότον Τρωγλοδύται καὶ Βλέμμυες καὶ Νοῦβαι καὶ Μεγάβαροι οἱ ὑπὲρ Συήνης Αἰθίοπες· εἰσὶ δʼ οὗτοι νομάδες καὶ οὐ πολλοὶ οὐδὲ μάχιμοι, δοκοῦντες δὲ τοῖς πάλαι διὰ τὸ λῃστρικῶς ἀφυλάκτοις ἐπιτίθεσθαι πολλάκις· οἱ δὲ πρὸς μεσημβρίαν καὶ Μερόην ἀνήκοντες Αἰθίοπες, οὐδʼ οὗτοι πολλοὶ οὔτε ἐν συστροφῇ, ἅτε ποταμίαν μακρὰν καὶ στενὴν καὶ σκολιὰν οἰκοῦντες, οἵαν προείπομεν· οὐδὲ παρεσκευασμένοι καλῶς οὔτε πρὸς πόλεμον οὔτε πρὸς τὸν ἄλλον βίον. καὶ νῦν δὲ διάκειται παραπλησίως ἡ χώρα πᾶσα· σημεῖον δέ· τρισὶ γοῦν σπείραις οὐδὲ ταύταις ἐντελέσιν ἱκανῶς ὑπὸ τῶν Ῥωμαίων ἡ χώρα φρουρεῖται· τολμήσασι δὲ τοῖς Αἰθίοψιν ἐπιθέσθαι κινδυνεῦσαι τῇ χώρᾳ συνέπεσε τῇ σφετέρᾳ. καὶ αἱ λοιπαὶ δὲ δυνάμεις αἱ ἐν Αἰγύπτῳ οὔτε τοσαῦταί τινές εἰσιν οὔτε ἀθρόαις ἐχρήσαντο οὐδʼ ἅπαξ Ῥωμαῖοι· οὐ γάρ εἰσιν οὔτʼ αὐτοὶ Αἰγύπτιοι πολεμισταί, καίπερ ὄντες παμπληθεῖς, οὔτε τὰ πέριξ ἔθνη. Γάλλος μέν γε Κορνήλιος, ὁ πρῶτος κατασταθεὶς ἔπαρχος τῆς χώρας ὑπὸ Καίσαρος, τήν τε Ἡρώων πόλιν ἀποστᾶσαν ἐπελθὼν διʼ ὀλίγων εἷλε, στάσιν τε γενηθεῖσαν ἐν τῇ Θηβαΐδι διὰ τοὺς φόρους ἐν βραχεῖ κατέλυσε. Πετρώνιός τε ὕστερον τοῦ Ἀλεξανδρέων πλήθους τοσούτων μυριάδων ὁρμήσαντος ἐπʼ αὐτὸν μετὰ λίθων βολῆς, αὐτοῖς τοῖς περὶ ἑαυτὸν στρατιώταις ἀντέσχε, καὶ διαφθείρας τινὰς αὐτῶν τοὺς λοιποὺς ἔπαυσε. Γάλλος τε Αἴλιος μέρει τῆς ἐν Αἰγύπτῳ φρουρᾶς εἰς τὴν Ἀραβίαν ἐμβαλὼν εἴρηται τίνα τρόπον ἐξήλεγξε τοὺς ἀνθρώπους ἀπολέμους ὄντας· εἰ δὴ μὴ ὁ Συλλαῖος αὐτὸν προὐδίδου, κἂν κατεστρέψατο τὴν εὐδαίμονα πᾶσαν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐπειδὴ δὲ οἱ Αἰθίοπες καταφρονήσαντες τῷ μέρος τι τῆς ἐν Αἰγύπτῳ δυνάμεως ἀπεσπάσθαι μετὰ Γάλλου Αἰλίου πολεμοῦντος πρὸς τοὺς Ἄραβας, ἐπῆλθον τῇ Θηβαΐδι καὶ τῇ φρουρᾷ τῶν τριῶν σπειρῶν τῶν κατὰ Συήνην καὶ ἑλόντες ἔφθασαν τήν τε Συήνην καὶ τὴν Ἐλεφαντίνην καὶ Φιλὰς ἐξ ἐφόδου διὰ τὸ αἰφνίδιον καὶ ἐξηνδραποδίσαντο, ἀνέσπασαν δὲ καὶ τοὺς Καίσαρος ἀνδριάντας, ἐπελθὼν ἐλάττοσιν ἢ μυρίοις πεζοῖς Πετρώνιος, ἱππεῦσι δὲ ὀκτακοσίοις πρὸς ἄνδρας τρισμυρίους, πρῶτον μὲν ἠνάγκασεν ἀναφυγεῖν αὐτοὺς εἰς Ψέλχιν πόλιν Αἰθιοπικήν, καὶ πρεσβεύεται τά τε ληφθέντα ἀπαιτῶν καὶ τὰς αἰτίας διʼ ἃς ἦρξαν πολέμου· λεγόντων δʼ ὡς ἀδικοῖντο ὑπὸ τῶν νομάρχων, ἀλλʼ οὐκ ἔφη τούτους ἡγεμόνας εἶναι τῆς χώρας ἀλλὰ Καίσαρα· αἰτησαμένων δʼ ἡμέρας τρεῖς εἰς βουλὴν καὶ μηδὲν ὧν ἐχρῆν ποιούντων, προσβαλὼν ἠνάγκασε προελθεῖν εἰς μάχην, ταχὺ δὲ τροπὴν ἐποίησε συντεταγμένων τε κακῶς καὶ ὡπλισμένων· μεγάλους γὰρ εἶχον θυρεούς, καὶ τούτους ὠμοβοΐνους, ἀμυντήρια δὲ πελέκεις, οἱ δὲ κοντούς, οἱ δὲ καὶ ξίφη. τινὲς μὲν οὖν εἰς τὴν πόλιν συνηλάθησαν, οἱ δʼ εἰς τὴν ἐρημίαν ἔφυγον, τινὰς δὲ νῆσος πλησίον ὑπεδέξατο ἐμβάντας εἰς τὸν πόρον· οὐ γὰρ πολλοὶ ἦσαν ἐνταῦθα οἱ κροκόδειλοι διὰ τὸν ῥοῦν. τούτων δʼ ἦσαν καὶ οἱ τῆς βασιλίσσης στρατηγοὶ τῆς Κανδάκης, ἣ καθʼ ἡμᾶς ἦρξε τῶν Αἰθιόπων, ἀνδρική τις γυνὴ πεπηρωμένη τὸν ἕτερον τῶν ὀφθαλμῶν· τούτους τε δὴ ζωγρίᾳ λαμβάνει ἅπαντας ἐπιπλεύσας σχεδίαις τε καὶ ναυσί, καὶ καταπέμπει παραχρῆμα εἰς Ἀλεξάνδρειαν, ἐπελθών τε τὴν Ψέλχιν αἱρεῖ· προσαριθμουμένου δὲ τοῖς ἑαλωκόσι τοῦ πλήθους τῶν πεσόντων ἐν τῇ μάχῃ, τοὺς σωθέντας ὀλίγους παντάπασι γενέσθαι συνέβη. ἐκ δὲ Ψέλχιος ἧκεν εἰς Πρῆμνιν ἐρυμνὴν πόλιν διελθὼν τοὺς θῖνας, ἐν οἷς ὁ Καμβύσου κατεχώσθη στρατὸς ἐμπεσόντος ἀνέμου· προσβαλὼν δὲ ἐξ ἐφόδου τὸ φρούριον αἱρεῖ, καὶ μετὰ ταῦτα ὥρμησεν ἐπὶ Ναπάτων· τοῦτο δʼ ἦν τὸ βασίλειον τῆς Κανδάκης, καὶ ἦν ἐνταῦθα υἱὸς αὐτῆς· καὶ αὐτὴ δʼ ἔν τινι πλησίον ἵδρυτο χωρίῳ. πρεσβευσαμένης δὲ περὶ φιλίας καὶ ἀποδούσης τοὺς ἐκ Συήνης αἰχμαλώτους καὶ τοὺς ἀνδριάντας, ἐπελθὼν λαμβάνει καὶ τὰ Νάπατα φυγόντος τοῦ παιδὸς καὶ κατασκάπτει· ἐξανδραποδισάμενος δʼ ἀναστρέφει πάλιν εἰς τοὐπίσω μετὰ τῶν λαφύρων, δύσοδα κρίνας τὰ προσωτέρω· τὴν δὲ Πρῆμνιν τειχίσας βέλτιον, φρουρὰν ἐμβαλὼν καὶ τροφὴν δυεῖν ἐνιαυτῶν τετρακοσίοις ἀνδράσιν, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν· καὶ τῶν αἰχμαλώτων τοὺς μὲν ἐλαφυροπώλησε, χιλίους δὲ Καίσαρι ἔπεμψε νεωστὶ ἐκ Καντάβρων ἥκοντι, τοὺς δὲ νόσοι διεχρήσαντο. ἐν τούτῳ μυριάσι Κανδάκη πολλαῖς ἐπὶ τὴν φρουρὰν ἐπῆλθε· Πετρώνιος δʼ ἐξεβοήθησε καὶ φθάνει προσελθὼν εἰς τὸ φρούριον, καὶ πλείοσι παρασκευαῖς ἐξασφαλισάμενος τὸν τόπον, πρεσβευσαμένων, ἐκέλευσεν ὡς Καίσαρα πρεσβεύεσθαι· οὐκ εἰδέναι δὲ φασκόντων ὅστις εἴη Καῖσαρ καὶ ὅπη βαδιστέον εἴη παρʼ αὐτόν, ἔδωκε τοὺς παραπέμψοντας· καὶ ἧκον εἰς Σάμον, ἐνταῦθα τοῦ Καίσαρος ὄντος καὶ μέλλοντος εἰς Συρίαν ἐντεῦθεν προϊέναι, Τιβέριον εἰς Ἀρμενίαν στέλλοντος. πάντων δὲ τυχόντων ὧν ἐδέοντο, ἀφῆκεν αὐτοῖς καὶ τοὺς φόρους οὓς ἐπέστησε. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πολλὰ δʼ εἴρηται περὶ τῶν Αἰθιοπικῶν ἐν τοῖς πρότερον, ὥστε συμπεριωδευμένα ἂν εἴη τῇ Αἰγύπτῳ καὶ τὰ τούτων. ὡς δʼ εἰπεῖν, τὰ ἄκρα τῆς οἰκουμένης τὰ παρακείμενα τῇ δυσκράτῳ καὶ ἀοικήτῳ διὰ καῦμα ἢ ψῦχος ἀνάγκη ἀποτεύγματα εἶναι τῆς εὐκράτου καὶ ἐλαττώματα· ταῦτα δʼ ἐκ τῶν βίων δῆλα καὶ τῆς πρὸς τὰς χρείας τὰς ἀνθρωπικὰς ἀπορίας. κακόβιοί τε δὴ καὶ γυμνῆτές εἰσι τὰ πολλὰ καὶ νομάδες· τά τε βοσκήματα αὐτοῖς ἐστι μικρά, πρόβατα καὶ αἶγες καὶ βόες· καὶ κύνες μικροί, τραχεῖς δὲ καὶ μάχιμοι. τάχα δὲ καὶ τοὺς Πυγμαίους ἀπὸ τῆς τούτων μικροφυΐας ὑπενόησαν καὶ ἀνέπλασαν· ἑωρακὼς μὲν γὰρ οὐδεὶς ἐξηγεῖται τῶν πίστεως ἀξίων ἀνδρῶν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ζῶσί τʼ ἀπὸ κέγχρου καὶ κριθῆς, ἀφʼ ὧν καὶ ποτὸν ποιοῦσιν * αὐτοῖς ἔστιν· ἔλαιον δὲ βούτυρον καὶ στέαρ· οὐδʼ ἀκρόδρυα ἔχουσι πλὴν φοινίκων ὀλίγων ἐν κήποις βασιλικοῖς· ἔνιοι δὲ καὶ πόαν σιτοῦνται καὶ κλῶνας ἁπαλοὺς καὶ λωτὸν καὶ καλάμου ῥίζαν· κρέασι δὲ χρῶνται καὶ αἵματι καὶ γάλακτι καὶ τυρῷ. σέβονται δʼ ὡς θεοὺς τοὺς βασιλέας κατακλείστους ὄντας καὶ οἰκουροὺς τὸ πλέον. ἔστι δὲ τὸ μέγιστον αὐτοῖς βασίλειον ἡ Μερόη, πόλις ὁμώνυμος τῇ νήσῳ· τὴν δὲ νῆσον θυρεοειδῆ φασι τὸ σχῆμα, τό τε μέγεθος τάχα πρὸς ὑπερβολὴν εἴρηται μῆκος μὲν ὅσον τρισχιλίων σταδίων εὖρος δὲ χιλίων. ἔχει δʼ ἡ νῆσος συχνὰ καὶ ὄρη καὶ δάση μεγάλα· οἰκοῦσι δʼ οἱ μὲν νομάδες οἱ δὲ θηρευτικοὶ οἱ δὲ γεωργοί· ἔστι δὲ καὶ χαλκωρυχεῖα καὶ σιδηρουργεῖα καὶ χρυσεῖα καὶ λίθων γένη πολυτελῶν· περιέχεται δʼ ἀπὸ μὲν τῆς Λιβύης θισὶ μεγάλοις, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοῖς συνεχέσιν, ἄνωθεν δʼ ἐκ νότου ταῖς * συμβολαῖς τῶν ποταμῶν, τοῦ τε Ἀσταβόρα καὶ τοῦ Ἀστάποδος καὶ τοῦ Ἀστασόβα· πρὸς ἄρκτον δʼ ἡ ἐφεξῆς ῥύσις τοῦ Νείλου καὶ μέχρι Αἰγύπτου κατὰ τὴν λεχθεῖσαν πρότερον σκολιότητα τοῦ ποταμοῦ. ἐν δὲ ταῖς πόλεσιν αἱ οἰκήσεις ἐκ φοινικίνων σχιζῶν * διαπλεκόμεναι τοίχων ἢ πλίνθων· ὀρυκτοὶ δὲ ἅλες καθάπερ ἐν τοῖς Ἄραψι· πλεονάζει δὲ τῶν φυτῶν ὅ τε φοῖνιξ καὶ ἡ περσέα καὶ ὁ ἔβενος καὶ ἡ κερατία· θήρα δὲ καὶ ἐλεφάντων ἐστὶ καὶ λεόντων καὶ παρδάλεων· εἰσὶ δὲ καὶ δράκοντες οἱ ἐλεφαντομάχοι καὶ ἄλλα θηρία πλείω· καταφεύγει γὰρ ἀπὸ τῶν ἐμπυρωτέρων καὶ αὐχμηροτέρων ἐπὶ τὰ ὑδρηλὰ καὶ ἑλώδη. