Book
stringlengths 3
41
| Chapter
int64 1
151
| Verse Number
int64 1
176
| Verse Text
stringlengths 5
863
| Genre
stringclasses 6
values |
---|---|---|---|---|
ΓΕΝΕΣΙΣ | 29 | 5 | εἶπεν δὲ αὐτοῖς Γινώσκετε Λαβαν τὸν υἱὸν Ναχωρ; οἱ δὲ εἶπαν Γινώσκομεν. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 6 | εἶπεν δὲ αὐτοῖς Ὑγιαίνει; οἱ δὲ εἶπαν Ὑγιαίνει. καὶ ἰδοὺ Ραχηλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 7 | καὶ εἶπεν Ιακωβ Ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 8 | οἱ δὲ εἶπαν Οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 9 | ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ Ραχηλ ἡ θυγάτηρ Λαβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 10 | ἐγένετο δὲ ὡς εἶδεν Ιακωβ τὴν Ραχηλ θυγατέρα Λαβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πρόβατα Λαβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ιακωβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λαβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 11 | καὶ ἐφίλησεν Ιακωβ τὴν Ραχηλ καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 12 | καὶ ἀνήγγειλεν τῇ Ραχηλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστιν καὶ ὅτι υἱὸς Ρεβεκκας ἐστίν, καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 13 | ἐγένετο δὲ ὡς ἤκουσεν Λαβαν τὸ ὄνομα Ιακωβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λαβαν πάντας τοὺς λόγους τούτους. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 14 | καὶ εἶπεν αὐτῷ Λαβαν Ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ’ αὐτοῦ μῆνα ἡμερῶν. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 15 | Εἶπεν δὲ Λαβαν τῷ Ιακωβ Ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σού ἐστιν. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 16 | τῷ δὲ Λαβαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεια, καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχηλ· | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 17 | οἱ δὲ ὀφθαλμοὶ Λειας ἀσθενεῖς, Ραχηλ δὲ καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 18 | ἠγάπησεν δὲ Ιακωβ τὴν Ραχηλ καὶ εἶπεν Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχηλ τῆς θυγατρός σου τῆς νεωτέρας. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 19 | εἶπεν δὲ αὐτῷ Λαβαν Βέλτιον δοῦναί με αὐτὴν σοὶ ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ’ ἐμοῦ. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 20 | καὶ ἐδούλευσεν Ιακωβ περὶ Ραχηλ ἔτη ἑπτά, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτήν. – | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 21 | εἶπεν δὲ Ιακωβ πρὸς Λαβαν Ἀπόδος τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλθω πρὸς αὐτήν. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 22 | συνήγαγεν δὲ Λαβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 23 | καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λαβαν Λειαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ιακωβ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ιακωβ. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 24 | ἔδωκεν δὲ Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ Ζελφαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 25 | ἐγένετο δὲ πρωί, καὶ ἰδοὺ ἦν Λεια. εἶπεν δὲ Ιακωβ τῷ Λαβαν Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ραχηλ ἐδούλευσα παρὰ σοί; καὶ ἵνα τί παρελογίσω με; | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 26 | εἶπεν δὲ Λαβαν Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν· | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 27 | συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ’ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 28 | ἐποίησεν δὲ Ιακωβ οὕτως καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λαβαν Ραχηλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 29 | ἔδωκεν δὲ Λαβαν Ραχηλ τῇ θυγατρὶ αὐτοῦ Βαλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 30 | καὶ εἰσῆλθεν πρὸς Ραχηλ· ἠγάπησεν δὲ Ραχηλ μᾶλλον ἢ Λειαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 31 | Ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεια, ἤνοιξεν τὴν μήτραν αὐτῆς· Ραχηλ δὲ ἦν στεῖρα. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 32 | καὶ συνέλαβεν Λεια καὶ ἔτεκεν υἱὸν τῷ Ιακωβ· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ρουβην λέγουσα Διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν· νῦν με ἀγαπήσει ὁ ἀνήρ μου. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 33 | καὶ συνέλαβεν πάλιν Λεια καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ιακωβ καὶ εἶπεν Ὅτι ἤκουσεν κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέν μοι καὶ τοῦτον· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Συμεων. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 34 | καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Λευι. | Narrative |
ΓΕΝΕΣΙΣ | 29 | 35 | καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπεν Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιουδα. καὶ ἔστη τοῦ τίκτειν. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 1 | Ἰδοῦσα δὲ Ραχηλ ὅτι οὐ τέτοκεν τῷ Ιακωβ, καὶ ἐζήλωσεν Ραχηλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπεν τῷ Ιακωβ Δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 2 | ἐθυμώθη δὲ Ιακωβ τῇ Ραχηλ καὶ εἶπεν αὐτῇ Μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέν σε καρπὸν κοιλίας; | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 3 | εἶπεν δὲ Ραχηλ τῷ Ιακωβ Ἰδοὺ ἡ παιδίσκη μου Βαλλα· εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 4 | καὶ ἔδωκεν αὐτῷ Βαλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ιακωβ. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 5 | καὶ συνέλαβεν Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 6 | καὶ εἶπεν Ραχηλ Ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δαν. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 7 | καὶ συνέλαβεν ἔτι Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ιακωβ. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 8 | καὶ εἶπεν Ραχηλ Συνελάβετό μοι ὁ θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεφθαλι. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 9 | Εἶδεν δὲ Λεια ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβεν Ζελφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ιακωβ γυναῖκα. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 10 | εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ιακωβ, καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 11 | καὶ εἶπεν Λεια Ἐν τύχῃ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γαδ. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 12 | καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν ἔτι τῷ Ιακωβ υἱὸν δεύτερον. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 13 | καὶ εἶπεν Λεια Μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με αἱ γυναῖκες· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ασηρ. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 14 | Ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτοῦ. εἶπεν δὲ Ραχηλ τῇ Λεια Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 15 | εἶπεν δὲ Λεια Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ; εἶπεν δὲ Ραχηλ Οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 16 | εἰσῆλθεν δὲ Ιακωβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθεν Λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν Πρός με εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ’ αὐτῆς τὴν νύκτα ἐκείνην. