Book
stringlengths
3
41
Chapter
int64
1
151
Verse Number
int64
1
176
Verse Text
stringlengths
5
863
Genre
stringclasses
6 values
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
28
καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
29
εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τῷ νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
30
καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται· καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
31
καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
32
καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν, καὶ λαὸς γινώσκοντες θεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
33
καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά· καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
34
καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν, καὶ προστεθήσονται ἐπ’ αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
35
καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι, ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
36
καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ, μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
37
καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται·
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
38
καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ θεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
39
καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
40
καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπ’ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
41
καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβι, καὶ πολλοὶ ἀσθενήσουσιν· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱῶν Αμμων.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
42
καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
43
καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
44
καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι καὶ τοῦ ἀναθεματίσαι πολλούς.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
11
45
καὶ πήξει τὴν σκηνὴν αὐτοῦ εφαδανω ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβι ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
1
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαηλ ὁ ἄρχων ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως, θλῖψις οἵα οὐ γέγονεν ἀφ’ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς ἕως τοῦ καιροῦ ἐκείνου· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου, πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
2
καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
3
καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
4
καὶ σύ, Δανιηλ, ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως διδαχθῶσιν πολλοὶ καὶ πληθυνθῇ ἡ γνῶσις. –
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
5
καὶ εἶδον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν, εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ καὶ εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
6
καὶ εἶπεν τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὰ βαδδιν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ Ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων;
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
7
καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὰ βαδδιν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ὕψωσεν τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τῷ ζῶντι τὸν αἰῶνα ὅτι Εἰς καιρὸν καιρῶν καὶ ἥμισυ καιροῦ· ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν χειρὸς λαοῦ ἡγιασμένου γνώσονται πάντα ταῦτα.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
8
καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα καὶ εἶπα Κύριε, τί τὰ ἔσχατα τούτων;
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
9
καὶ εἶπεν Δεῦρο, Δανιηλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι, ἕως καιροῦ πέρας·
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
10
ἐκλεγῶσιν καὶ ἐκλευκανθῶσιν καὶ πυρωθῶσιν πολλοί, καὶ ἀνομήσωσιν ἄνομοι· καὶ οὐ συνήσουσιν πάντες ἄνομοι, καὶ οἱ νοήμονες συνήσουσιν.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
11
καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ τοῦ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
12
μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε.
Apocalyptic
ΔΑΝΙΗΛ (Θεοδοτίων)
12
13
καὶ σὺ δεῦρο καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας, καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου εἰς συντέλειαν ἡμερῶν.
Apocalyptic
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
1
Ἐκ προφητείας Αμβακουμ υἱοῦ Ἰησοῦ ἐκ τῆς φυλῆς Λευι.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
2
Ἄνθρωπός τις ἦν ἱερεύς, ᾧ ὄνομα Δανιηλ υἱὸς Αβαλ, συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
3
καὶ ἦν εἴδωλον, Βηλ, ὃ ἐσέβοντο οἱ Βαβυλώνιοι· ἀνηλίσκετο δὲ αὐτῷ καθ’ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
4
καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν, καὶ ἐπορεύετο ὁ βασιλεὺς καθ’ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ· Δανιηλ δὲ προσηύχετο πρὸς κύριον.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
5
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ Διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ; καὶ εἶπε Δανιηλ πρὸς τὸν βασιλέα Οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρ[ι]είαν.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
6
εἶπεν δὲ ὁ βασιλεὺς αὐτῷ Οὗτος οὖν οὐκ ἔστι θεός; οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθ’ ἑκάστην ἡμέραν;
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
7
καὶ εἶπεν αὐτῷ Δανιηλ Μηδαμῶς· μηδείς σε παραλογιζέσθω· οὗτος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν, ἔξωθεν δὲ χαλκοῦς· ὀμνύω δέ σοι κύριον τὸν θεὸν τῶν θεῶν, ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
8
καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς Παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ· εἰ δὲ μή γε, ἀποθανεῖσθε ἢ Δανιηλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ’ αὐτοῦ. οἱ δὲ εἶπαν Αὐτὸς ὁ Βηλ ἐστὶν ὁ κατεσθίων αὐτά.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
9
εἶπε δὲ Δανιηλ πρὸς τὸν βασιλέα Γινέσθω οὕτως· ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν ὁ Βηλ ὁ κατεσθίων ταῦτα, ἀποθανοῦμαι καὶ πάντες οἱ παρ’ ἐμοῦ. ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
10
ἤγαγον δέ τὸν βασιλέα εἰς τὸ εἰδώλιον.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
11
καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιηλ, καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βηλ. καὶ εἶπεν Δανιηλ Σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα, βασιλεῦ· σὺ οὖν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ, ἐπὰν κλεισθῇ.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
13
ἤρεσε δὲ ὁ λόγος τῷ βασιλεῖ.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
14
ὁ δὲ Δανιηλ ἐκέλευσε τοὺς παρ’ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος. καὶ τότε τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων· καὶ ἐγένετο οὕτως.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
17
καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον· οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον. καὶ εἶπεν Δανιηλ Ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν, ἄνδρες ἱερεῖς· καὶ σὺ δέ, βασιλεῦ, σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται. καὶ εὗρον, ὡς ἦν ἡ σφραγίς, καὶ ἀπέβαλον τὴν σφραγῖδα.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
18
καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα καὶ τὰς τραπέζας κενάς· καὶ ἐχάρη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὸν Δανιηλ Μέγας ἐστὶν ὁ Βηλ, καὶ οὐκ ἔστι παρ’ αὐτῷ δόλος.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
19
καὶ ἐγέλασε Δανιηλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ Δεῦρο ἰδὲ τὸν δόλον τῶν ἱερέων. καὶ εἶπεν Δανιηλ Βασιλεῦ, ταῦτα τὰ ἴχνη τίνος ἐστί;
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
20
καὶ εἶπεν ὁ βασιλεύς Ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
21
καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον, ἐν ᾧ ἦσαν οἱ ἱερεῖς καταγινόμενοι, καὶ εὗρε τὰ βρώματα τοῦ Βηλ καὶ τὸν οἶνον· καὶ ἐπέδειξε Δανιηλ τῷ βασιλεῖ τὰ ψευδοθύρια, δι’ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βηλ.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
22
καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ τοῦ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιηλ· καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιηλ, τὸν δὲ Βηλ κατέστρεψε.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
23
Καὶ ἦν δράκων ἐν τῷ αὐτῷ τόπῳ, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
24
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ Μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει· προσκύνησον αὐτῷ.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
25
καὶ εἶπεν Δανιηλ Βασιλεῦ, δός μοι τὴν ἐξουσίαν, καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
26
καὶ συνεχώρησεν αὐτῷ ὁ βασιλεὺς καὶ εἶπεν αὐτῷ Δέδοταί σοι.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
27
καὶ λαβὼν ὁ Δανιηλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διερράγη. καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων Οὐ ταῦτα σέβεσθε, βασιλεῦ;
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
28
καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιηλ καὶ εἶπαν Ιουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βηλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
30
καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τῆς χώρας ἐπ’ αὐτόν, ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν Δίδωμι τὸν Δανιηλ εἰς ἀπώλειαν.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
32
ἦν δὲ λάκκος ἐν ᾧ ἐτρέφοντο λέοντες ἑπτά, οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως, καὶ ἐχορηγεῖτο αὐτοῖς καθ’ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο. καὶ ἐνεβάλοσαν τὸν Δανιηλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον, ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ. καὶ ἦν ἐν τῷ λάκκῳ Δανιηλ ἡμέρας ἕξ.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
33
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Αμβακουμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
34
καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Αμβακουμ λέγων Τάδε λέγει σοι κύριος ὁ θεός Τὸ ἄριστον, ὃ ἔχεις, ἀπένεγκε Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
35
καὶ εἶπεν Αμβακουμ Κύριε ὁ θεός, οὐχ ἑώρακα τὴν Βαβυλῶνα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
36
καὶ ἐπιλαβόμενος αὐτοῦ ὁ ἄγγελος κυρίου τοῦ Αμβακουμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
37
καὶ εἶπεν Αμβακουμ πρὸς Δανιηλ Ἀναστὰς φάγε τὸ ἄριστον, ὃ ἀπέστειλέ σοι κύριος ὁ θεός.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
38
καὶ εἶπε Δανιηλ Ἐμνήσθη γάρ μου κύριος ὁ θεὸς ὁ μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόν.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
39
καὶ ἔφαγε Δανιηλ· ὁ δὲ ἄγγελος κυρίου κατέστησε τὸν Αμβακουμ ὅθεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ. ὁ δὲ κύριος ὁ θεὸς ἐμνήσθη τοῦ Δανιηλ.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
40
ἐξῆλθε δὲ ὁ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιηλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
41
καὶ ἀναβοήσας εἶπεν ὁ βασιλεύς Μέγας ἐστὶ κύριος ὁ θεός, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλος.
Narrative
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
1
42
καὶ ἐξήγαγεν ὁ βασιλεὺς τὸν Δανιηλ ἐκ τοῦ λάκκου· καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιηλ, καὶ κατεβρώθησαν.
Narrative