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔υπέρκειται δὲ τῆς Μερόης ἡpost ἡ· τε Ψεβὼ λίμνη μεγάλη νῆσον ἔχουσα οἰκουμένην ἱκανῶς. συμβαίνει δὲ τοῦ Νείλου τὴν μὲν δυσμικὴν παραποταμίαν ἐχόντων τῶν Λιβύων, τὴν δὲ πέραν Αἰθιόπων, παρὰ μέρος αὐτῶν τὴν ἐπικράτειαν εἶναι τῶν νήσων καὶ τῆς ποταμίας, ἐξελαυνομένων τῶν ἑτέρων καὶ παραχωρούντων τοῖς κρείττοσι γενομένοις. χρῶνται δὲ καὶ τόξοις Αἰθίοπες τετραπήχεσι ξυλίνοις πεπυρακτωμένοις· ὁπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὧν αἱ πλείους κεκρίκωνται τὸ χεῖλος τοῦ στόματος χαλκῷ κρίκῳ· κωδιοφόροι δʼ εἰσίν, ἐρέαν οὐκ ἔχοντες, τῶν προβάτων αἰγοτριχούντων· οἱ δὲ γυμνῆτές εἰσιν, οἳ καὶ περιέζωνται μικρὰ κώδια ἢ τρίχινα πλέγματα εὐυφῆ. θεὸν δὲ νομίζουσι τὸν μὲν ἀθάνατον (τοῦτον δʼ εἶναι τὸν αἴτιον τῶν πάντων) τὸν δὲ θνητὸν ἀνώνυμόν τινα καὶ οὐ σαφῆ· ὡς δʼ ἐπὶ τὸ πολὺ τοὺς εὐεργέτας καὶ βασιλικοὺς θεοὺς νομίζουσι, καὶ τούτων τοὺς μὲν βασιλέας κοινοὺς ἁπάντωνpost ἁπάντων· μὲν σωτῆρας καὶ φύλακας, τοὺς δʼ ἰδιώτας ἰδίως τοῖς εὖ παθοῦσιν ὑπʼ αὐτῶν. τῶν δὲ πρὸς τῇ διακεκαυμένῃ τινὲς καὶ ἄθεοι νομίζονται, οὕς γε καὶ τὸν ἥλιόν φασιν ἐχθαίρειν καὶ κακῶς λέγειν ἐπειδὰν προσίδωσιν ἀνίσχοντα, ὡς καίοντα καὶ πολεμοῦντα αὐτοῖς, καταφεύγειν τε εἰς τὰ ἕλη. οἱ δʼ ἐν Μερόῃ καὶ Ἡρακλέα καὶ Πᾶνα καὶ Ἶσιν σέβονται πρὸς ἄλλῳ τινὶ βαρβαρικῷ θεῷ. τοὺς δὲ νεκροὺς οἱ μὲν εἰς τὸν ποταμὸν ἐκρίπτουσιν, οἱ δʼ οἴκοι κατέχουσι περιχέαντες ὕαλον· τινὲς δὲ ἐν κεραμέαις σοροῖς κατορύττουσι κύκλῳ τῶν ἱερῶν, ὅρκον τε τὸν ὑπὲρ αὐτῶν ἀπαιτοῦσι καὶ πάντων ἁγιστεύουσι μάλιστα. βασιλέας τε καθιστᾶσι τοὺς κάλλει διαφέροντας ἢ ἀρετῇ κτηνοτροφίας ἢ ἀνδρείᾳ ἢ πλούτῳ. ἐν δὲ τῇ Μερόῃ κυριωτάτην τάξιν ἐπεῖχον οἱ ἱερεῖς τὸ παλαιόν, οἵ γε καὶ τῷ βασιλεῖ προσέταττον ἔσθʼ ὅτε ἀποθνήσκειν πέμψαντες ἄγγελον καὶ καθίστασαν ἀντʼ αὐτοῦ ἕτερον· ὕστερον δὲ κατέλυσέ τις τῶν βασιλέων τὸ ἔθος, ἐπιὼν μεθʼ ὅπλων ἐπὶ τὸ ἱερόν, ὅπου ὁ χρυσοῦς νεώς ἐστι, καὶ τοὺς ἱερέας ἀποσφάξας πάντας. ἔστι δὲ καὶ τοῦτο ἔθος Αἰθιοπικόν· ὃς γὰρ ἂν τῶν βασιλέων πηρωθῇ μέρος τι τοῦ σώματος ὁπωσοῦν, τὸ αὐτὸ πάσχουσιν οἱ συνόντες αὐτῷ μάλιστα, οἱ δʼ αὐτοὶ καὶ συναποθνήσκουσιν· ἐκ δὲ τούτου φυλακὴ τοῦ βασιλέως ἐστὶ πλείστη παρʼ αὐτῶν. περὶ μὲν Αἰθιόπων ἀρκέσει ταῦτα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοῖς δʼ Αἰγυπτιακοῖς καὶ ταῦτα προσθετέον ὅσα ἰδιάζοντα, οἷον ὁ Αἰγύπτιος λεγόμενος κύαμος ἐξ οὗ τὸ κιβώριον, καὶ ἡ βύβλος· ἐνταῦθα γὰρ καὶ παρʼ Ἰνδοῖς μόνον· ἡ δὲ περσέα ἐνταῦθα μόνον καὶ παρʼ Αἰθίοψι, δένδρον μέγα, καρπὸν ἔχον γλυκὺν καὶ μέγαν, καὶ ἡ συκάμινος ἡ ἐκφέρουσα τὸν λεγόμενον καρπὸν συκόμορον· σύκῳ γὰρ ἔοικεν· ἄτιμον δʼ ἐστὶ κατὰ τὴν γεῦσιν· γίνεται δὲ καὶ τὸ κόρσιον καὶ ὅμοιόν τι πεπέρει τράγημα, μικρῷ αὐτοῦ μεῖζον. ἰχθύες δʼ ἐν τῷ Νείλῳ πολλοὶ μὲν καὶ ἄλλοι χαρακτῆρα ἔχοντες ἴδιον καὶ ἐπιχώριον, γνωριμώτατοι δὲ ὅ τε ὀξύρυγχος καὶ ὁ λεπιδωτὸς καὶ λάτος καὶ ἀλάβης καὶ κορακῖνος καὶ χοῖρος καὶ φαγρώριος ὃν καὶ φάγρον καλοῦσιν, ἔτι σίλουρος κιθαρὸς θρίσσα κεστρεὺς λύχνος φῦσα βοῦς· ὀστρακίων δὲ κοχλίαι μεγάλοι φωνὴν ὀλολυγόσιν ὁμοίαν φθεγγόμενοι· ζῷα δʼ ἐπιχώρια καὶ ὁ ἰχνεύμων καὶ ἡ ἀσπὶς ἡ Αἰγυπτία ἴδιόν τι ἔχουσα παρὰ τὰς ἐν ἄλλοις· διττὴ δʼ ἐστίν, ἡ μὲν σπιθαμιαία ἥπερ καὶ ὀξυθανατωτέρα, ἡ δʼ ἐγγὺς ὀργυιᾶς, ὡς καὶ Νίκανδρος ὁ τὰ θηριακὰ γράψας εἴρηκε· καὶ τῶν ὀρνέων ἶβις καὶ ἱέραξ ὁ Αἰγύπτιος, ἥμερος παρὰ τοὺς ἄλλοθι, ὡς καὶ ἡ αἴλουρος· καὶ ὁ νυκτικόραξ ἰδιότροπος ἐνθάδε· παρʼ ἡμῖν μὲν γὰρ ἀετοῦ μέγεθος ἴσχει καὶ φθέγγεται βαρύ, ἐν Αἰγύπτῳ δὲ κολοιοῦ μέγεθος καὶ φθογγὴ διάφορος· ἡμερώτατον δʼ ἡ ἶβις, πελαργώδης μὲν κατὰ σχῆμα καὶ μέγεθος, διττὴ δὲ τὴν χρόαν, ἡ μὲν πελαργώδης ἡ δὲ ὅλη μέλαινα· μεστὴ δʼ αὐτῶν ἅπασα τρίοδος ἐν Ἀλεξανδρείᾳ, πῆ μὲν χρησίμως πῆ δʼ οὐ χρησίμως· χρησίμως μὲν ὅτι πᾶν θηρίον ἐκλέγει καὶ τὰ ἐν τοῖς κρεωπωλίοις καὶ τοῖς ὀψοπωλίοις ἀποκαθάρματα, δυσχρήστως δὲ ὅτι παμφάγον καὶ ἀκάθαρτον καὶ δυσκόλως ἀπειργόμενον ἀπὸ τῶν καθαρείων καὶ τῶν ἀλλοτρίων μολυσμοῦ παντός. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀληθὲς δὲ καὶ τὸ Ἡροδότου καὶ ἔστιν Αἰγυπτιακὸν τὸ τὸν μὲν πηλὸν ταῖς χερσὶ φυρᾶν, τὸ δὲ στέαρ τὸ εἰς τὴν ἀρτοποιίαν τοῖς ποσί. καὶ οἱ * κάκεις δὲ ἴδιόν τι ἄρτου γένος, στατικὸν κοιλίας, καὶ τὸ κῖκι καρπός τις σπειρόμενος ἐν ἀρούραις, ἐξ οὗ ἔλαιον ἀποθλίβεται εἰς μὲν λύχνον τοῖς ἀπὸ τῆς χώρας σχεδόν τι πᾶσιν, εἰς ἄλειμμα δὲ τοῖς πενεστέροις καὶ ἐργατικωτέροις καὶ ἀνδράσι καὶ γυναιξί· καὶ τὰ κοΐκινα δὲ πλέγματα Αἰγυπτιακά ἐστι φυτοῦ τινος, ὅμοια τοῖς σχοινίνοις ἢ φοινικίνοις. τὸ δὲ ζύθος ἰδίως μὲν σκευάζεται παρʼ ἐκείνοις, κοινὸν δʼ ἐστὶ πολλοῖς, καὶ παρʼ ἑκάστοις δὲ αἱ σκευασίαι διάφοροι. καὶ τοῦτο δὲ τῶν μάλιστα ζηλουμένων παρʼ αὐτοῖς τὸ πάντα τρέφειν τὰ γεννώμενα παιδία καὶ τὸ περιτέμνειν καὶ τὰ θήλεα ἐκτέμνειν, ὅπερ καὶ τοῖς Ἰουδαίοις νόμιμον· καὶ οὗτοι δʼ εἰσὶν Αἰγύπτιοι τὸ ἀνέκαθεν, καθάπερ εἰρήκαμεν ἐν τῷ περὶ ἐκείνων λόγῳ. φησὶ δʼ Ἀριστόβουλος ἐκ τῆς θαλάττης μηδὲν ἀνατρέχειν ὄψον εἰς τὸν Νεῖλον πλὴν κεστρέως καὶ θρίσσης καὶ δελφῖνος διὰ τοὺς κροκοδείλους, τοὺς μὲν δελφῖνας διὰ τὸ κρείττους εἶναι, τοὺς δὲ κεστρέας τῷ παραπέμπεσθαι ὑπὸ τῶν χοίρων παρὰ γῆν κατά τινα οἰκείωσιν φυσικήν· τῶν δὲ χοίρων ἀπέχεσθαι τοὺς κροκοδείλους στρογγύλων ὄντων καὶ ἐχόντων ἀκάνθας ἐπὶ τῇ κεφαλῇ φερούσας κίνδυνον τοῖς θηρίοις· ἀναθεῖν μὲν οὖν ἔαρος τοὺς κεστρέας γόνον ἔχοντας, μικρὸν δὲ πρὸ δύσεως πλειάδος καταβαίνειν τεξομένους ἀθρόους, ὅτε καὶ ἡ ἅλωσις αὐτῶν γίνεται περιπιπτόντων τοῖς φράγμασιν ἀθρόων· τοιαύτην δέ τινα εἰκάζειν ἔστι καὶ περὶ τῆς θρίσσης αἰτίαν. ταῦτα καὶ περὶ Αἰγύπτου. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | περὶ δὲ Λιβύης ἐφεξῆς λέγωμεν, ὅπερ λείπεται μέρος τῆς συμπάσης γεωγραφίας. εἴρηται μὲν οὖν καὶ πρότερον πολλὰ περὶ αὐτῆς, ἀλλὰ καὶ νῦν ὅσα καίρια προσυπομνηστέον, προστιθέντας καὶ τὰ μὴ λεχθέντα πρότερον. οἱ μὲν οὖν πρὸς τὰς ἠπείρους τὴν οἰκουμένην διελόντες ἀνίσως διεῖλον· ἐμφαίνει γὰρ τὸ τριχῆ τὸ εἰς τρία ἴσα· τοσοῦτο δʼ ἀπολείπεται τοῦ τρίτον εἶναι μέρος τῆς οἰκουμένης ἡ Λιβύη ὥστε καὶ συντεθεῖσα μετὰ τῆς Εὐρώπης οὐκ ἂν ἐξισάζειν δόξειε τῇ Ἀσίᾳ· τάχα δὲ καὶ τῆς Εὐρώπης ἐλάττων ἐστί, κατὰ δὲ τὴν δύναμιν καὶ πολλῷ τινι· ἔρημος γάρ ἐστιν ἡ πολλὴ τῆς μεσογαίας καὶ τῆς παρωκεανίτιδος, κατοικίαις δὲ κατάστικτός ἐστι μικραῖς καὶ σποράσι καὶ νομαδικαῖς ταῖς πλείσταις· πρὸς δὲ τῇ ἐρημίᾳ καὶ τὸ θηριοτρόφον ἐξελαύνει καὶ ἐκ τῆς δυναμένης οἰκεῖσθαι· πολὺ δὲ καὶ τῆς διακεκαυμένης ἐπιλαμβάνει ζώνης. ἡ μέντοι καθʼ ἡμᾶς εὐδαιμόνως οἰκεῖται πᾶσα παραλία ἡ μεταξὺ Νείλου καὶ στηλῶν, καὶ μάλιστα ἡ ὑπὸ Καρχηδονίοις γενομένη· ἀνυδρίαι δέ τινες κἀνταῦθα παρεμπίπτουσιν, οἷαι περί τε τὰς Σύρτεις καὶ τοὺς Μαρμαρίδας καὶ τὸν Καταβαθμόν. ἔστι δὲ ὀρθογωνίου τριγώνου τὸ σχῆμα, ὡς ἄν τις ἐν ἐπιπέδῳ νοήσειε, βάσιν μὲν ἔχον τὴν καθʼ ἡμᾶς παραλίαν τὴν ἀπὸ τῆς Αἰγύπτου καὶ Νείλου μέχρι Μαυρουσίας καὶ στηλῶν, πρὸς ὀρθὰς δὲ ταύτῃ πλευρὰν ἣν ὁ Νεῖλος ποιεῖ μέχρι Αἰθιοπίας, προσεκβαλλόντων ἡμῶν ἕως Ὠκεανοῦ, τὴν δʼ ὑποτείνουσαν τῇ ὀρθῇ τὴν παρωκεανῖτιν ἅπασαν τὴν μεταξὺ Αἰθιόπων καὶ Μαυρουσίων. τὸ μὲν οὖν κατʼ αὐτὴν τὴν κορυφὴν τοῦ λεχθέντος σχήματος ἤδη πως ὑποπῖπτον τῇ διακεκαυμένῃ λέγομεν ἐξ εἰκασμοῦ διὰ τὸ ἀπρόσιτον, ὥστʼ οὐδὲ τὸ μέγιστον πλάτος τῆς χώρας ἔχοιμεν ἂν λέγειν· τὸ μέντοι τοσοῦτον ἐν τοῖς πρόσθεν λόγοις ἔφαμεν ὅτι ἐξ Ἀλεξανδρείας εἰς Μερόην τὸ βασίλειον τῶν Αἰθιόπων πρὸς νότον ἰόντι στάδιοί εἰσι περὶ μυρίους, ἐκεῖθεν δʼ ἐπʼ εὐθείας ἐπὶ τοὺς ὅρους τῆς διακεκαυμένης καὶ τῆς οἰκουμένης ἄλλοι τρισχίλιοι· τὸ γοῦν αὐτὸ θετέον τὸ μέγιστον πλάτος τῆς Λιβύης, μυρίους καὶ τρισχιλίους ἢ τετρακισχιλίους σταδίους, μῆκος δὲ μικρῷ ἔλαττον ἢ διπλάσιον. τὰ καθʼ ὅλου μὲν ταῦτα περὶ Λιβύης· τὰ καθʼ ἕκαστα δὲ λεκτέον ἀρξαμένοις ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τῶν ἐπιφανεστέρων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | οἰκοῦσι δʼ ἐνταῦθα Μαυρούσιοι μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, Μαῦροι δʼ ὑπὸ τῶν Ῥωμαίων καὶ τῶν ἐπιχωρίων, Λιβυκὸν ἔθνος μέγα καὶ εὔδαιμον, ἀντίπορθμον τῇ Ἰβηρίᾳ. κατὰ τοῦτο δὲ καὶ ὁ κατὰ τὰς στήλας τὰς Ἡρακλείους πορθμός ἐστι, περὶ οὗ πολλὰ εἴρηται. ἔξω δὲ προελθόντι τοῦ κατὰ τὰς στήλας πορθμοῦ, τὴν Λιβύην ἐν ἀριστερᾷ ἔχοντι ὄρος ἐστίν, ὅπερ οἱ μὲν Ἕλληνες Ἄτλαντα καλοῦσιν οἱ βάρβαροι δὲ Δύριν. ἐντεῦθεν δὲ πρόπους ἔκκειταί τις ὕστατος πρὸς δύσιν τῆς Μαυρουσίας αἱ Κώτεις λεγόμεναι· πλησίον δὲ καὶ πολίχνιον μικρὸν ὑπὲρ τῆς θαλάττης, ὅπερ Τρίγγα καλοῦσιν οἱ βάρβαροι, Λύγγα δʼ ὁ Ἀρτεμίδωρος προσηγόρευκε, Ἐρατοσθένης δὲ Λίξον· κεῖται δʼ ἀντίπορθμον τοῖς Γαδείροις ἐν διάρματι σταδίων ὀκτακοσίων, ὅσον ἑκάτερα διέχει τοῦ κατὰ τὰς στήλας πορθμοῦ· πρὸς νότον δὲ τῇ Λίξῳ καὶ ταῖς Κώτεσι παράκειται κόλπος Ἐμπορικὸς καλούμενος, ἔχων Φοινικικὰς ἐμπορικὰς κατοικίας. ἔστι μὲν οὖν πᾶσα ἡ συνεχὴς τῷ κόλπῳ τούτῳ παραλία κολπώδης, ὑπεξαιρουμένῳ δὲ τοὺς κόλπους καὶ τὰς ἐξοχὰς κατὰ τὸ σχῆμα τὸ τριγωνοειδὲς ὃ ὑπέγραψα, νοείσθω μᾶλλον ἐπὶ τὴν μεσημβρίαν ἅμα καὶ τὴν ἕω λαμβάνουσα τὴν αὔξησιν ἡ ἤπειρος. τὸ δʼ ὄρος διὰ μέσης ἐκτεινόμενον τῆς Μαυρουσίας τὸ ἀπὸ τῶν Κώτεων μέχρι καὶ Σύρτεων οἰκεῖται καὶ αὐτὸ καὶ ἄλλα παράλληλα αὐτῷ κατʼ ἀρχὰς μὲν ὑπὸ τῶν Μαυρουσίων, ἐν βάθει δὲ τῆς χώρας ὑπὸ τοῦ μεγίστου τῶν Λιβυκῶν ἐθνῶν, οἳ Γαίτουλοι λέγονται. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πλεῖστα δὲ πλάσματα τῇ Λιβυκῇ παραλίᾳ τῇ ἐκτὸς προσεψεύσαντο οἱ συγγραφεῖς ἀρξάμενοι ἀπὸ τοῦ Ὀφέλα περίπλου, περὶ ὧν ἐμνήσθημέν που καὶ πρότερον, καὶ νῦν δὲ λέγομεν, συγγνώμην αἰτούμενοι τῆς τερατολογίας, ἐάν που βιασθῶμεν ἐκπεσεῖν εἴς τι τοιοῦτο, φεύγοντες τὸ πάντα σιγῇ παραπέμπειν καὶ τρόπον τινὰ πηροῦν τὴν ἱστορίαν. φασὶ δʼ οὖν τὸν Ἐμπορικὸν κόλπον ἄντρον ἔχειν εἴσω δεχόμενον τὴν θάλατταν ἐν ταῖς πλημμυρίσι μέχρι καὶ ἑπτὰ σταδίων, προκείμενον δὲ τούτου ταπεινὸν καὶ ὁμαλὸν χωρίον ἔχον Ἡρακλέους βωμόν, ὃν οὐκ ἐπικλύζεσθαί φασιν ὑπὸ τῆς πλημμυρίδος. ἓν δὲ δή τι τῶν πλασμάτων νομίζω τοῦτο, ἐγγὺς δὲ τούτῳ τὸ ἐν τοῖς ἑξῆς κόλποις κατοικίας λέγεσθαι παλαιὰς Τυρίων, ἃς ἐρήμους εἶναι νῦν, οὐκ ἐλαττόνων ἢ τριακοσίων πόλεων, ἃς οἱ Φαρούσιοι καὶ οἱ Νιγρῖται ἐξεπόρθησαν· διέχειν δὲ τούτους τῆς Λυγγός φασιν ἡμερῶν τριάκοντα ὁδόν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὸ μέντοι τὴν Μαυρουσίαν εὐδαίμονα εἶναι χώραν πλὴν ὀλίγης ἐρήμου, καὶ ποταμοῖς τε καὶ λίμναις κεχορηγῆσθαι παρὰ πάντων ὁμολογεῖται. μεγαλόδενδρός τε καὶ πολύδενδρος ὑπερβαλλόντως ἐστὶ καὶ πάμφορος· τὰς γοῦν μονοξύλους τραπέζας ποικιλωτάτας καὶ μεγίστας ἐκείνη τοῖς Ῥωμαίοις χορηγεῖ. τοὺς δὲ ποταμοὺς ἔχειν φασὶ καὶ κροκοδείλους καὶ ἄλλα γένη ζῴων ἐμφερῆ τοῖς ἐν τῷ Νείλῳ· τινὲς δὲ καὶ τὰς τοῦ Νείλου πηγὰς πλησιάζειν οἴονται τοῖς ἄκροις τῆς Μαυρουσίας. ἐν ποταμῷ δέ τινι γεννᾶσθαι βδέλλας ἑπταπήχεις, κατατετρημένα ἐχούσας τὰ βραγχία διʼ ὧν ἀναπνέουσι. καὶ ταῦτα δὲ λέγουσι περὶ τῆς χώρας ὅτι ἄμπελος φύεται δυσὶν ἀνδράσι τὸ πάχος δυσπερίληπτος, βότρυν πηχυαῖόν πως ἀποδιδοῦσα· βοτάνη τε ὑψηλὴ πᾶσα καὶ λάχανον * νεαρὸν καὶ δρακόντιον, οἱ δὲ τῶν σταφυλίνων καυλοὶ καὶ ἱππομαράθου καὶ σκολύμων δωδεκαπήχεις, τὸ δὲ πάχος παλαιστῶν τεττάρων· καὶ δρακόντων δὲ καὶ ἐλεφάντων καὶ δορκάδων καὶ βουβάλων καὶ τῶν παραπλησίων ζῴων, λεόντων τε καὶ παρδάλεων, παντοδαπὴ τροφὸς ἡ χώρα ἐστί. φέρει δὲ καὶ γαλᾶς αἰλούροις ἴσας καὶ ὁμοίας πλὴν ὅτι τὰ ῥύγχη προπέπτωκε μᾶλλον, πιθήκων τε πάμπολυ πλῆθος, περὶ ὧν καὶ Ποσειδώνιος εἴρηκεν ὅτι πλέων ἐκ Γαδείρων εἰς τὴν Ἰταλίαν προσενεχθείη τῇ Λιβυκῇ παραλίᾳ καὶ ἴδοι τῶν θηρίων μεστόν τινα τούτων ἁλιτενῆ δρυμόν, τῶν μὲν ἐπὶ τοῖς δένδρεσι τῶν δʼ ἐπὶ γῆς, ἐχόντων ἐνίων καὶ σκύμνους καὶ ἐπεχόντων μαστόν· γελᾶν οὖν ὁρῶν βαρυμάστους, ἐνίους δὲ φαλακρούς, τοὺς δὲ κηλήτας καὶ ἄλλα τοιαῦτα ἐπιφαίνοντας σίνη. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔υπὲρ ταύτης δʼ ἐστὶν ἐπὶ τῇ ἔξω θαλάττῃ ἡ τῶν ἑσπερίων καλουμένων Αἰθιόπων χώρα κακῶς οἰκουμένη τὸ πλέον. ἐνταῦθα δὲ καὶ καμηλοπαρδάλεις φησὶν * Ἰφικράτης γεννᾶσθαι καὶ ἐλέφαντας καὶ τοὺς καλουμένους ῥίζεις, οἳ ταυροειδεῖς μέν εἰσι τὴν μορφήν, κατὰ δὲ τὴν δίαιταν καὶ τὸ μέγεθος καὶ τὴν ἀλκὴν τὴν πρὸς μάχην ἐλέφασιν ἐοίκασι· δράκοντάς τε λέγει μεγάλους ὥστε καὶ πόαν ἐπιπεφυκέναι· τοὺς δὲ λέοντας τοῖς πώλοις τῶν ἐλεφάντων ἐπιτίθεσθαι, αἱμάξαντας δὲ φεύγειν ἐπιουσῶν τῶν μητέρων· τὰς δʼ ἐπειδὰν ἴδωσιν ᾑμαγμένους, κτείνειν. ἐπανιόντας δὲ τοὺς λέοντας ἐπὶ τὰ πτώματα νεκροφαγεῖν. Βόγον δὲ τὸν βασιλέα τῶν Μαυρουσίων ἀναβάντα ἐπὶ τοὺς ἑσπερίους Αἰθίοπας καταπέμψαι τῇ γυναικὶ δῶρα καλάμους τοῖς Ἰνδικοῖς ὁμοίους, ὧν ἕκαστον γόνυ χοίνικας χωροῦν ὀκτώ· καὶ ἀσπαράγων δʼ ἐμφερῆ μεγέθη. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | εἰς δὲ τὴν ἐντὸς θάλατταν πλέουσιν ἀπὸ Λυγγὸς πόλις ἐστὶ Ζῆλις καὶ * Τίγα, εἶτα τῶν ἑπτὰ ἀδελφῶν μνήματα καὶ τὸ ὑπερκείμενον ὄρος ὄνομα Ἀβίλη πολύθηρον καὶ μεγαλόδενδρον. τοῦ δὲ κατὰ τὰς στήλας πορθμοῦ τὸ μὲν μῆκος λέγεται σταδίων ἑκατὸν εἴκοσι, τὸ δʼ ἐλάχιστον πλάτος κατὰ τὸν Ἐλέφαντα ἑξήκοντα. εἰσπλεύσαντι δʼ ἑξῆς πόλεις τε καὶ ποταμοὶ πλείους μέχρι Μολοχὰθ ποταμοῦ, ὃς ὁρίζει τὴν Μαυρουσίων καὶ τὴν Μασαισυλίων γῆν. καλεῖται δὲ καὶ ἄκρα μεγάλη πλησίον τοῦ ποταμοῦ καὶ Μεταγώνιον τόπος ἄνυδρος καὶ λυπρός, σχεδὸν δέ τι καὶ τὸ ὄρος τὸ ἀπὸ τῶν Κώτεων μέχρι δεῦρο παρατείνει· μῆκος δὲ τὸ ἀπὸ τῶν Κώτεων ἐπὶ τοὺς ὅρους τοὺς τῶν Μασαισυλίων στάδιοι πεντακισχίλιοι· ἔστι δὲ τὸ Μεταγώνιον κατὰ νέαν που Καρχηδόνα ἐν τῇ περαίᾳ· Τιμοσθένης δʼ οὐκ εὖ κατὰ Μασσαλίαν φησίν· ἔστι δʼ ἐκ Καρχηδόνος νέας δίαρμα εἰς Μεταγώνιον στάδιοι τρισχίλιοι, παράπλους δὲ εἰς Μασσαλίαν ὑπὲρ ἑξακισχιλίων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | οὕτω δʼ εὐδαίμονα χώραν οἰκοῦντες τὴν πλείστην οἱ Μαυρούσιοι διατελοῦσιν ὅμως καὶ μέχρι δεῦρο τοῦ χρόνου νομαδικῶς ζῶντες οἱ πολλοί. καλλωπίζονται δʼ ὅμως κόμης ἐμπλοκῇ καὶ πώγωνι καὶ χρυσοφορίᾳ σμήξει τε ὀδόντων καὶ ὀνυχισμῷ· σπάνιόν τε ἂν ἴδοις ἁπτομένους ἀλλήλων ἐν τοῖς περιπάτοις τοῦ παραμένειν αὐτοῖς ἄθικτον τὸν κόσμον τῶν τριχῶν. μάχονται δʼ ἱππόται τὸ πλέον ἀπὸ ἄκοντος, σχοινοχαλίνοις χρώμενοι τοῖς ἵπποις καὶ γυμνοῖς· ἔχουσι δὲ καὶ μαχαίρας· οἱ δὲ πεζοὶ τὰς τῶν ἐλεφάντων δορὰς ὡς ἀσπίδας προβάλλονται· τὰς δὲ τῶν λεόντων καὶ παρδάλεων καὶ ἄρκτων ἀμπέχονται καὶ ἐγκοιμῶνται. σχεδὸν δέ τι καὶ οὗτοι καὶ οἱ ἐφεξῆς Μασαισύλιοι καὶ κοινῶς Λίβυες κατὰ τὸ πλέον ὁμοιόσκευοί εἰσι καὶ τὰ ἄλλα ἐμφερεῖς, μικροῖς ἵπποις χρώμενοι, ὀξέσι δὲ καὶ εὐπειθέσιν ὥστʼ ἀπὸ ῥαβδίου οἰακίζεσθαι· περιτραχήλια δὲ ξύλινα ἢ τρίχινα, ἀφʼ ὧν ὁ ῥυτὴρ ἀπήρτηται· ἔνιοι δὲ καὶ χωρὶς ὁλκῆς ἕπονται ὡς κύνες· πέλτη μικρὰ βυρσίνη, πλατύλογχα μικρά, ἄζωστοι πλατύσημοι χιτῶνες, ἐπιπόρπημα, ὡς ἔφην, δορὰ καὶ προθωράκιον. Φαρούσιοι δὲ καὶ Νίγρητες οἱ ὑπὲρ τούτων οἰκοῦντες πρὸς τοῖς ἑσπερίοις Αἰθίοψι καὶ τοξεύουσι, καθάπερ καὶ οἱ Αἰθίοπες· χρῶνται δὲ καὶ δρεπανηφόροις ἅρμασι· μίσγονται δὲ καὶ τοῖς Μαυρουσίοις οἱ Φαρούσιοι διὰ τῆς ἐρήμου σπανίως, ὑπὸ ταῖς κοιλίαις τῶν ἵππων ὑπαρτῶντες τοὺς ἀσκοὺς τοῦ ὕδατος· ἔστι δʼ ὅτε καὶ εἰς Κίρταν ἀφικνοῦνται διά τινων τόπων ἑλωδῶν καὶ λιμνῶν. τινὰς δʼ αὐτῶν καὶ τρωγλοδυτικῶς οἰκεῖν φασιν ὀρύττοντας τὴν γῆν. λέγεται δὲ κἀνταῦθα τοὺς θερινοὺς ὄμβρους ἐπιπολάζειν, χειμῶνος δὲ εἶναι ἀνυδρίαν. ἐνίους δὲ τῶν ταύτῃ βαρβάρων καὶ ὄφεων καὶ ἰχθύων δοραῖς ἀμπεχόναις τε καὶ στρώμασι χρῆσθαι. τοὺς δὲ Φαρουσίους ἔνιοί φασιν Ἰνδοὺς εἶναι τοὺς συγκατελθόντας Ἡρακλεῖ δεῦρο. μικρὸν μὲν οὖν πρὸ ἡμῶν οἱ περὶ Βόγον βασιλεῖς καὶ Βόκχον κατεῖχον αὐτήν, φίλοι Ῥωμαίων ὄντες· ἐκλιπόντων δὲ τούτων, Ἰούβας παρέλαβε τὴν ἀρχήν, δόντος τοῦ Σεβαστοῦ Καίσαρος καὶ ταύτην αὐτῷ τὴν ἀρχὴν πρὸς τῇ πατρῴᾳ· υἱὸς δʼ ἦν Ἰούβα τοῦ πρὸς Καίσαρα τὸν θεὸν πολεμήσαντος μετὰ Σκιπίωνος. Ἰούβας μὲν οὖν νεωστὶ ἐτελεύτα τὸν βίον, διαδέδεκται δὲ τὴν ἀρχὴν υἱὸς Πτολεμαῖος γεγονὼς ἐξ Ἀντωνίου θυγατρὸς καὶ Κλεοπάτρας. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀρτεμίδωρος δʼ Ἐρατοσθένει μὲν ἀντιλέγει, διότι Λίξον τινά φησι πόλιν περὶ τὰ ἄκρα τῆς Μαυρουσίας τὰ ἑσπέρια ἀντὶ Λυγγός· Φοινικικὰς δὲ πόλεις κατεσπασμένας παμπόλλας τινάς, ὧν οὐδὲν ἰδεῖν ἔστιν ἴχνος· ἐν δὲ τοῖς ἑσπερίοις Αἰθίοψιpost Αἰθίοψι· τοὺς ἀέρας πλατεῖς φήσας ταῖς τε ὀρθριναῖς ὥραις καὶ ταῖς δειλιναῖς παχεῖς καὶ ἀχλυώδεις εἶναι τοὺς ἀέρας· πῶς γὰρ ἐν αὐχμώδεσι καὶ καυματηροῖς τόποις ταῦτʼ εἶναι; αὐτὸς δὲ τούτων πολὺ χείρω λέγει περὶ τοὺς αὐτοὺς τόπους· μετανάστας γάρ τινας ἱστορεῖ Λωτοφάγους, οἳ τὴν ἄνυδρον νέμοιντο, σιτοῖντο δὲ λωτόν, πόαν τινὰ καὶ ῥίζαν, ἐφʼ ἧς οὐδὲν δέοιντο ποτοῦ. παρήκειν δʼ αὐτοὺς μέχρι τῶν ὑπὲρ Κυρήνης τόπων· τοὺς δʼ ἐκεῖ καὶ γαλακτοποτεῖν καὶ κρεωφαγεῖν, καίπερ ταυτοκλινεῖς ὄντας. καὶ Γαβίνιος δὲ ὁ τῶν Ῥωμαίων συγγραφεὺς οὐκ ἀπέχεται τῆς τερατολογίας τῆς περὶ τὴν Μαυρουσίαν· πρὸς γὰρ τῇ Λυγγὶ Ἀνταίου μνῆμα ἱστορεῖ καὶ σκελετὸν πηχῶν ἑξήκοντα, ὃν Σερτώριον γυμνῶσαι καὶ πάλιν ἐπιβαλεῖν γῆν. καὶ τὰ περὶ τῶν ἐλεφάντων μυθώδη· φησὶ γὰρ τἆλλα μὲν θηρία φεύγειν τὸ πῦρ, τοὺς δʼ ἐλέφαντας πολεμεῖν καὶ ἀμύνεσθαι, διότι τὴν ὕλην φθείρει· πρὸς δὲ τοὺς ἀνθρώπους διαμάχεσθαι, κατασκόπους προπέμποντας, καὶ ὅταν ἴδωσιν ἐκείνους φεύγοντας, φεύγειν καὶ αὐτούς, ἐπειδὰν δὲ τραύματα λάβωσιν, ἱκετηρίαν προτείνειν κλάδους ἢ βοτάνην ἢ κόνιν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν τῶν Μαυρουσίων γῆν ἡ τῶν Μασαισυλίων ἐστίν, ἀπὸ τοῦ Μολοχὰθ ποταμοῦ τὴν ἀρχὴν λαμβάνουσα, τελευτῶσα δὲ ἐπὶ τὴν ἄκραν, ἣ καλεῖται Τρητόν, ὅριον τῆς τε Μασαισύλων καὶ τῆς Μασυλιέων γῆς· στάδιοι δʼ εἰσὶν ἀπὸ τοῦ Μεταγωνίου μέχρι τοῦ Τρητοῦ ἑξακισχίλιοι· οἱ δʼ ἐλάττους φασίν. ἔχει δʼ ἡ παραλία πόλεις τε πλείους καὶ ποταμοὺς καὶ χώραν εὐφυῆ, τῶν δʼ ἐν ὀνόματι ἀρκεῖ μνησθῆναι. ἔστι δὲ πόλις Σίγα ἐν χιλίοις σταδίοις ἀπὸ τῶν λεχθέντων ὅρων, βασίλειον Σόφακος· κατέσπασται δὲ νῦν· τὴν δὲ χώραν μετὰ Σόφακα κατέσχε Μασανάσσης, εἶτα Μικίψας, εἶτα καὶ οἱ ἐκεῖνον διαδεξάμενοι, καθʼ ἡμᾶς δὲ Ἰούβας ὁ πατὴρ τοῦ νεωστὶ τελευτήσαντος Ἰούβα· κατέσπασται δὲ καὶ Ζάμα τὸ τούτου βασίλειον ὑπὸ Ῥωμαίων· μετὰ δὲ τὴν Σίγαν Θεῶν λιμὴν ἐν ἑξακοσίοις σταδίοις· εἶτʼ ἄλλοι ἄσημοι τόποι. τὰ μὲν οὖν ἐν βάθει τῆς χώρας ὀρεινὰ καὶ ἔρημα ἔσθʼ ὅτε παρέσπαρται, ἃ κατέχουσιν οἱ Γαίτουλοι μέχρι καὶ Σύρτεων· τὰ δʼ ἐκεῖ πρὸς θαλάττῃ καὶ πεδία εὐδαίμονά ἐστι καὶ πόλεις πολλαὶ καὶ ποταμοὶ καὶ λίμναι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ποσειδώνιος δʼ οὐκ οἶδʼ εἰ ἀληθεύει φήσας ὀλίγοις καὶ μικροῖς διαρρεῖσθαι ποταμοῖς τὴν Λιβύην· αὐτοὺς γάρ, οὓς Ἀρτεμίδωρος εἴρηκε, τοὺς μεταξὺ τῆς Λυγγὸς καὶ Καρχηδόνος καὶ πολλοὺς εἴρηκε καὶ μεγάλους. ἐν δὲ τῇ μεσογαίᾳ ταῦτʼ ἀληθέστερον εἰπεῖν· εἴρηκε δὲ τούτου τὴν αἰτίαν αὐτός· μὴ γὰρ κατομβρεῖσθαι τοῖς