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 17 | καὶ ἐπήκουσεν ὁ θεὸς Λειας, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱὸν πέμπτον. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 18 | καὶ εἶπεν Λεια Ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ’ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ, ὅ ἐστιν Μισθός. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 19 | καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ιακωβ. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 20 | καὶ εἶπεν Λεια Δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 21 | καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δινα. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 22 | Ἐμνήσθη δὲ ὁ θεὸς τῆς Ραχηλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν, | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 23 | καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱόν. εἶπεν δὲ Ραχηλ Ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος· | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 24 | καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιωσηφ λέγουσα Προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 25 | Ἐγένετο δὲ ὡς ἔτεκεν Ραχηλ τὸν Ιωσηφ, εἶπεν Ιακωβ τῷ Λαβαν Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 26 | ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 27 | εἶπεν δὲ αὐτῷ Λαβαν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 28 | διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 29 | εἶπεν δὲ αὐτῷ Ιακωβ Σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ’ ἐμοῦ· | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 30 | μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 31 | καὶ εἶπεν αὐτῷ Λαβαν Τί σοι δώσω; εἶπεν δὲ αὐτῷ Ιακωβ Οὐ δώσεις μοι οὐθέν· ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 32 | παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 33 | καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν, κεκλεμμένον ἔσται παρ’ ἐμοί. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 34 | εἶπεν δὲ αὐτῷ Λαβαν Ἔστω κατὰ τὸ ῥῆμά σου. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 35 | καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ πᾶν, ὃ ἦν φαιὸν ἐν τοῖς ἀρνάσιν, καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 36 | καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ιακωβ· Ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβαν τὰ ὑπολειφθέντα. – | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 37 | ἔλαβεν δὲ ἑαυτῷ Ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν, ὃ ἐλέπισεν, ποικίλον. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 38 | καὶ παρέθηκεν τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα, ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων, ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 39 | ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους· καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 40 | τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 41 | ἐγένετο δὲ ἐν τῷ καιρῷ, ᾧ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους· | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 42 | ἡνίκα δ’ ἂν ἔτεκον τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβαν, τὰ δὲ ἐπίσημα τοῦ Ιακωβ. | Narrative |
ΓΕΝΕΣΙΣ | 30 | 43 | καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 1 | Ἤκουσεν δὲ Ιακωβ τὰ ῥήματα τῶν υἱῶν Λαβαν λεγόντων Εἴληφεν Ιακωβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκεν πᾶσαν τὴν δόξαν ταύτην. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 2 | καὶ εἶδεν Ιακωβ τὸ πρόσωπον τοῦ Λαβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 3 | εἶπεν δὲ κύριος πρὸς Ιακωβ Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 4 | ἀποστείλας δὲ Ιακωβ ἐκάλεσεν Ραχηλ καὶ Λειαν εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια, | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 5 | καὶ εἶπεν αὐταῖς Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστιν πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 6 | καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύι μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 7 | ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξεν τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ θεὸς κακοποιῆσαί με. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 8 | ἐὰν οὕτως εἴπῃ Τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ Τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 9 | καὶ ἀφείλατο ὁ θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέν μοι αὐτά. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 10 | καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 11 | καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον Ιακωβ· ἐγὼ δὲ εἶπα Τί ἐστιν; | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 12 | καὶ εἶπεν Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λαβαν ποιεῖ. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 13 | ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 14 | καὶ ἀποκριθεῖσα Ραχηλ καὶ Λεια εἶπαν αὐτῷ Μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 15 | οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακεν γὰρ ἡμᾶς καὶ κατέφαγεν καταβρώσει τὸ ἀργύριον ἡμῶν. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 16 | πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλατο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα εἴρηκέν σοι ὁ θεός, ποίει. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 17 | Ἀναστὰς δὲ Ιακωβ ἔλαβεν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 18 | καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χανααν. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 19 | Λαβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψεν δὲ Ραχηλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 20 | ἔκρυψεν δὲ Ιακωβ Λαβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει, | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 21 | καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλααδ. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 22 | ἀνηγγέλη δὲ Λαβαν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ιακωβ, | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 23 | καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ’ ἑαυτοῦ ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει τῷ Γαλααδ. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 24 | ἦλθεν δὲ ὁ θεὸς πρὸς Λαβαν τὸν Σύρον καθ’ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ Φύλαξαι σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 25 | καὶ κατέλαβεν Λαβαν τὸν Ιακωβ· Ιακωβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λαβαν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλααδ. | Narrative |
ΓΕΝΕΣΙΣ | 31 | 26 | εἶπεν δὲ Λαβαν τῷ Ιακωβ Τί ἐποίησας; ἵνα τί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ; | Narrative |