ἀρκτικοῖς μέρεσι, καθάπερ οὐδὲ τὴν Αἰθιοπίαν φασί· διὸ πολλάκις λοιμικὰ ἐμπίπτειν ὑπὸ αὐχμῶν καὶ τὰς λίμνας τελμάτων πίμπλασθαι καὶ τὴν ἀκρίδα ἐπιπολάζειν. ἔτι φησὶ τὰ μὲν ἀνατολικὰ ὑγρὰ εἶναι, τὸν γὰρ ἥλιον ἀνίσχοντα ταχὺ παραλλάττειν, τὰ δʼ ἑσπέρια ξηρά, ἐκεῖ γὰρ καταστρέφειν ὑγρὰ γὰρ καὶ ξηρά, τὰ μὲν παρʼ ὑδάτων ἀφθονίαν ἢ σπάνιν λέγεται, τὰ δὲ παρὰ τὴν τῶν ἡλίων· βούλεται δὲ λέγειν τὰ παρὰ τοὺς ἡλίους· ταῦτα δὲ πάντες ἀρκτικοῖς καὶ μεσημβρινοῖς κλίμασιν ἀφορίζουσι· καὶ μὴν ἀνατολικά τε καὶ δυσμικά, τὰ μὲν πρὸς τὰς οἰκήσεις λεγόμενα, καθʼ ἑκάστην τὴν οἴκησιν καὶ τὴν μετάπτωσιν τῶν ὁριζόντων ἄλλα καὶ ἄλλα ἐστίν, ὥστʼ οὐδʼ ἔνεστι καθολικῶς εἰπεῖν ἐπὶ τῶν ἀπεριλήπτων τὸ πλῆθος, ὅτι τὰ μὲν ἀνατολικὰ ὑγρά, τὰ δὲ δυσμικὰ ξηρά. ὡς δὲ λέγεται πρὸς τὴν οἰκουμένην ὅλην καὶ τὰς ἐσχατιὰς τὰς τοιαύτας, οἵα καὶ ἡ Ἰνδικὴ καὶ ἡ Ἰβηρία, λέγοι ἂν εἰ ἄρα τὴν τοιαύτην ἀπόφασιν. τίς οὖν ἡ πιθανότης τῆς αἰτιολογίας; ἐν γὰρ περιφορᾷ συνεχεῖ τε καὶ ἀδιαλείπτῳ τοῦ ἡλίου τίς ἂν εἴη καταστροφή; τό τε τάχος τῆς παραλλαγῆς πανταχοῦ ἴσον. ἄλλως τε παρὰ τὴν ἐνάργειάν ἐστι, τὰ ἔσχατα τῆς Ἰβηρίας ἢ τῆς Μαυρουσίας τὰ πρὸς δύσιν ξηρὰ λέγειν ἁπάντων μάλιστα· καὶ γὰρ τὸ περιέχον εὔκρατον ἔχει καὶ πλείστων ὑδάτων εὐπορεῖ. εἰ δὲ τὸ καταστρέφειν τοιοῦτον εἴληπται, ὅτι ἐνταῦθα * τὰ ὕστατα τῆς οἰκουμένης ὑπὲρ γῆς γίνεται, τί τοῦτο συντείνει πρὸς ξηρασίαν; καὶ γὰρ ἐνταῦθα καὶ ἐν τοῖς ἄλλοις τόποις τῆς οἰκουμένης τοῖς ταυτοκλινέσι τὸν ἴσον διαλιπὼν χρόνον τὸν τῆς νυκτὸς ἐπάνεισι πάλιν καὶ θερμαίνει τὴν γῆν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δέ που αὐτόθι καὶ ἀσφάλτου πηγὴ καὶ χαλκωρυχεῖα· καὶ σκορπίων δὲ καὶ πτηνῶν καὶ ἀπτέρων λέγεται πλῆθος, μεγέθει δὲ ἑπτασπονδύλων, ὁμοίως δὲ καὶ φαλάγγια καὶ μεγέθει καὶ πλήθει διαφέροντα· σαύρας δὲ διπήχεις φασίν. ἐν μὲν οὖν τῇ παρορείῳ λίθους εὑρίσκεσθαί φασι τοὺς λυχνίτας καὶ καρχηδονίους λεγομένους· ἐν δὲ τοῖς πεδίοις ὀστρακίων καὶ χηραμύδων πλῆθος, οἷον ἐν τοῖς περὶ τοῦ Ἄμμωνος λόγοις εἰρήκαμεν· καὶ δένδρον δέ ἐστι μελίλωτον καλούμενον, ἐξ οὗ σκευάζουσιν οἶνον· τινὲς δʼ αὐτῶν καὶ δίκαρπον ἔχουσι τὴν γῆν, καὶ δύο θεριστικὰ καρποῦνται, τὰ μὲν θερινὰ τὰ δʼ ἐαρινά· ἔστι δὲ ἡ καλάμη πεντάπηχυς τὸ ὕψος, πάχος δὲ τοῦ μικροῦ δακτύλου, τὸν δὲ καρπὸν διακοσιοκαιτετταρακοντάχουν ἀποδίδωσι· τοῦ δὲ ἔαρος οὐδὲ σπείρουσιν, ἀλλὰ παλιούροις συνδεδεμέναις ἐπικαταψήσαντες τὴν χώραν τῷ ἐκπεσόντι στάχυι κατὰ τὸν θερισμὸν ἀρκοῦνται· τελεσικαρπεῖ γὰρ τὸν θερινὸν καρπόν. διὰ δὲ τὸ πλῆθος τῶν θηρίων κνημῖδας ἔχοντες ἐργάζονται καὶ τἆλλα δὲ μέρη διφθεροῦνται· καθεύδοντες δὲ περιχρίουσι τοὺς κλινόποδας σκορόδοις τῶν σκορπίων χάριν καὶ παλιούροις περιδοῦσιν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δὲ τῇ παραλίᾳ ταύτῃ πόλις Ἰὼλ ὄνομα, ἣν ἐπικτίσας Ἰούβας ὁ τοῦ Πτολεμαίου πατὴρ μετωνόμασε Καισάρειαν, ἔχουσα καὶ λιμένα καὶ πρὸ τοῦ λιμένος νησίον. μεταξὺ δὲ τῆς Καισαρείας καὶ τοῦ Τρητοῦ μέγας ἐστὶ λιμήν, ὃν Σάλδαν καλοῦσι· τοῦτο δʼ ἐστὶν ὅριον τῆς ὑπὸ τῷ Ἰούβᾳ καὶ τῆς ὑπὸ τοῖς Ῥωμαίοις· πολυτρόπως γὰρ οἱ μερισμοὶ γεγένηνται τῆς χώρας, ἅτε τῶν νεμομένων αὐτὴν πλειόνων γενομένων καὶ τῶν Ῥωμαίων ἄλλοτʼ ἄλλως τούτων τοῖς μὲν φίλοις χρωμένων, τοῖς δὲ καὶ πολεμίοις, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ χαρίζεσθαι συνέβαινεν ἄλλοις ἄλλα καὶ οὐ τὸν αὐτὸν τρόπον. ἦν δὲ ἡ μὲν πρὸς τῇ Μαυρουσίᾳ προσοδικωτέρα τε καὶ δυναμικωτέρα, ἡ δὲ πρὸς τῇ Καρχηδονίᾳ καὶ τῇ Μασυλιέων ἀνθηροτέρα τε καὶ κατεσκευασμένη βέλτιον, καίπερ κεκακωμένη διὰ τὰ Καρχηδόνια τὸ πρῶτον, ἔπειτα διὰ τὸν πρὸς Ἰουγούρθαν πόλεμον· ἐκεῖνος γὰρ Ἀδάρβαλα ἐκπολιορκήσας ἐν Ἰτύκῃ καὶ ἀνελών, φίλον ὄντα Ῥωμαίων, ἐνέπλησε τὴν χώραν πολέμου· εἶτʼ ἄλλοι ἐπʼ ἄλλοις συνέστησαν πόλεμοι, τελευταῖος δὲ ὁ πρὸς Σκιπίωνα Καίσαρι τῷ θεῷ συστάς, ἐν ᾧ καὶ Ἰούβας ἀπέθανε· συνηφανίσθησαν δὲ τοῖς ἡγεμόσι καὶ αἱ πόλεις, Τισιαοῦς τε καὶ Ὀυάγα καὶ Θάλα, ἔτι δὲ καὶ Κάψα, τὸ γαζοφυλάκιον τοῦ Ἰουγούρθα, καὶ Ζάμα καὶ Ζίγχα καὶ πρὸς αἷς κατεπολέμησε Καῖσαρ Σκιπίωνα ὁ θεός, πρὸς Ῥουσπίνῳ μὲν πρῶτον νικῶν, εἶτα πρὸς Οὐζίτοις, εἶτα πρὸς Θάψῳ καὶ τῇ πλησίον λίμνῃ καὶ ταῖς ἄλλαις· πλησίον δὲ καὶ Ζέλλα καὶ Ἀχόλλα, ἐλεύθεραι πόλεις· εἷλε δʼ ἐξ ἐφόδου Καῖσαρ τὴν Κέρκινναν νῆσον καὶ Θέναν, πολίχνην ἐπιθαλαττιδίαν. τούτων πασῶν αἱ μὲν τελέως ἠφανίσθησαν, αἱ δʼ ἡμίσπαστοι κατελείφθησαν· Φαρὰν δʼ οἱ Σκιπίωνος ἱππεῖς ἐνέπρησαν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δʼ οὖν Τρητὸν ἡ Μασυλιέων ἐστὶ καὶ ἡ Καρχηδονίων παραπλησία χώρα. Κίρτα τέ ἐστιν ἐν μεσογαίᾳ, τὸ Μασανάσσου καὶ τῶν ἑξῆς διαδόχων βασίλειον, πόλις εὐερκεστάτη καὶ κατεσκευασμένη καλῶς τοῖς πᾶσι καὶ μάλιστα ὑπὸ Μικίψα, ὅστις καὶ Ἕλληνας συνῴκισεν ἐν αὐτῇ καὶ τοσαύτην ἐποίησεν ὥστʼ ἐκπέμπειν μυρίους ἱππέας, διπλασίους δὲ πεζούς. ἥ τε δὴ Κίρτα ἐνταῦθα καὶ οἱ δύο Ἱππῶνες, ὁ μὲν πλησίον Ἰτύκης ὁ δὲ ἀπωτέρω πρὸς τῷ Τρητῷ μᾶλλον, ἄμφω βασίλεια. ἡ δὲ Ἰτύκη δευτέρα μετὰ Καρχηδόνα τῷ μεγέθει καὶ τῷ ἀξιώματι· καταλυθείσης δὲ Καρχηδόνος ἐκείνη ἦν ὡς ἂν μητρόπολις τοῖς Ῥωμαίοις καὶ ὁρμητήριον πρὸς τὰς ἐν Λιβύῃ πράξεις· ἵδρυται δʼ ἐν αὐτῷ τῷ κόλπῳ τῷ Καρχηδονιακῷ πρὸς θατέρῳ τῶν ἀκρωτηρίων τῶν ποιούντων τὸν κόλπον, ὧν τὸ μὲν πρὸς τῇ Ἰτύκῃ καλοῦσιν Ἀπολλώνιον, θάτερον δʼ Ἑρμαίαν, καὶ εἰσὶν ἐν ἐπόψει ἀλλήλαις αἱ πόλεις. ῥεῖ δὲ τῆς Ἰτύκης πλησίον ὁ Βαγράδας ποταμός· εἰσὶ δʼ ἀπὸ Τρητοῦ μέχρι Καρχηδόνος στάδιοι δισχίλιοι πεντακόσιοι· οὔτε τοῦθʼ ὁμολογεῖται δὲ τὸ διάστημα οὔτε τὸ μέχρι Σύρτεων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | καὶ Καρχηδὼν δὲ ἐπὶ χερρονήσου τινὸς ἵδρυται, περιγραφούσης κύκλον τριακοσίων ἑξήκοντα σταδίων ἔχοντα τεῖχος, οὗ τὸ ἑξηκονταστάδιον μῆκος αὐτὸς ὁ αὐχὴν ἐπέχει, καθῆκον ἀπὸ θαλάττης ἐπὶ θάλατταν, ὅπου τοῖς Καρχηδονίοις ἦσαν αἱ τῶν ἐλεφάντων στάσειςpost στάσεις· καὶ, τόπος εὐρυχωρής. κατὰ μέσην δὲ τὴν πόλιν ἡ ἀκρόπολις ἣν ἐκάλουν Βύρσαν, ὀφρὺς ἱκανῶς ὀρθία, κύκλῳ περιοικουμένη, κατὰ δὲ τὴν κορυφὴν ἔχουσα Ἀσκληπιεῖον, ὅπερ κατὰ τὴν ἅλωσιν ἡ γυνὴ τοῦ Ἀσδρούβα συνέπρησεν αὑτῇ. ὑπόκεινται δὲ τῇ ἀκροπόλει οἵ τε λιμένες καὶ ὁ Κώθων, νησίον περιφερὲς εὐρίπῳ περιεχόμενον, ἔχοντι νεωσοίκους ἑκατέρωθεν κύκλῳ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | κτίσμα δʼ ἐστὶ Διδοῦς ἀγαγούσης ἐκ Τύρου λαόν· οὕτω δʼ εὐτυχὴς ἡ ἀποικία τοῖς Φοίνιξιν ὑπῆρξε καὶ αὕτη καὶ ἡ μέχρι τῆς Ἰβηρίας τῆς τε ἄλλης καὶ τῆς ἔξω στηλῶν ὥστε τῆς Εὐρώπης ἔτι νῦν τὴν ἀρίστην νέμονται Φοίνικες κατὰ τὴν ἤπειρον καὶ τὰς προσεχεῖς νήσους, τήν τε Λιβύην κατεκτήσαντο πᾶσαν, ὅσον μὴ νομαδικῶς οἷόν τʼ ἦν οἰκεῖν. ἀφʼ ἧς δυνάμεως πόλιν τε ἀντίπαλον τῇ Ῥώμῃ κατεσκευάσαντο καὶ τρεῖς ἐπολέμησαν μεγάλους πρὸς αὐτοὺς πολέμους. γένοιτο δʼ ἂν εὔδηλος ἡ δύναμις αὐτῶν ἐκ τοῦ ὑστάτου πολέμου, ἐν ᾧ κατελύθησαν ὑπὸ Σκιπίωνος τοῦ Αἰμιλιανοῦ, καὶ ἡ πόλις ἄρδην ἠφανίσθη. ὅτε γὰρ ἤρξαντο πολεμεῖν τοῦτον τὸν πόλεμον, πόλεις μὲν εἶχον τριακοσίας ἐν τῇ Λιβύῃ, ἀνθρώπων δʼ ἐν τῇ πόλει μυριάδας ἑβδομήκοντα· πολιορκούμενοι δὲ καὶ ἀναγκασθέντες τραπέσθαι πρὸς ἔνδοσιν πανοπλιῶν μὲν ἔδοσαν μυριάδας εἴκοσι καταπελτικὰ δὲ ὄργανα τρισχίλια, ὡς οὐ πολεμηθησόμενοι. κριθέντος δὲ πάλιν τοῦ ἀναπολεμεῖν, ἐξαίφνης ὁπλοποιίαν συνεστήσαντο, καὶ ἑκάστης ἡμέρας ἀνεφέροντο θυρεοὶ μὲν ἑκατὸν καὶ τετταράκοντα πεπηγότες, μάχαιραι δὲ τριακόσιαι καὶ λόγχαι πεντακόσιαι, χίλια δὲ βέλη καταπελτικά, τρίχα δὲ τοῖς καταπέλταις αἱ θεράπαιναι παρεῖχον· ἔτι τοίνυν ναῦς ἔχοντες δώδεκα ἐξ ἐτῶν πεντήκοντα κατὰ τὰς ἐν τῷ δευτέρῳ πολέμῳ συνθήκας, τότε καίπερ ἤδη συμπεφευγότες εἰς τὴν Βύρσαν ἐν διμήνῳ κατεσκευάσαντο ναῦς ἑκατὸν εἴκοσι καταφράκτους, καὶ τοῦ στόματος τοῦ Κώθωνος φρουρουμένου διώρυξαν ἄλλο στόμα, καὶ προῆλθεν αἰφνιδίως ὁ στόλος· ὕλη γὰρ ἦν ἀποκειμένη παλαιὰ καὶ τεχνιτῶν πλῆθος προσεδρεῦον καὶ σιταρχούμενον δημοσίᾳ. τοιαύτη δʼ οὖσα Καρχηδὼν ὅμως ἑάλω καὶ κατεσκάφη. τὴν δὲ χώραν τὴν μὲν ἐπαρχίαν ἀπέδειξαν Ῥωμαῖοι τὴν ὑπὸ τοῖς Καρχηδονίοις, τῆς δὲ Μασανάσσην ἀπέδειξαν κύριον καὶ τοὺς ἀπογόνους τοὺς περὶ Μικίψαν. μάλιστα γὰρ ἐσπουδάσθη παρὰ τοῖς Ῥωμαίοις ὁ Μασανάσσης διʼ ἀρετὴν καὶ φιλίαν· καὶ γὰρ δὴ καὶ οὗτός ἐστιν ὁ τοὺς νομάδας πολιτικοὺς κατασκευάσας καὶ γεωργούς, ἔτι δʼ ἀντὶ τοῦ λῃστεύειν διδάξας στρατεύειν. ἴδιον γάρ τι τοῖς ἀνθρώποις συνέβη τούτοις· χώραν γὰρ οἰκοῦντες εὐδαίμονα πλὴν τοῦ θηρίοις πλεονάζειν, ἐάσαντες ἐκφέρειν ταῦτα καὶ τὴν γῆν ἐργάζεσθαι μετὰ ἀδείας ἐπʼ ἀλλήλοις ἐτρέποντο, τὴν δὲ γῆν τοῖς θηρίοις ἀφεῖσαν. οὕτω δʼ αὐτοῖς συνέβαινε πλάνητα καὶ μετανάστην βίον ζῆν μηδὲν ἧττον τῶν ὑπὸ ἀπορίας καὶ λυπρότητος τόπων ἢ ἀέρων εἰς τοῦτο περιισταμένων τῶν βίων, ὥστε καὶ ἴδιον τοῦθʼ εὑρίσκεσθαι τοὔνομα τοὺς Μασαισυλίους· καλοῦνται γὰρ Νομάδες. ἀνάγκη δὲ τοὺς τοιούτους εὐτελεῖς εἶναι τοῖς βίοις καὶ τὸ πλέον ῥιζοφάγους ἢ κρεοφάγους, γάλακτι δὲ καὶ τυρῷ τρεφομένους. ἠρημωμένης δʼ οὖν ἐπὶ πολὺν χρόνον τῆς Καρχηδόνος, καὶ σχεδόν τι τὸν αὐτὸν χρόνον ὅνπερ καὶ Κόρινθος, ἀνελήφθη πάλιν περὶ τοὺς αὐτούς πως χρόνους ὑπὸ Καίσαρος τοῦ θεοῦ πέμψαντος ἐποίκους Ῥωμαίων τοὺς προαιρουμένους καὶ τῶν στρατιωτῶν τινας, καὶ νῦν εἴ τις ἄλλη καλῶς οἰκεῖται τῶν ἐν Λιβύῃ πόλεωνpost πόλεων· Κατὰ μέσον δὲ τὸ στόμα τοῦ Καρχηδονίου κόλπου νῆσός ἐστι Κόρσουρα. ἀντίπορθμος δʼ ἐστὶν ἡ Σικελία τοῖς τόποις τούτοις ἡ κατὰ Λιλύβαιον, ὅσον ἐν διαστήματι χιλίων καὶ πεντακοσίων σταδίων· τοσοῦτον γάρ φασι τὸ ἐκ Λιλυβαίου μέχρι Καρχηδόνος· οὐ πολὺ δὲ τῆς Κορσούρας διέχουσιν οὐδὲ τῆς Σικελίας ἄλλαι τε νῆσοι καὶ Αἰγίμουρος.. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | διάπλους δʼ ἐστὶν ἐκ Καρχηδόνος ἑξήκοντα σταδίων εἰς τὴν προσεχῆ περαίαν, ὅθεν εἰς Νέφεριν ἀνάβασις σταδίων ἑκατὸν εἴκοσι, πόλιν ἐρυμνὴν ἐπὶ πέτρας ᾠκισμένην. ἐν αὐτῷ δὲ τῷ κόλπῳ ἐν ᾧπερ καὶ ἡ Καρχηδών, Τύνις ἐστὶ πόλις καὶ θερμὰ καὶ λατομίαι τινές· εἶθʼ ἡ Ἑρμαία ἄκρα τραχεῖα καὶ ἐπʼ αὐτῇ πόλις ὁμώνυμος· εἶτα Νεάπολις· εἶτʼ ἄκρα Ταφῖτις, καὶ ἐπʼ αὐτῇ λόφος Ἀσπὶς καλούμενος ἀπὸ τῆς ὁμοιότητος, ὅνπερ συνῴκισεν ὁ τῆς Σικελίας τύραννος Ἀγαθοκλῆς καθʼ ὃν καιρὸν ἐπέπλευσε τοῖς Καρχηδονίοις· συγκατεσπάσθησαν δὲ τῇ Καρχηδονίᾳ ὑπὸ Ῥωμαίων αἱ πόλεις αὗται. ἀπὸ δὲ τῆς Ταφίτιδος ἐν τετρακοσίοις σταδίοις νῆσός ἐστι Κόσσουρος κατὰ Σελινοῦντα τῆς Σικελίας ποταμόν, καὶ πόλιν ἔχουσα ὁμώνυμον, ἑκατὸν καὶ πεντήκοντα σταδίων οὖσα τὴν περίμετρον, διέχουσα τῆς Σικελίας περὶ ἑξακοσίους σταδίους· ἔστι δὲ καὶ Μελίτη νῆσος ἐν πεντακοσίοις σταδίοις ἀπὸ τῆς Κοσσούρου. εἶτα Ἀδρύμης πόλις, ἐν ᾗ καὶ νεώρια ἦν· εἶθʼ αἱ Ταριχεῖαι λεγόμεναι, νησία πολλὰ καὶ πυκνά· εἶτα Θάψος πόλις, καὶ μετὰ ταύτην νῆσος πελαγία Λοπαδοῦσσα· εἶτα ἄκρα Ἄμμωνος Βαλίθωνος, πρὸς ᾗ θυννοσκοπεῖον· εἶτα Θένα πόλις παρὰ τὴν ἀρχὴν κειμένη τῆς μικρᾶς σύρτεως· πολλαὶ δʼ εἰσὶ καὶ ἄλλαι μεταξὺ πολίχναι οὐκ ἄξιαι μνήμης· παράκειται δὲ τῇ ἀρχῇ τῆς σύρτεως νῆσος παραμήκης ἡ Κέρκιννα εὐμεγέθης ἔχουσα ὁμώνυμον πόλιν, καὶ ἄλλη ἐλάττων Κερκιννῖτις. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | συνεχὴς δʼ ἐστὶν ἡ μικρὰ σύρτις, ἣν καὶ Λωτοφαγῖτιν σύρτιν λέγουσιν. ἔστι δʼ ὁ μὲν κύκλος τοῦ κόλπου τούτου σταδίων χιλίων ἑξακοσίων, τὸ δὲ πλάτος τοῦ στόματος ἑξακοσίων· καθʼ ἑκατέραν δὲ τὴν ἄκραν τὴν ποιοῦσαν τὸ στόμα προσεχεῖς εἰσι τῇ ἠπείρῳ νῆσοι, ἥ τε λεχθεῖσα Κέρκιννα καὶ ἡ Μῆνιγξ, πάρισοι τοῖς μεγέθεσι. τὴν δὲ Μήνιγγα νομίζουσιν εἶναι τὴν τῶν Λωτοφάγων γῆν τὴν ὑφʼ Ὁμήρου λεγομένην, καὶ δείκνυταί τινα σύμβολα, καὶ βωμὸς Ὀδυσσέως καὶ αὐτὸς ὁ καρπός· πολὺ γάρ ἐστι τὸ δένδρον ἐν αὐτῇ τὸ καλούμενον λωτόν, ἔχον ἥδιστον καρπόν· πλείους δʼ εἰσὶν ἐν αὐτῇ πολίχναι, μία δʼ ὁμώνυμος τῇ νήσῳ· καὶ ἐν αὐτῇ δὲ τῇ σύρτει πολίχναι τινές εἰσι. κατὰ δὲ τὸν μυχὸν ἔστι παμμέγεθες ἐμπόριον, ποταμὸν ἔχον ἐμβάλλοντα εἰς τὸν κόλπον. διατείνει δὲ μέχρι δεῦρο τὰ τῶν ἀμπώτεων πάθη καὶ τῶν πλημμυρίδων, καθʼ ὃν καιρὸν ἐπὶ τὴν θήραν τῶν ἰχθύων ἐπιπηδῶσιν οἱ πρόσχωροι κατὰ σπουδὴν θέοντες. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν σύρτιν Ζοῦχις ἔστι λίμνη σταδίων τετρακοσίων στενὸν ἔχουσα εἴσπλουν καὶ παρʼ αὐτὴν πόλις ὁμώνυμος πορφυροβαφεῖα ἔχουσα καὶ ταριχείας παντοδαπάς· εἶτʼ ἄλλη λίμνη πολὺ ἐλάττων· καὶ μετὰ ταύτην Ἀβρότονον πόλις καὶ ἄλλαι τινές, συνεχῶς δὲ Νεάπολις, ἣν καὶ Λέπτιν καλοῦσιν· ἐντεῦθεν δʼ ἐστὶ δίαρμα τὸ Λοκρῶν τῶν Ἐπιζεφυρίων τρισχίλιοι ἑξακόσιοι στάδιοι. ἑξῆς δʼ ἐστὶ Κίνυψ ποταμός· καὶ μετὰ ταῦτα διατείχισμά τι, ὃ ἐποίησαν Καρχηδόνιοι γεφυροῦντες βάραθρά τινα εἰς τὴν χώραν ἀνέχοντα· εἰσὶ δὲ καὶ ἀλίμενοί τινες ἐνταῦθα τόποι, τῆς ἄλλης παραλίας ἐχούσης λιμένας· εἶτʼ ἄκρα ὑψηλὴ καὶ ὑλώδης, ἀρχὴ τῆς μεγάλης σύρτεως, καλοῦσι δὲ Κεφαλάς· εἰς ταύτην δὲ τὴν ἄκραν ἐκ Καρχηδόνος στάδιοί εἰσι μικρῷ πλείους τῶν πεντακισχιλίων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔υπέρκειται δὲ τῆς ἀπὸ Καρχηδόνος παραλίας μέχρι Κεφαλῶν καὶ μέχρι τῆς Μασαισυλίων ἡ τῶν Λιβοφοινίκων γῆ μέχρι τῆς τῶν Γαιτούλων ὀρεινῆς ἤδη Λιβυκῆς οὔσης. ἡ δʼ ὑπὲρ τῶν Γαιτούλων ἐστὶν ἡ τῶν Γαραμάντων γῆ παράλληλος ἐκείνῃ, ὅθεν οἱ καρχηδόνιοι κομίζονται λίθοι· τοὺς δὲ Γαράμαντας ἀπὸ τῶν Αἰθιόπωνκαὶ ante τῶν τῶν παρωκεανιτῶν ἀφεστάναι φασὶν ἡμερῶν ἐννέα ἢ καὶ δέκα ὁδόν, τοῦ δὲ Ἄμμωνος καὶ πεντεκαίδεκα. μεταξὺ δὲ τῆς Γαιτούλων καὶ τῆς ἡμετέρας παραλίας πολλὰ μὲν πεδία, πολλὰ δὲ ὄρη καὶ λίμναι μεγάλαι καὶ ποταμοί, ὧν τινες καὶ καταδύντες ὑπὸ γῆς ἀφανεῖς γίνονται· λιτοὶ δὲ σφόδρα τοῖς βίοις εἰσὶ καὶ τῷ κόσμῳ, πολυγύναικες δὲ καὶ πολύπαιδες, τἆλλα δὲ ἐμφερεῖς τοῖς νομάσι τῶν Ἀράβων· καὶ ἵπποι δὲ καὶ βόες μακροτραχηλότεροι τῶν παρʼ ἄλλοις· ἱπποφόρβια δʼ ἐστὶν ἐσπουδασμένα διαφερόντως τοῖς βασιλεῦσιν, ὥστε καὶ ἀριθμὸν ἐξετάζεσθαι πώλων κατʼ ἔτος εἰς μυριάδας δέκα. τὰ δὲ πρόβατα γάλακτι καὶ κρέασιν ἐκτρέφεται, καὶ μάλιστα πρὸς τοῖς Αἰθίοψι. τοιαῦτα μὲν τὰ ἐν τῇ μεσογαίᾳ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔η δὲ μεγάλη σύρτις τὸν μὲν κύκλον ἔχει σταδίων τρισχιλίων ἐνακοσίων τριάκοντά που, τὴν δʼ ἐπὶ τὸν μυχὸν διάμετρον χιλίων πεντακοσίων, τοσοῦτον δέ που καὶ τὸ τοῦ στόματος πλάτος. ἡ χαλεπότης δὲ καὶ ταύτης τῆς σύρτεως καὶ τῆς μικρᾶς ὅτι πολλαχοῦ τεναγώδης ἐστὶν ὁ βυθὸς καὶ κατὰ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας συμβαίνει τισὶν ἐμπίπτειν εἰς τὰ βράχη καὶ καθίζειν, σπάνιον δʼ εἶναι τὸ σωζόμενον σκάφος. διόπερ πόρρωθεν τὸν παράπλουν ποιοῦνται φυλαττόμενοι μὴ ἐμπέσοιεν εἰς τοὺς κόλπους ὑπʼ ἀνέμων ἀφύλακτοι ληφθέντες· τὸ μέντοι παρακίνδυνον τῶν ἀνθρώπων ἁπάντων διαπειρᾶσθαι ποιεῖ, καὶ μάλιστα τῶν παρὰ γῆν παράπλων. εἰσπλέοντι δὴ τὴν μεγάλην σύρτιν ἐν δεξιᾷ μετὰ τὰς Κεφαλὰς ἔστι λίμνη τριακοσίων που σταδίων τὸ μῆκος ἑβδομήκοντα δὲ τὸ πλάτος, ἐκδιδοῦσα εἰς τὸν κόλπον, ἔχουσα καὶ νησία καὶ ὕφορμον πρὸ τοῦ στόματος. μετὰ δὲ τὴν λίμνην τόπος ἐστὶν Ἀσπὶς καὶ λιμὴν κάλλιστος τῶν ἐν τῇ σύρτει. συνεχὴς δὲ ὁ Εὐφράντας πύργος ἐστίν, ὅριον τῆς πρότερον Καρχηδονίας γῆς καὶ τῆς Κυρηναίας τῆς ὑπὸ Πτολεμαίῳ· εἶτʼ ἄλλος τόπος Χάραξ καλούμενος, ᾧ ἐμπορίῳ ἐχρῶντο Καρχηδόνιοι κομίζοντες οἶνον, ἀντιφορτιζόμενοι δὲ ὀπὸν καὶ σίλφιον παρὰ τῶν ἐκ Κυρήνης λάθρᾳ παρακομιζόντων· εἶθʼ οἱ Φιλαίνων βωμοί· καὶ μετὰ δὲ τούτους Αὐτόμαλα φρούριον φυλακὴν ἔχον, ἱδρυμένον κατὰ τὸν μυχὸν τοῦ κόλπου παντός. ἔστι δʼ ὁ διὰ τοῦ μυχοῦ τούτου παράλληλος τοῦ μὲν διʼ Ἀλεξανδρείας μικρῷ νοτιώτερος χιλίοις σταδίοις, τοῦ δὲ διὰ Καρχηδόνος ἐλάττοσιν ἢ δισχιλίοις· πίπτοι δʼ ἂν τῇ μὲν καθʼ Ἡρώων πόλιν τὴν ἐν τῷ μυχῷ τοῦ Ἀραβίου κόλπου, τῇ δὲ κατὰ τὴν μεσόγαιαν τῶν Μασαισυλίων καὶ τῶν Μαυρουσίων· ὅπου τὸ λειπόμενον ἤδη τῆς παραλίας ἐστὶν εἰς πόλιν Βερενίκην στάδιοιpost στάδιοι· ἐννακις χίλιοι πεντακόσιοι. ὑπέρκεινται δὲ τοῦ μήκους τοῦδεpost τοῦδε· πλάτους παρήκοντες καὶ μέχρι τῶν Φιλαίνου βωμῶν οἱ προσαγορευόμενοι Νασαμῶνες, Λιβυκὸν ἔθνος· ἔχει δὲ τὸ μεταξὺ διάστημα καὶ λιμένας οὐ πολλοὺς ὑδρεῖά τε σπάνια. ἔστι δὲ ἄκρα λεγομένη Ψευδοπενιάς, ἐφʼ ἧς ἡ Βερενίκη τὴν θέσιν ἔχει παρὰ λίμνην τινὰ Τριτωνίδα, ἐν ᾗ μάλιστα νησίον ἐστὶ καὶ ἱερὸν τῆς Ἀφροδίτης ἐν αὐτῷ· ἔστι δὲ καὶ λίμνη Ἑσπερίδων, καὶ ποταμὸς ἐμβάλλει Λάθων. ἐνδοτέρω δὲ τῆς Βερενίκης ἐστὶ τὸ μικρὸν ἀκρωτήριον λεγόμενον Βόρειον ὃ ποιεῖ τὸ στόμα τῆς σύρτεως πρὸς τὰς Κεφαλάς· κεῖται δὲ ἡ Βερενίκη κατὰ τὰ ἄκρα τῆς Πελοποννήσου, κατὰ τὸν καλούμενον Ἰχθύν καὶ τὸν Χελωνάταν, καὶ ἔτι κατὰ τὴν Ζάκυνθον, ἐν διάρματι σταδίων τρισχιλίων ἑξακοσίων. ἐκ ταύτης τῆς πόλεως τριακοσταῖος πεζῇ περιώδευσε τὴν σύρτιν Μάρκος Κάτων, κατάγων στρατιὰν πλειόνων ἢ μυρίων ἀνδρῶν,ante εἰς· ὁ εἰς μέρη διελὼν τῶν ὑδρείων χάριν· ὥδευσε δὲ πεζὸς ἐν ἄμμῳ βαθείᾳ καὶ καύμασι. μετὰ δὲ Βερενίκην πόλις ἐστὶ Ταύχειρα ἣν καὶ Ἀρσινόην καλοῦσιν· εἶθʼ ἡ Βάρκη πρότερον, νῦν δὲ Πτολεμαΐς· εἶτα Φυκοῦς ἄκρα, ταπεινὴ μὲν πλεῖστον δʼ ἐκκειμένη πρὸς ἄρκτον παρὰ τὴν ἄλλην τὴν Λιβυκὴν παραλίαν· κεῖται δὲ κατὰ Ταίναρον τῆς Λακωνικῆς ἐν διάρματι δισχιλίων ὀκτακοσίων σταδίων· ἔστι δὲ καὶ πολίχνιον ὁμώνυμον τῇ ἄκρᾳ. οὐ πολὺ δὲ τοῦ Φυκοῦντος ἀπέχει τὸ τῶν Κυρηναίων ἐπίνειον ἡ Ἀπολλωνία, ὅσον ἑκατὸν καὶ ἑβδομήκοντα σταδίοις, τῆς δὲ Βερενίκης χιλίοις, τῆς δὲ Κυρήνης ὀγδοήκοντα, πόλεως μεγάλης ἐν τραπεζοειδεῖ πεδίῳ κειμένης, ὡς ἐκ τοῦ πελάγους ἑωρῶμεν αὐτήν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δὲ Θηραίων κτίσμα, Λακωνικῆς νήσου, ἣν καὶ Καλλίστην ὠνόμαζον τὸ παλαιόν, ὥς φησι καὶ Καλλίμαχος καλλίστη τὸ πάροιθε, τὸ δʼ ὕστερον οὔνομα Θήρη, μήτηρ εὐίππου πατρίδος ἡμετέρης. κεῖται δὲ τὸ τῶν Κυρηναίων ἐπίνειον κατὰ τὸ ἑσπέριον τῆς Κρήτης ἄκρον, τὸ τοῦ Κριοῦ μέτωπον, ἐν διάρματι διςχιλίων σταδίων· ὁ δὲ πλοῦς λευκονότῳ. λέγεται δὲ ἡ Κυρήνη κτίσμα Βάττου· πρόγονον δὲ τοῦτον ἑαυτοῦ φάσκει Καλλίμαχος· ηὐξήθη δὲ διὰ τὴν ἀρετὴν τῆς χώρας· καὶ γὰρ ἱπποτρόφος ἐστὶν ἀρίστη καὶ καλλίκαρπος, καὶ πολλοὺς ἄνδρας ἀξιολόγους ἔσχε καὶ δυναμένους ἐλευθερίας ἀξιολόγως προΐστασθαι καὶ πρὸς τοὺς ὑπερκειμένους βαρβάρους ἰσχυρῶς ἀντέχειν. τὸ μὲν οὖν παλαιὸν αὐτόνομος ἦν ἡ πόλις· εἶτα οἱ τὴν Αἴγυπτον κατασχόντες Μακεδόνες αὐξηθέντες ἐπέθεντο αὐτοῖς, ἀρξάντων τῶν περὶ Θίβρωνα τῶν ἀνελόντων τὸν Ἅρπαλον. βασιλευθέντες δὲ χρόνους τινὰς εἰς τὴν Ῥωμαίων ἐξουσίαν ἦλθον, καὶ νῦν ἐστιν ἐπαρχία τῇ Κρήτῃ συνεζευγμένη· τῆς δὲ Κυρήνης ἐστὶ περιπόλια ἥ τε Ἀπολλωνία καὶ ἡ Βάρκη καὶ ἡ Ταύχειρα καὶ Βερενίκη καὶ τὰ ἄλλα πολίχνια τὰ πλησίον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ὁμορεῖ δὲ τῇ Κυρηναίᾳ ἡ τὸ σίλφιον φέρουσα καὶ τὸν ὀπὸν τὸν Κυρηναῖον, ὃν ἐκφέρει τὸ σίλφιον ὀπισθέν· ἐγγὺς δʼ ἦλθε τοῦ ἐκλιπεῖν ἐπελθόντων τῶν βαρβάρων κατὰ ἔχθραν τινὰ καὶ φθειράντων τὰς ῥίζας τοῦ φυτοῦ· εἰσὶ δὲ νομάδες. ἄνδρες δʼ ἐγένοντο γνώριμοι Κυρηναῖοι Ἀρίστιππός τε ὁ Σωκρατικός, ὅστις καὶ τὴν Κυρηναϊκὴν κατεβάλετο φιλοσοφίαν, καὶ θυγάτηρ Ἀρήτη τοὔνομα, ἥπερ διεδέξατο τὴν σχολήν, καὶ ὁ ταύτην πάλιν διαδεξάμενος υἱὸς Ἀρίστιππος ὁ κληθεὶς Μητροδίδακτος, καὶ Ἀννίκερις ὁ δοκῶν ἐπανορθῶσαι τὴν Κυρηναϊκὴν αἵρεσιν καὶ παραγαγεῖν ἀντʼ αὐτῆς τὴν Ἀννικερείαν. Κυρηναῖος δʼ ἐστὶ καὶ Καλλίμαχος καὶ Ἐρατοσθένης, ἀμφότεροι τετιμημένοι παρὰ τοῖς Αἰγυπτίων βασιλεῦσιν, ὁ μὲν ποιητὴς ἅμα καὶ περὶ γραμματικὴν ἐσπουδακώς, ὁ δὲ καὶ ταῦτα καὶ περὶ φιλοσοφίαν καὶ τὰ μαθήματα εἴ τις ἄλλος διαφέρων. ἀλλὰ μὴν καὶ Καρνεάδης (οὗτος δὲ τῶν ἐξ Ἀκαδημίας ἄριστος φιλοσόφων ὁμολογεῖται) καὶ ὁ Κρόνος δὲ Ἀπολλώνιος ἐκεῖθέν ἐστιν, ὁ τοῦ διαλεκτικοῦ Διοδώρου διδάσκαλος τοῦ καὶ αὐτοῦ Κρόνου προσαγορευθέντος, μετενεγκάντων τινῶν τὸ τοῦ διδασκάλου ἐπίθετον ἐπὶ τὸν μαθητήν. μετὰ δὲ τὴν Ἀπολλωνίαν ἐστὶν ἡ λοιπὴ τῶν Κυρηναίων παραλία μέχρι Καταβαθμοῦ σταδίων δισχιλίων διακοσίων, οὐ πάνυ εὐπαράπλους· καὶ γὰρ λιμένες ὀλίγοι καὶ ὕφορμοι καὶ κατοικίαι καὶ ὑδρεῖα. τῶν δὲ μάλιστα ὀνομαζομένων κατὰ τὸν παράπλουν τόπων τό τε Ναύσταθμόν ἐστι καὶ τὸ Ζεφύριον πρόσορμον ἔχον καὶ ἄλλο Ζεφύριον καὶ ἄκρα Χερρόνησος λιμένα ἔχουσα· κεῖται δὲ κατὰ * κύκλον τῆς Κρήτης ἐν διάρματι χιλίων καὶ πεντακοσίων σταδίων νότῳ· εἶτα Ἡράκλειόν τι ἱερὸν καὶ ὑπὲρ αὐτοῦ κώμη Παλίουρος· εἶτα λιμὴν Μενέλαος καὶ Ἀρδανὶς ἄκρα ταπεινὴ ὕφορμον ἔχουσα· εἶτα μέγας λιμὴν καθʼ ὃν ἡ ἐν τῇ Κρήτῃ Χερρόνησος ἵδρυται, δισχιλίων που σταδίων δίαρμα ἀπολείπουσα μεταξύ· ὅλη γὰρ σχεδόν τι τῇ παραλίᾳ ταύτῃ ἀντίκειται παράλληλος ἡ Κρήτη στενὴ καὶ μακρά. μετὰ δὲ τὸν μέγαν λιμένα ἄλλος λιμὴν Πλυνός, καὶ ὑπὲρ αὐτὸν Τετραπυργία. καλεῖται δὲ ὁ τόπος Κατάβαθμος· μέχρι δεῦρο ἡ Κυρηναία. τὸ δὲ λοιπὸν ἤδη μέχρι Παραιτονίου κἀκεῖθεν εἰς Ἀλεξάνδρειανante εἴρηται· ἣ καὶ εἴρηται ἡμῖν ἐν τοῖς Αἰγυπτιακοῖς. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὴν δʼ ὑπερκειμένην ἐν βάθει χώραν τῆς σύρτεως καὶ τῆς Κυρηναίας κατέχουσιν οἱ Λίβυες, παράλυπρον καὶ αὐχμηράν· πρῶτοι μὲν οἱ Νασαμῶνες, ἔπειτα Ψύλλοι καί τινες Γαίτουλοι, ἔπειτα Γαράμαντες· πρὸς ἕω δʼ ἔτι μᾶλλον οἱ Μαρμαρίδαι, προσχωροῦντες ἐπὶ πλέον τῇ Κυρηναίᾳ καὶ παρατείνοντες μέχρι Ἄμμωνος. τεταρταίους μὲν οὖν φασιν ἀπὸ τοῦ μυχοῦ τῆς μεγάλης σύρτεως τοῦ κατʼ Αὐτόμαλά πως βαδίζοντας ὡς ἐπὶ χειμερινὰς ἀνατολὰς εἰς Αὔγιλα ἀφικνεῖσθαι. ἔστι δὲ ὁ τόπος οὗτος ἐμφερὴς τῷ Ἄμμωνι, φοινικοτρόφος τε καὶ εὔυδρος, ὑπέρκειται δὲ τῆς Κυρηναίαςτῆς ante πρὸς πρὸς μεσημβρίαν· μέχρι μὲν σταδίων ἑκατὸν καὶ δενδροφόρος ἐστὶν ἡ γῆ, μέχρι δʼ ἄλλων ἑκατὸν σπείρεται μόνον, οὐκ ὀρυζοτροφεῖ δʼ ἡ γῆ διὰ τὸν αὐχμόν. ὑπὲρ δὲ τούτων ἡ τὸ σίλφιον φέρουσά ἐστιν· εἶθʼ ἡ ἀοίκητος καὶ ἡ τῶν Γαραμάντων· ἔστι δʼ ἡ τὸ σίλφιον φέρουσα στενὴ καὶ παραμήκης καὶ παράξηρος, μῆκος μὲν ὡς ἐπὶ τὰς ἀνατολὰς ἰόντι ὅσον σταδίων χιλίων, πλάτος δὲ τριακοσίων ἢ μικρῷ πλειόνων τό γε γνώριμον. εἰκάζειν μὲν γὰρ ἅπασαν πάρεστι διηνεκῶς τὴν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένην τοιαύτην εἶναι κατά τε τοὺς ἀέρας καὶ τὴν τοῦ φυτοῦ φοράν· ἐπεὶ δʼ ἐμπίπτουσιν ἐρημίαι πλείους, οὐ τοὺς πάντας τόπους ἴσμεν· παραπλησίως δʼ ἀγνοεῖται καὶ τὰ ὑπὲρ τοῦ Ἄμμωνος καὶ τῶν αὐάσεων μέχρι τῆς Αἰθιοπίας. οὐδʼ ἂν ἔχοιμεν λέγειν τοὺς ὅρους οὔτε τῆς Αἰθιοπίας οὔτε τῆς Λιβύης, ἀλλʼ οὐδὲ τῆς πρὸς Αἰγύπτῳ τρανῶς, μή τί γε τῆς πρὸς τῷ ὠκεανῷ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὰ μὲν οὖν μέρη τῆς καθʼ ἡμᾶς οἰκουμένης οὕτω διάκειται· ἐπεὶ δʼ οἱ Ῥωμαῖοι τὴν ἀρίστην αὐτῆς καὶ γνωριμωτάτην κατέχουσιν, ἅπαντας ὑπερβεβλημένοι τοὺς πρότερον ἡγεμόνας ὧν μνήμην ἴσμεν, ἄξιονante διὰ· καὶ διὰ βραχέων καὶ τὰ τούτων εἰπεῖν. ὅτι μὲν οὖν ἐκ μιᾶς ὁρμηθέντες πόλεως τῆς Ῥώμης ἅπασαν τὴν Ἰταλίαν ἔσχον διὰ τὸ πολεμεῖν καὶ πολιτικῶς ἄρχειν εἴρηται, καὶ διότι μετὰ τὴν Ἰταλίαν τὰ κύκλῳ προσεκτήσαντο τῇ αὐτῇ ἀρετῇ χρώμενοι. τριῶν δὲ ἠπείρων οὐσῶν τὴν μὲν Εὐρώπην σχεδόν τι πᾶσαν ἔχουσι πλὴν τῆς ἔξω τοῦ Ἴστρου καὶ τῶν μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Τανάιδος παρωκεανιτῶν, τῆς δὲ Λιβύης ἡ καθʼ ἡμᾶς παραλία πᾶσα ὑπʼ αὐτοῖς ἐστιν, ἡ δὲ ἄλλη ἀοίκητός ἐστιν ἢ λυπρῶς καὶ νομαδικῶς οἰκεῖται. ὁμοίως δὲ καὶ τῆς Ἀσίας ἡ καθʼ ἡμᾶς παραλία πᾶσα ὑποχείριός ἐστιν, εἰ μή τις τὰ τῶν Ἀχαιῶν καὶ Ζυγῶν καὶ Ἡνιόχων ἐν λόγῳ τίθεται, λῃστρικῶς καὶ νομαδικῶς ζώντων ἐν στενοῖς καὶ λυπροῖς χωρίοις. τῆς δὲ μεσογαίας καὶ τῆς ἐν βάθει τὴν μὲν ἔχουσιν αὐτοί, τὴν δὲ Παρθυαῖοι καὶ οἱ ὑπὲρ τούτων βάρβαροι, πρός τε ταῖς ἀνατολαῖς καὶ ταῖς ἄρκτοις Ἰνδοὶ καὶ Βάκτριοι καὶ Σκύθαι, εἶτʼ Ἄραβες καὶ Αἰθίοπες· προστίθεται δὲ ἀεί τι παρʼ ἐκείνων αὐτοῖς. ταύτης δὲ τῆς συμπάσης χώρας τῆς ὑπὸ Ῥωμαίοις ἣ μὲν βασιλεύεται, ἣν δʼ ἔχουσιν αὐτοὶ καλέσαντες ἐπαρχίαν, καὶ πέμπουσιν ἡγεμόνας καὶ φορολόγους. εἰσὶ δέ τινες καὶ ἐλεύθεραι πόλεις, αἱ μὲν ἐξ ἀρχῆς κατὰ φιλίαν προσελθοῦσαι, τὰς δʼ ἠλευθέρωσαν αὐτοὶ κατὰ τιμήν. εἰσὶ δὲ καὶ δυνάσται τινὲς καὶ φύλαρχοι καὶ ἱερεῖς ὑπʼ αὐτοῖς· οὗτοι μὲν δὴ ζῶσι κατά τινας πατρίους νόμους. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | αἱ δʼ ἐπαρχίαι διῄρηνται ἄλλοτε μὲν ἄλλως, ἐν δὲ τῷ παρόντι ὡς Καῖσαρ ὁ Σεβαστὸς διέταξεν. ἐπειδὴ γὰρ ἡ πατρὶς ἐπέτρεψεν αὐτῷ τὴν προστασίαν τῆς ἡγεμονίας, καὶ πολέμου καὶ εἰρήνης κατέστη κύριος διὰ βίου, δίχα διεῖλε πᾶσαν τὴν χώραν καὶ τὴν μὲν ἀπέδειξεν ἑαυτῷ τὴν δὲ τῷ δήμῳ, ἑαυτῷ μὲν ὅση στρατιωτικῆς φρουρᾶς ἔχει χρείαν· αὕτη δʼ ἐστὶν ἡ βάρβαρος καὶ πλησιόχωρος τοῖς μήπω κεχειρωμένοις ἔθνεσιν ἢ λυπρὰ καὶ δυσγεώργητος, ὥσθʼ ὑπὸ ἀπορίας τῶν ἄλλων ἐρυμάτων δʼ εὐπορίας ἀφηνιάζειν καὶ ἀπειθεῖν, τῷ δήμῳ δὲ τὴν ἄλλην ὅση εἰρηνικὴ καὶ χωρὶς ὅπλων ἄρχεσθαι ῥᾳδία· ἑκατέραν δὲ τὴν μερίδα εἰς ἐπαρχίας διένειμε πλείους, ὧν αἱ μὲν καλοῦνται Καίσαρος αἱ δὲ τοῦ δήμου. καὶ εἰς μὲν τὰς Καίσαρος ἡγεμόνας καὶ διοικητὰς Καῖσαρ πέμπει, διαιρῶν ἄλλοτε ἄλλως τὰς χώρας καὶ πρὸς τοὺς καιροὺς πολιτευόμενος, εἰς δὲ τὰς δημοσίας ὁ δῆμος στρατηγοὺς ἢ ὑπάτους· καὶ αὗται δʼ εἰς μερισμοὺς ἄγονται διαφόρους, ἐπειδὰν κελεύῃ τὸ συμφέρον. ἀλλʼ ἐν ἀρχαῖς γε διέθηκε ποιήσας ὑπατικὰς μὲν δύο, Λιβύην τε ὅση ὑπὸ Ῥωμαίοις ἔξω τῆς ὑπὸ Ἰούβᾳ μὲν πρότερον νῦν δὲ Πτολεμαίῳ τῷ ἐκείνου παιδί, καὶ Ἀσίαν τὴν ἐντὸς Ἅλυος καὶ τοῦ Ταύρου πλὴν Γαλατῶν καὶ τῶν ὑπὸ Ἀμύντα γενομένων ἐθνῶν, ἔτι δὲ Βιθυνίας καὶ τῆς Προποντίδος· δέκα δὲ στρατηγικάς, κατὰ μὲν τὴν Εὐρώπην καὶ τὰς πρὸς αὐτῇ νήσους τήν τε ἐκτὸς Ἰβηρίαν λεγομένην, ὅση περὶ τὸν Βαῖτιν ποταμόνpost ποταμόν· καὶ τὸν Ἄτακα, καὶ τῆς Κελτικῆς τὴν Ναρβωνῖτιν, τρίτην δὲ Σαρδὼ μετὰ Κύρνου, καὶ Σικελίαν τετάρτην, πέμπτην δὲ καὶ ἕκτην τῆς Ἰλλυρίδος τὴν πρὸς τῇ Ἠπείρῳ καὶ Μακεδονίαν, ἑβδόμην δʼ Ἀχαΐαν μέχρι Θετταλίας καὶ Αἰτωλῶν καὶ Ἀκαρνάνων καί τινων Ἠπειρωτικῶν ἐθνῶν ὅσα τῇ Μακεδονίᾳ προσώριστο, ὀγδόην δὲ Κρήτην μετὰ τῆς Κυρηναίας, ἐνάτην δὲ Κύπρον, δεκάτην δὲ Βιθυνίαν μετὰ τῆς Προποντίδος καὶ τοῦ Πόντου τινῶν μερῶν· τὰς δὲ ἄλλας ἐπαρχίας ἔχει Καῖσαρ, ὧν εἰς ἃς μὲν πέμπει τοὺς ἐπιμελησομένους ὑπατικοὺς ἄνδρας, εἰς ἃς δὲ στρατηγικούς, εἰς ἃς δὲ καὶ ἱππικούς· καὶ βασιλεῖς δὲ καὶ δυνάσται καὶ δεκαρχίαι τῆς ἐκείνου μερίδος καὶ εἰσὶ καὶ ὑπῆρξαν ἀεί. |